Book 16
§1 Αὐτόθι μέντοι καὶ περὶ σχημάτων ἐφεξῆς τέτακται τόπος· καὶ γὰρ ταῦτ̓, ἂν ὃν δεῖ σκευάζηται τρόπον, ὡς ἔφην, οὐκ ἂν τυχοῦσα μεγέθους εἴη μερίς. οὐ μὴν ἀλλ̓ ἐπεὶ τὸ πάντα διακριβοῦν πολύεργον ἐν τῷ παρόντι, μᾶλλον δἀπεριόριστον, ὀλίγα τῶν ὅσα μεγαληγορίας ἀποτελεστικὰ τοῦ πιστώσασθαι τὸ προκείμενον ἕνεκα καὶ δὴ διέξιμεν.
§2 ἀπόδειξιν Δημοσθένης ὑπὲρ τῶν πεπολιτευμένων εἰσφέρει· τίς δἦν κατὰ φύσιν χρῆσις αὐτῆς; οὐχ ἡμάρτετε, τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα ἀράμενοι· ἔχετε δὲ οἰκεῖα τούτου παραδείγματα· οὐδὲ γὰρ οἱ ἐν Μαραθῶνι ἥμαρτον οὐδοἱ ἐν Σαλαμῖνι οὐδοἱ ἐν Πλαταιαῖς. ἀλλἐπειδὴ καθάπερ ἐμπνευσθεὶς ἐξαίφνης ὑπὸ θεοῦ καὶ οἱονεὶ φοιβόληπτος γενόμενος, τὸν τῶν ἀριστέων τῆς Ἑλλάδος ὅρκον ἐξεφώνησεν οὐκ ἔστιν ὅπως ἡμάρτετε, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, φαίνεται διἑνὸς τοῦ ὀμοτικοῦ σχήματος, ματος, ὅπερ ἐνθάδε ἀποστροφὴν ἐγὼ καλῶ, τοὺς μὲν προγόνους ἀποθεώσας, ὅτι δεῖ τοὺς οὕτως ἀποθανόντας ὡς θεοὺς ὀμνύναι παριστάνων, τοῖς δὲ κρίνουσι τὸ τῶν ἐκεῖ προκινδυνευσάντων ἐντιθεὶς φρόνημα, τὴν δὲ τῆς ἀποδείξεως φύσιν μεθεστακὼς εἰς ὑπερβάλλον ὕψος καὶ πάθος καὶ ξένων καὶ ὑπερφυῶν ὅρκων ἀξιοπιστίαν, καὶ ἅμα παιώνειόν τινα καὶ ἀλεξιφάρμακον εἰς τὰς ψυχὰς τῶν ἀκουόντων καθιεὶς λόγον, ὡς κουφιζομένους ὑπὸ τῶν ἐγκωμίων μηδὲν ἔλαττον τῇ μάχῃ τῇ πρὸς Φίλιππον ἐπὶ τοῖς κατὰ Μαραθῶνα καὶ Σαλαμῖνα νικητηρίοις παρίστασθαι φρονεῖν· οἷς πᾶσι τοὺς ἀκροατὰς διὰ τοῦ σχηματισμοῦ συναρπάσας ᾤχετο.
§3 καίτοι παρὰ τῷ Εὐπόλιδι. τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι· οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.ἔστι δοὐ τὸ ὁπωσοῦν τινὰ ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλἐκεῖ μὲν οὐδέν ἐστεἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δοὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπεπλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτἈθηναίοις ἀτύχημα φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι παράδειγμα ὅρκων πίστις ἐγκώμιον προτροπή.
§4 κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι· λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις, διὰ ταῦθἑξῆς κανονίζει καὶ διἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον· τοὺς προκινδυνεύσαντας φησὶ Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπἈρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους. οὐδαμοῦ νικήσαντας εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει· οὓς ἅπαντας ἔθαψε δημοσίᾳ φησὶν πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up