Book 27
§1 Ἔτι γε μὴν ἔσθὅτε περὶ προσώπου διηγούμενος συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας, νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δἔναρα βροτόεντα. ὃν δἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι. οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν· ἐψύχετο γάρ, εἰ παρενετίθει· ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα Ἕκτωρ· νυνὶ δἔφθακεν ἄφνω τὸν μεταβαίνοντα τοῦ λόγου μετάβασις.
§2 διὸ καὶ πρόχρησις τοῦ σχήματος τότε, ἡνίκα ὀξὺς καιρὸς ὢν διαμέλλειν τῷ γράφοντι μὴ διδῷ, ἀλλεὐθὺς ἐπαναγκάζῃ μεταβαίνειν ἐκ προσώπων εἰς πρόσωπα, ὡς καὶ παρὰ τῷ Ἑκαταίῳ· Κῆϋξ δὲ ταῦτα δεινὰ ποιούμενος αὐτίκα ἐκέλευε τοὺς Ἡρακλείδας ἐπιγόνους ἐκχωρεῖν· οὐ γὰρ ὑμῖν δυνατός εἰμι ἀρήγειν. ὡς μὴ ὦν αὐτοί τε ἀπόλησθε κἀμὲ τρώσητε, ἐς ἄλλον τινὰ δῆμον ἀποίχεσθαι.
§3 μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν. καὶ οὐδεὶς ὑμῶν χολὴν φησὶν οὐδὀργὴν ἔχων εὑρεθήσεται, ἐφοἷς βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, καὶ παρανοίξειεν ἄν τις ἐν ἀτελεῖ τῷ νῷ ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα ὅς, μιαρώτατε, εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν.
§4 οὐκ ἄλλως Πηνελόπη, κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δαὐτοῖς δαῖτα πένεσθαι; μὴ μνηστεύσαντες, μηδἄλλοθὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν, οἳ θάμἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς ἔσκε.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up