Book 41
§1 Περὶ τοῦ ἔχειν ἐνέδρας τὸν πολιορκοῦντα πρὸ τῶν πυλῶν Ἥκιστα δʼ ἂν τοῦτο τολμήσαιεν, εἰ παρὰ πύλαις καὶ πυλίσι μικραῖς λόχους πολιορκῶν προκαθίσῃ στρατηγὸς τοὺς τὰς αἰφνιδίους ἐκδρομὰς τῶν πολεμίων ἀποκωλύσοντας, ἐπεὶ κἂν πολλάκις λάθοιεν ἐπιθέμενοι τοῖς ἐκτός.
§2 χρήσιμοι δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσβολαί· τοῖς γὰρ ἔνδον οὐ δυναμένοις ὁρᾶν τὰ γιγνόμενα διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλεπωτέραν ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων, ὅθεν ταραχαί τε καὶ θόρυβοι γίγνονται οὐδενὸς δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται λεγόντων, οὔθ̓ ὅπῃ προσβαλοῦσιν εἰδέναι δυναμένων, οὔθʼ ὁπόσοι, οὔθʼ ὁποίοις μέρεσι, διαδρομαὶ δὲ δεῦρο κἀκεῖσε καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up