The Deception
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
655 τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
εἶεν, ἀκούω· ποδαπὸς ξένος; πόθεν;
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660 τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
665 αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,
670 καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675 στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ
εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
680 ἐπείπερ ἄλλως, ξένʼ, εἰς Ἄργος κίεις,
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685 θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690 οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
695 φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
καὶ νῦν Ὀρέστηςἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
700 ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
705 τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον.
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.
710 ἀλλʼ ἔσθʼ καιρὸς ἡμερεύοντας ξένους
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715 αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε.
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
εἶεν, φίλιαι δμωίδες οἴκων,
720 πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;
πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ
χώματος, νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
725 νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
730 ἔοικεν ἁνὴρ ξένος τεύχειν κακόν·
τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Αἴγισθον κρατοῦσα τοῖς ξένοις καλεῖν
735 ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς
740 κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτʼ ἂν πύθηται μῦθον. τάλαινʼ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745 ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις
τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750 ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ
τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755 οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, δίψη τις, λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760 γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον
765 οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
770 μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·
ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
ἀλλʼ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
775 ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780 μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.
Tap any Greek word to look it up
An open-access project
Smyth 1926
Loeb
Smyth (eclectic), 1926 · 1926
The Editor

Herbert Weir Smyth (1857–1937) was Eliot Professor of Greek at Harvard University. Best known for his Greek Grammar (1920), which remains the standard reference grammar for students of ancient Greek, Smyth also produced the Loeb Classical Library edition of Aeschylus (2 volumes, 1922–1926). His combination of linguistic expertise and literary sensitivity made his Aeschylus edition particularly valuable.

About This Edition

Smyth's Loeb Aeschylus presents the Greek text with facing English translation. Following Loeb convention, the text is based on established critical editions. For a critical text of Aeschylus, the OCT by D. L. Page (1972) and M. L. West's Teubner (1990, revised 1998) are now the standard references. Smyth's translations, while sometimes dated in style, remain useful for their accuracy and his notes address many of the textual difficulties that make Aeschylus the most challenging of the three great tragedians.

Translator

Herbert Weir Smyth (Loeb Classical Library)

Text Basis

Smyth's own eclectic text, based on the manuscript tradition and Wilamowitz. Smyth was both editor and translator.

Tap any Greek word to look it up