Book 13
§1 Περὶ τοῦ εἶναι τὸν στρατηγὸν εὔθυμον ἐν ταῖς δυσπραγίαις Ὅτʼ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι καὶ φόβος συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης προτερήματός σφισι γεγονότος, στρατηγὸς τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω.
§2 αἱ γὰρ ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ, κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ προφαινομένου.
§3 διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν τοῖς λόγοις παρηγορεῖν· λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν· ἀγαθὴ δὲ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up