Book 42
§1 Ἔτι γε μὴν ὕψους μειωτικὸν καὶ ἡ ἄγαν τῆς φράσεως συγκοπή· πηροῖ γὰρ τὸ μέγεθος, ὅταν εἰς λίαν συνάγηται βραχύ· ἀκουέσθω δὲ νῦν μὴ τὰ δεόντως συνεστραμμένα, ἀλλ’ ὅσα ἄντικρυς μικρὰ καὶ κατακεκερματισμένα· συγκοπὴ μὲν γὰρ κολούει τὸν νοῦν, συντομία δ’ ἐπ’ εὐθύ, δῆλον δ’ ὡς ἔμπαλιν τὰ ἐκτάδην ἀπόψυχα· τὰ γὰρ ἄκαιρον μῆκος ἀνακαλούμενα.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up