Book 6
§1 Ἔστι δέ, ὦ φίλος, εἴ τινα περιποιησαίμεθ’ ἐν πρώτοις καθαρὰν τοῦ κατ’ ἀλήθειαν ὕψους ἐπιστήμην καὶ ἐπίκρισιν. καίτοι τὸ πρᾶγμα δύσληπτον· ἡ γὰρ τῶν λόγων κρίσις πολλῆς ἐστι πείρας τελευταῖον ἐπιγέννημα· οὐ μὴν ἀλλ̓, ὡς εἰπεῖν ἐν παραγγέλματι, ἐντεῦθέν ποθεν ἴσως τὴν διάγνωσιν αὐτῶν οὐκ ἀδύνατον πορίζεσθαι.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up