Book 8
§1 Ἐν δὲ δὴ τῇ τῶν ἐχθρῶν καταστρατοπεδεύων χάρακα περιβαλέσθω καὶ τάφρον, κἂν ἐφʼ ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν· ἀμετανόητος γὰρ τοιαύτη καὶ ἀσφαλὴς στρατοπεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους ἐπιβολάς. καθιστάτω δὲ φύλακας, κἂν μακρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων.
§2 ὅποι δʼ ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μονὴν καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, ἐκλεγέσθω χωρία μὴ ἑλώδη μηδὲ νοτερά· τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up