First Episode
Χορός
ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
Λύκος
140 τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης
ὑμῶν καθέστηχʼ, ἱστορεῖν βούλομαι.
τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
145 τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον
πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,
σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,
ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
150 σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
155 τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα
τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ
160 οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων,
κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
165 ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς
χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
Ἀμφιτρύων
170 τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ
175 τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες
σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη
180 τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, κάκιστε βασιλέων,
ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν,
οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
185 Δίρφυν τʼ ἐρωτῶν σʼ ἔθρεψʼ Ἀβαντίδα
οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου
ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν,
μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.
190 ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
195 ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,
ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
200 τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις,
ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
205 γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις;
τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ,
210 εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα,
χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
215 βίᾳ δὲ δράσῃς μηδέν, πείσῃ βίαν,
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
φεῦ·
λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
220 ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.
οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε
σιγῶνκακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
225 φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
χέρσου τʼ ἀμοιβάςὧν ἐμόχθησας χάριν.
τὰ δʼ, τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον
δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
230 ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δʼ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
235 φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
Χορός
ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις λέγειν;
Λύκος
σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
240 ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα
245 πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ κατθανὼν
κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
250 τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορός
γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
255 ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
260 ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,
ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
265 δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.
κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
270 ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα
275 γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
280 ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
285 μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·
290 οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.
295 σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ λογίζομαι·
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,
300 σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.
ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
305 ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.
προκαλούμεθʼ εὐγένειαν, γέρον, σέθεν·
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
310 πρόθυμός ἐστιν, προθυμία δʼ ἄφρων·
χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·
νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315 ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
Ἀμφιτρύων
οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.
ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
320 κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325 πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,
πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
330 δόμους ἀνοίξαςνῦν γὰρ ἐκκεκλῄμεθα
ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.
Λύκος
ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.
κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
335 ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
Μεγάρα
τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.
Ἀμφιτρύων
Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,
340 μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν·
σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ʼδόκεις εἶναι φίλος.
ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
345 τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεός, δίκαιος οὐκ ἔφυς.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up