Book 40
§1 Ἐν δὲ τοῖς μάλιστα μεγεθοποιεῖ τὰ λεγόμενα, καθάπερ τὰ σώματα, τῶν μελῶν ἐπισύνθεσις, ὧν ἓν μὲν οὐδὲν τμηθὲν ἀφἑτέρου καθἑαυτὸ ἀξιόλογον ἔχει, πάντα δὲ μετἀλλήλων ἐκπληροῖ τέλειον σύστημα, οὕτως τὰ μεγάλα, σκεδασθέντα μὲν ἀπἀλλήλων, ἄλλοσ̓ ἄλλῃ ἅμα ἑαυτοῖς συνδιαφορεῖ καὶ τὸ ὕψος, σωματοποιούμενα δὲ τῇ κοινωνίᾳ καὶ ἔτι δεσμῷ τῆς ἁρμονίας περικλειόμενα αὐτῷ τῷ κύκλῳ φωνήεντα γίνεται· καὶ σχεδὸν ἐν ταῖς περιόδοις ἔρανός ἐστι πλήθους τὰ μεγέθη.
§2 ἀλλὰ μὴν ὅτι γε πολλοὶ καὶ συγγραφέων καὶ ποιητῶν οὐκ ὄντες ὑψηλοὶ φύσει, μήποτε δὲ καὶ ἀμεγέθεις, ὅμως κοινοῖς καὶ δημώδεσι τοῖς ὀνόμασι καὶ οὐδὲν ἐπαγομένοις περιττὸν ὡς τὰ πολλὰ συγχρώμενοι, διὰ μόνου τοῦ συνθεῖναι καὶ ἁρμόσαι ταῦτα δὅμως ὄγκον καὶ διάστημα καὶ τὸ μὴ ταπεινοὶ δοκεῖν εἶναι περιεβάλοντο, καθάπερ ἄλλοι τε πολλοὶ καὶ Φίλιστος, Ἀριστοφάνης ἔν τισιν, ἐν τοῖς πλείστοις Εὐριπίδης, ἱκανῶς ἡμῖν δεδήλωται.
§3 μετά γέ τοι τὴν τεκνοκτονίαν Ἡρακλῆς φησι, γέμω κακῶν δὴ κοὐκέτἔσθὅποι τεθῇ. σφόδρα δημῶδες τὸ λεγόμενον, ἀλλὰ γέγονεν ὑψηλὸν τῇ πλάσει ἀναλογοῦν, εἰ δἄλλως αὐτὸ συναρμόσεις, φανήσεταί σοι, διότι τῆς συνθέσεως ποιητὴς Εὐριπίδης μᾶλλόν ἐστιν τοῦ νοῦ.
§4 ἐπὶ δὲ τῆς συρομένης ὑπὸ τοῦ ταύρου Δίρκης, εἰ δέ που τύχοι πέριξ ἑλίξας, εἷλχὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί,ἔστι μὲν γενναῖον καὶ τὸ λῆμμα, ἁδρότερον δὲ γέγονε τῷ τὴν ἁρμονίαν μὴ κατεσπεῦσθαι μηδοἷον ἐν ἀποκυλίσματι φέρεσθαι, ἀλλὰ στηριγμούς τε ἔχειν πρὸς ἄλληλα τὰ ὀνόματα καὶ ἐξερείσματα τῶν χρόνων πρὸς ἑδραῖον διαβεβηκότα μέγεθος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up