Book 40
§1 Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτʼ ἂν οἷ κακοῦ τυγχάνει γινώσκῃ,
§2 τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότʼ ἂν αὐτῷ δόξῃ, δʼ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότʼ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον.
§3 καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν μηχανὰς ἐνέπρησαν στρατιώτας ἐφόνευσαν , τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up