πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον.
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃ
485
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην.
490
ὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος.
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
μέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν.
πέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
495
ἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ;
ἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις.
500
καὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ,
ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ·
οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον,
καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
505
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
510
καὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,
515
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;
θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.
τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας.
520
τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος
ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.
θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.
οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;
τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
530
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
535
ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη.
πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
540
ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
545
καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,
θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ
550
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι.
γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
555
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν·
τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
570
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;
εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ,
575
πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Tap any Greek word to look it up