Book 25
§1 Ὅταν γε μὴν τὰ παρεληλυθότα τοῖς χρόνοις εἰσάγῃς ὡς γινόμενα καὶ παρόντα, οὐ διήγησιν ἔτι τὸν λόγον, ἀλλ̓ ἐναγώνιον πρᾶγμα ποιήσεις. πεπτωκὼς δέ τις φησὶν ὁ Ξενοφῶν ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει τῇ μαχαίρᾳ εἰς τὴν γαστέρα τὸν ἵππον· ὁ δὲ σφαδάζων ἀποσείεται τὸν Κῦρον, ὁ δὲ πίπτει. τοιοῦτος ἐν τοῖς πλείστοις ὁ Θουκυδίδης.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up