Book 28
§1 Περὶ τοῦ δἰ ἐπιμελείας ἔχειν τὸν στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα Μεμελημένον δʼ ἔστω τῷ στρατηγῷ λαμπρὸν ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δʼ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν· δεινότεροι γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δἰ ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up