Book 18
§1 Περὶ τοῦ ἐν τοῖς τραχέσι τόποις τάττειν τοὺς ψιλούς Εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδεῖς ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν τοῖς τραχέσιν ταττέτω, καὶ δή, κἂν αὐτὸς τὰ πεδινὰ κατειλημμένος , τῶν δὲ πολεμίων μέρη τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους, κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς· ῥᾷόν τε γὰρ βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστά τε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ τυγχάνωσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up