ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
975
σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.
980
ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,
985
οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε
Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
990
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,
τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
995
σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
1000
ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005
τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
ἒ ἔ,
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
1010
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015
πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
οὔτις μερόπων ἀσινὴς βίοτον
διὰ παντὸς ἀπήμονʼ ἀμείψει.
1020
ἒ ἔ,
1020
μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.
ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
1025
ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.
ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις
κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ
πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος
1035
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1040
τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·
καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
1045
φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
ἆ, ἆ.
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
1050
πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
1055
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
1060
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
1065
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές τε Θυέστου·
1070
δεύτερον ἀνδρὸς βασίλεια πάθη·
λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
1075
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;
Tap any Greek word to look it up