Book 30
§1 Ἐπειδὴ μέντοι τοῦ λόγου νόησις τε φράσις τὰ πλείω διἑκατέρου διέπτυκται, ἴθι δή, ἂν τοῦ φραστικοῦ μέρους τινα λοιπὰ ἔτι, προσεπιθεασώμεθα. ὅτι μὲν τοίνυν τῶν κυρίων καὶ μεγαλοπρεπῶν ὀνομάτων ἐκλογὴ θαυμαστῶς ἄγει καὶ κατακηλεῖ τοὺς ἀκούοντας, καὶ ὡς πᾶσι τοῖς ῥήτορσι καὶ συγγραφεῦσι κατἄκρον ἐπιτήδευμα, μέγεθος ἅμα κάλλος εὐπίνειαν βάρος ἰσχὺν κράτος, ἔτι δὲ τἆλλα ἂν ὦσί τινα τοῖς λόγοις ὥσπερ ἀγάλμασι καλλίστοις διαὑτῆς ἐπανθεῖν παρασκευάζουσα καὶ οἱονεὶ ψυχήν τινα τοῖς πράγμασι φωνητικὴν ἐντιθεῖσα, μὴ καὶ περιττὸν πρὸς εἰδότας διεξιέναι. φῶς γὰρ τῷ ὄντι ἴδιον τοῦ νοῦ τὰ καλὰ ὀνόματα.
§2 μέντοι γε ὄγκος αὐτῶν οὐ πάντη χρειώδης, ἐπεὶ τοῖς μικροῖς πραγματίοις περιτιθέναι μεγάλα καὶ σεμνὰ ὀνόματα ταὐτὸν ἂν φαίνοιτο, ὡς εἴ τις τραγικὸν προσωπεῖον μέγα παιδὶ περιθείη νηπίῳ, πλὴν ἐν μὲν ποιήσει καὶ
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up