Book 26
§1 Ἐναγώνιος δὁμοίως καὶ τῶν προσώπων ἀντιμετάθεσις καὶ πολλάκις ἐν μέσοις τοῖς κινδύνοις ποιοῦσα τὸν ἀκροατὴν δοκεῖν στρέφεσθαι· φαίης κἀκμῆτας καὶ ἀτειρέας ἄντεσθἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο.καὶ Ἄρατος μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ.
§2 ὧδέ που καὶ Ἡρόδοτος· ἀπὸ δὲ Ἐλεφαντίνης πόλεως ἄνω πλεύσεαι, καὶ ἔπειτα ἀφίξῃ ἐς πεδίον λεῖον· διεξελθὼν δὲ τοῦτο τὸ χωρίον αὖθις εἰς ἕτερον πλοῖον ἐμβὰς πλεύσεαι δὔ ἡμέρας, ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην, ὄνομα Μερόη. ὁρᾷς, ἑταῖρε, ὡς παραλαβών σου τὴν ψυχὴν διὰ τῶν τόπων ἄγει τὴν ἀκοὴν ὄψιν ποιῶν; πάντα δὲ τὰ τοιαῦτα πρὸς αὐτὰ ἀπερειδόμενα τὰ πρόσωπα ἐπ̓ αὐτῶν ἵστησι τὸν ἀκροατὴν τῶν ἐνεργουμένων.
§3 καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλὡς πρὸς μόνον τινὰ λαλῇς, Τυδείδην δοὐκ ἂν γνοίης, ποτέροισι μετείη,ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up