Book 23
§1 Τά γε μὴν πολύπτωτα λεγόμενα, ἀθροισμοὶ καὶ μεταβολαὶ καὶ κλίμακες, πάνυ ἀγωνιστικά, ὡς οἶσθα, κόσμου τε καὶ παντὸς ὕψους καὶ πάθους συνεργά. τί δέ; αἱ τῶν πτώσεων χρόνων προσώπων ἀριθμῶν γενῶν ἐναλλάξεις πῶς ποτε καταποικίλλουσι καὶ ἐπεγείρουσι τὰ ἑρμηνευτικά;
§2 φημὶ δὲ τῶν κατὰ τοὺς ἀριθμοὺς οὐ μόνα ταῦτα κοσμεῖν, ὁπόσα τοῖς τύποις ἑνικὰ ὄντα τῇ δυνάμει κατὰ τὴν ἀναθεώρησιν πληθυντικὰ εὑρίσκεται· αὐτίκα, φησί, λαὸς ἀπείρων θύννον ἐπἠϊόνεσσι διϊστάμενοι κελάδησαν·ἀλλἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθὅπου προσπίπτει τὰ πληθυντικὰ μεγαλορρημονέστερα καὶ αὐτῷ δοξοκοποῦντα τῷ ὄχλῳ τοῦ ἀριθμοῦ.
§3 τοιαῦτα παρὰ τῷ Σοφοκλεῖ τὰ ἐπὶ τοῦ Οἰδίπου· γάμοι, γάμοι, ἐφύσαθἡμᾶς καὶ φυτεύσαντες πάλιν ἀνεῖτε ταὐτὸ σπέρμα κἀπεδείξατε πατέρας ἀδελφοὺς παῖδας, αἷμἐμφύλιον, νύμφας, γυναῖκας, μητέρας τε χὠπόσα αἴσχιστἐν ἀνθρώποισιν ἔργα γίγνεται. πάντα γὰρ ταῦτα ἓν ὄνομά ἐστιν, Οἰδίπους, ἐπὶ δὲ θατέρου Ἰοκάστη, ἀλλὅμως χυθεὶς εἰς τὰ πληθυντικὰ ἀριθμὸς συνεπλήθυσε καὶ τὰς ἀτυχίας, καὶ ὡς ἐκεῖνα πεπλεόνασται ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες·καὶ τὸ Πλατωνικόν, καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων·
§4 οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλαὐτοὶ Ἕλληνες, οὐ μιξοβάρβαροι οἰκοῦμεν. καὶ τὰ ἑξῆς. φύσει γὰρ ἐξακούεται τὰ πράγματα κομπωδέστερα ἀγεληδὸν οὕτως τῶν ὀνομάτων ἐπισυντιθεμένων. οὐ μέντοι δεῖ ποιεῖν αὐτὸ ἐπἄλλων, εἰ μὴ ἐφὧν δέχεται τὰ ὑποκείμενα αὔξησιν πληθὺν ὑπερβολὴν πάθος, ἕν τι τούτων τὰ πλείονα, ἐπεί τοι τὸ πανταχοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up