δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
95
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;
ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
100
τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105
λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
110
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;
αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
115
μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
120
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
130
λέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲ
φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
140
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145
ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
150
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ
155
ἀπότροπον ἄγος ἀπεύχετον
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις δορυ-
160
σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ
ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης
σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
165
νέου δὲ μύθου τοῦδε κοινωνήσατε·
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;
170
εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
καὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος—
175
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
μάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται.
καὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν;
180
ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει·
185
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο,
190
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω,
εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δʼ ὑπʼ ἐλπίδος.
195
φεῦ.
195
εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην,
ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,
ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,
εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
200
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.
205
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—
καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι
210
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
215
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.
220
ἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις;
αὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ.
ἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
κἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖς
ὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;
225
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
ἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖς
σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ.
230
σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς
ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
235
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχον
240
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει
στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρων
μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι.
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένους
250
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·
260
οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
265
σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
275
ἀποχρημάτοισι ζημίαις ταυρούμενον·
αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους,
280
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ·
ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
285
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
290
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά.
295
πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
300
θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν.
305
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.
ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
310
γλῶσσα τελείσθω· τοὐφειλόμενον
πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντι παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ.
Tap any Greek word to look it up