Book 31
§1 θρεπτικώτατον καὶ γόνιμον, τὸ δἈνακρέοντος· οὐκέτι Θρηικίης ἐπιστρέφομαι. ταύτῃ καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἔμοιγε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ Κεκίλιος οὐκ οἶδ᾽ ὅπως καταμέμφεται. δεινὸς ὢν φησὶν Φίλιππος ἀναγκοφαγῆσαι πράγματα. ἔστιν ἄρ ἰδιωτισμὸς ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ἀναγκοφαγεῖν τὰ πράγματα ἐναργέστατα παρείληπται.
§2 ὧδέ πως ἔχει καὶ τὰ Ἡροδότεια· Κλεομένης φησὶ μανεὶς τὰς ἑαυτοῦ σάρκας ξιφιδίῳ κατέτεμεν εἰς λεπτά, ἕως ὅλον καταχορδεύων ἑαυτὸν διέφθειρεν. καὶ Πύθης ἕως τοῦδε ἐπὶ τῆς νεὼς ἐμάχετο, ἕως ἅπας κατεκρεουργήθη. ταῦτα γὰρ ἐγγὺς παραξύει τὸν ἰδιώτην, ἀλλοὐκ ἰδιωτεύει τῷ σημαντικῶς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up