Fourth Stasimon
Ἄγγελος
910 λευκὰ γήρᾳ σώματʼ
910 ἀνακαλεῖς με τίνα
Χορός
βοάν;
ἄλαστα τἀν δόμοισι.
μάντιν οὐχ
ἕτερον ἄξομαι.
Ἄγγελος
αἰαῖ.
τεθνᾶσι παῖδες.
στενάζεθʼ, ὡς στενακτά.
δάιοι φόνοι,
Χορός
915 δάιοι δὲ τοκέων χέρες· .
Ἄγγελος
οὐκ ἄν τις εἴποι μᾶλλον πεπόνθαμεν.
Χορός
πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;
λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
920 μέλαθρα κακὰ τάδε,
τλήμονάς τε παίδων τύχας;
Ἄγγελος
ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
925 χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
930 ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
παῖδες προσέσχον ὄμμʼ· δʼ οὐκέθʼ αὑτὸς ἦν,
ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.
935 ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ·
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·
ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,
940 ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.
τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα
945 φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν
ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας
κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
950 διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.
καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
Παίζει πρὸς ἡμᾶς δεσπότης μαίνεται;
δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν
955 ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς,
κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
960 πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
965 παῖ, τί πάσχεις; τίς τρόπος ξενώσεως
τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,
οὓς ἄρτι καίνεις; δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
970 καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους μὲν
μητρὸς ταλαίνης, δʼ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
975 βοᾷ δὲ μήτηρ· τεκών, τί δρᾷς; τέκνα
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
980 ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
985 ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
φθάνει δʼ τλήμων γόνασι προσπεσὼν πατρός,
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
990 δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
995 χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν τάλαινʼ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
1000 δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
1005 ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
1010 ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δʼ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
1015 οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up