Book 15
§1 Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις, νεανία, καὶ αἱ φαντασίαι παρασκευαστικώταται· οὕτω γοῦν εἰδωλοποιΐας αὐτὰς ἔνιοι λέγουσι· καλεῖται μὲν γὰρ κοινῶς φαντασία πᾶν τὸ ὁπωσοῦν ἐννόημα γεννητικὸν λόγου παριστάμενον· ἤδη δἐπὶ τούτων κεκράτηκε τοὔνομα, ὅταν λέγεις ὑπἐνθουσιασμοῦ καὶ πάθους βλέπειν δοκῇς καὶ ὑπὄψιν τιθῇς τοῖς ἀκούουσιν.
§2 ὡς δ᾽ ἕτερόν τι ῥητορικὴ φαντασία βούλεται καὶ ἕτερον παρὰ ποιηταῖς, οὐκ ἂν λάθοι σε, οὐδὅτι τῆς μὲν ἐν ποιήσει τέλος ἐστὶν ἔκπληξις, τῆς δἐν λόγοις ἐνάργεια. ἀμφότεραι δὅμως τό τε παθητικὸν ἐπιζητοῦσι καὶ τὸ συγκεκινημένον. μῆτερ ἱκετεύω σε, μὴ ʼπίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου. καὶ οἴμοι, κτανεῖ με· ποῖ φύγω;ἐνταῦθ ποιητὴς αὐτὸς εἶδεν Ἐρινύας· δὲ ἐφαντάσθη, μικροῦ δεῖν θεάσασθαι καὶ τοὺς ἀκούοντας ἠνάγκασεν.
§3 ἔστι μὲν οὖν φιλοπονώτατος Εὐριπίδης δύο ταυτὶ πάθη, μανίας τε καὶ ἔρωτας, ἐκτραγῳδῆσαι, κἀν τούτοις ὡς οὐκ οἶδεἴ τισιν ἑτέροις ἐπιτυχέστατος, οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπιτίθεσθαι φαντασίαις οὐκ ἄτολμος. ἥκιστά γέ τοι μεγαλοφυὴς ὢν ὅμως τὴν αὐτὸς αὑτοῦ φύσιν ἐν πολλοῖς γενέσθαι τραγικὴν προσηνάγκασεν, καὶ παρἕκαστα ἐπὶ τῶν μεγεθῶν, ὡς ποιητής, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχίον ἀμφοτέρωθεν μαστίεται, ἑὲ δαὐτὸν ἐποτρύνει μαχέσασθαι.
§4 τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας Ἥλιος, ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρεἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει,φησίν, εἶθἑξῆς, ἵει δἐφἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτἀκούσας εἶτἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δἔπταντἐπαἰθέρος πτύχας. πατὴρ δὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ̓ ἔλα, τῇδε στρέφἅρμα, τῇδε.ἆροὐκ ἂν εἴποις, ὅτι ψυχὴ τοῦ γράφοντος συνεπιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ, ἀλλ᾽, φίλιπποι Τρῶες.
§5 τοῦ δΑἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παραὐτῷ, ἄνδρες (φησὶν) ἑπτὰ θούριοι λοχαγέται, ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τἘνυὼ καὶ φιλαίματον Φόβον ὁρκωμότησαν,τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος, ὅμως ἑαυτὸν Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει.
§6 καὶ παρὰ μὲν Αἰσχύλῳ παραδόξως τὰ τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου θεοφορεῖται, ἐνθουσιᾷ δὴ δῶμα, βακχεύει στέγη· δΕὐριπίδης τὸ αὐτὸ τοῦθἑτέρως ἐφηδύνας ἐξεφώνησε, πᾶν δὲ συνεβάκχεὐ ὄρος.
§7 ἄκρως δὲ καὶ Σοφοκλῆς ἐπὶ τοῦ θνῄσκοντος Οἰδίπου καὶ ἑαυτὸν μετὰ διοσημείας τινὸς θάπτοντος πεφάντασται, καὶ κατὰ τὸν ἀπόπλουν τῶν Ἑλλήνων ἐπὶ τἀχιλλέως προφαινομένου τοῖς ἀναγομένοις ὑπὲρ τοῦ τάφου, ἣν οὐκ οἶδεἴ τις ὄψιν ἐναργέστερον εἰδωλοποίησε Σιμωνίδου· πάντα δἀμήχανον παρατίθεσθαι.
§8 οὐ μὴν ἀλλὰ τὰ μὲν παρὰ τοῖς ποιηταῖς μυθικωτέραν ἔχει τὴν ὑπερέκπτωσιν, ὡς ἔφην, καὶ πάντη τὸ πιστὸν ὑπεραίρουσαν, τῆς δὲ ῥητορικῆς φαντασίας κάλλιστον ἀεὶ τὸ ἔμπρακτον καὶ ἐνάληθες. δειναὶ δὲ καὶ ἔκφυλοι αἱ παραβάσεις, ἡνίκ̓ ἂν ποιητικὸν τοῦ λόγου καὶ μυθῶδες τὸ πλάσμα καὶ εἰς πᾶν προσεκπῖπτον τὸ ἀδύνατον, ὡς ἤδη νὴ Δία καὶ οἱ καθἡμᾶς δεινοὶ ῥήτορες, καθάπερ οἱ τραγῳδοί, βλέπουσιν Ἐρινύας, καὶ οὐδὲ ἐκεῖνο μαθεῖν οἱ γενναῖοι δύνανται, ὅτι λέγων Ὀρέστης μέθες, μί᾽ οὖσα τῶν ἐμῶν Ἐρινύων μέσον μὀχμάζεις, ὡς βάλῃς ἐς τάρταρον,φαντάζεται ταῦθὅτι μαίνεται.
§9 τί οὖν ῥητορικὴ φαντασία δύναται; πολλὰ μὲν ἴσως καὶ ἄλλα τοῖς λόγοις ἐναγώνια καὶ ἐμπαθῆ προσεισφέρειν, κατακιρναμένη μέντοι ταῖς πραγματικαῖς ἐπιχειρήσεσιν οὐ πείθει τὸν ἀκροατὴν μόνον, ἀλλὰ καὶ δουλοῦται. καὶ μὴν εἴ τις, φησὶν αὐτίκα δὴ μάλα κραυγῆς ἀκούσειε πρὸ τῶν δικαστηρίων, εἶτεἴποι τις, ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ δὲ δεσμῶται φεύγουσιν, οὐθεὶς οὕτως οὔτε γέρων οὔτε νέος ὀλίγωρός ἐστιν, ὃς οὐχὶ βοηθήσει, καθὅσον δύναται· εἰ δὲ δή τις εἴποι παρελθών, ὡς τούτους ἀφεὶς οὗτός ἐστιν, οὐδὲ λόγου τυχὼν παραυτίκἂν ἀπόλοιτο.
§10 ὡς νὴ Δία καὶ Ὑπερίδης κατηγορούμενος, ἐπειδὴ τοὺς δούλους μετὰ τὴν ἧτταν ἐλευθέρους ἐψηφίσατο, τοῦτο τὸ ψήφισμα, εἶπεν, οὐχ ῥήτωρ ἔγραψεν ἀλλ ἐν Χαιρωνείᾳ μάχη. ἅμα γὰρ τῷ πραγματικῷ ἐπιχειρεῖν ῥήτωρ πεφάντασται, διὸ καὶ τὸν τοῦ πείθειν ὅρον ὑπερβέβηκε τῷ λήμματι.
§11 φύσει δέ πως ἐν τοῖς τοιούτοις ἅπασιν ἀεὶ τοῦ κρείττονος ἀκούομεν, ὅθεν ἀπὸ τοῦ ἀποδεικτικοῦ περιελκόμεθα εἰς τὸ κατὰ φαντασίαν ἐκπληκτικόν, τὸ πραγματικὸν ἐγκρύπτεται περιλαμπόμενον. καὶ τοῦτ̓ οὐκ ἀπεικότως πάσχομεν· δυεῖν γὰρ συνταττομένων ὑφ̓ ἓν ἀεὶ τὸ κρεῖττον εἰς ἑαυτὸ τὴν θατέρου δύναμιν περισπᾷ.
§12 Τοσαῦτα περὶ τῶν κατὰ τὰς νοήσεις ὑψηλῶν καὶ ὑπὸ μεγαλοφροσύνης μιμήσεως φαντασίας ἀπογεννωμένων ἀρκέσει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up