Book 35
§1 α. Ὅτι οὐ χρὴ πάντοτε ἐπιτρέπειν τὰς ἁρπαγάς, καὶ ὅτι τὰ σώματα οὐ χρὴ ἁρπάζειν, ἀλλὰ τὸν στρατηγὸν πιπράσκειν Τὰς δʼ ἁρπαγὰς οὔτʼ ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐδʼ αἰεὶ πάντων, ἀλλʼ ὧν μέν, ὧν δοὔ, τῶν δὲ σωμάτων ἥκιστα· ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν.
§2 εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθʼ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω.
§3 γνῴη δʼ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτʼ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν· οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν· ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται. β. Περὶ αἰχμαλώτων
§4 Τοὺς δὲ αἰχμαλώτους, ἐὰν πόλεμος ἔτι συνεστὼς , μὴ κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵνʼ εἴ τινων αὐτοὶ σωμάτων, ὧν πολὺς πόθος, φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται.
§5 μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵνʼ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up