Book 9
§1 Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδʼ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ· αἱ γὰρ τῶν ἀναγκαίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν.
§2 ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτʼ ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν· μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν· αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθʼ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον.
§3 ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων· ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ χωρεῖν, οὔθʼ ἡδέως ἐξίασιν οὔτʼ ἐπὶ πολὺ μένουσιν, ἀλλʼ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσι, οὔτʼ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up