Book 31
§1 Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν δυνατόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ παρʼ ὄρη, ἥκιστα ἱππάσιμα, φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν.
§2 ἀπολελείφθων δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παραφυλάττοντες τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς τὴν τῆς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομένους τὸ χωρίον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up