Third Stasimon
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840 ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις
γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845 πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850 ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,
εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.
855 Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,
ὑπὸ δʼ εὐνοίας
πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860 πειραὶ κοπάνων ἀνδροδαΐκτων
πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
865 πατέρων θʼ ἕξει μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.
, ὀτοτοτοῖ.
870 ἔα ἔα μάλα·
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
875 οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·
οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,
880 οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
885 τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890 εἰδῶμεν εἰ νικῶμεν, νικώμεθα·
ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.
σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.
οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία.
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895 κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.
ἐπίσχες, παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;
900 ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
905 καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός·
τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς.
ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
910 Μοῖρα τούτων, τέκνον, παραιτία.
καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.
οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.
915 αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
ποῦ δῆθʼ τῖμος, ὅντινʼ ἀντεδεξάμην;
αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.
μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.
920 ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
κτενεῖν ἔοικας, τέκνον, τὴν μητέρα.
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
925 τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.
κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930 ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up