Book 27
§1 Περὶ τοῦ μὴ λύειν τὰς τάξεις μήτε ἐν ταῖς διατάξεσι μήτε ἐν ταῖς ὑποχωρήσεσι Παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόν τε σφαλλόμενοι βλάπτωνται μὴ κατʼ ἄνδρα σποράδες ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις, πλέονά τε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινόμενοι, πρὸς δὲ καὶ ἀσφαλέστεροι· πολλάκις γὰρ ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν καταστάντες εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν δίωξιν· ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι λεγέτω τοῦ μένειν ἐν τάξει μηδʼ ἐπισφαλέστερον τοῦ λύειν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up