Book 36
§1 α. Περὶ τοῦ θάπτειν τοὺς ἐν πολέμῳ ἀναιρουμένους Προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθʼ ὥραν μήτε τόπον μήτε φόβον προφασιζόμενος, ἄν τε τύχῃ νικῶν, ἄν τε ἡττώμενος· ὁσία μὲν γὰρ καὶ πρὸς τοὺς ἀποιχομένους εὐσέβεια, ἀναγκαία δὲ καὶ πρὸς τοὺς ζῶντας ἀπόδειξις.
§2 ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρʼ ὀφθαλμοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐδʼ αὐτός, εἰ τεθναίη, ταφησόμενος ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον ὕβριν. β. Περὶ τοῦ ἐπανορθοῦσθαι τὴν ἐλάττωσιν
§3 Εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνασωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι τὴν ἐλάττωσιν.
§4 εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ̓ εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς· γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε τῶν δυστυχημάτων.
§5 μὲν γὰρ πταίσας ἐδιδάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐδʼ ὡς δεῖ φυλάξαι τὰς εὐπραγίας, ἔμαθεν.
§6 εἶτʼ αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο. φόβος γὰρ εὔκαιρος ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαιρος εὐεπιβούλευτος τόλμα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up