Theseus
Ἀντιγόνη
720 πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,
νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
Οἰδίπους
τί δʼ ἔστιν, παῖ, καινόν;
ἆσσον ἔρχεται
Ἀντιγόνη
Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
Οἰδίπους
φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
725 φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
Χορός
θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,
τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
Κρέων
ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,
ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας
730 φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,
ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.
ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι
σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.
735 ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην
πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ
πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει
τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.
740 ἀλλʼ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ
ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς
καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,
ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
745 ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,
ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς
βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας
οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν
ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,
750 ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα
πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
ἆρʼ ἄθλιον τοὔνειδος, τάλας ἐγώ,
ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
755 ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν
πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν
τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
εἰπών· ἐπαξία γάρ· δʼ οἴκοι πλέον
760 δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.
Οἰδίπους
πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
λόγου δικαίου μηχάνημα ποικίλον,
τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;
765 πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς
νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,
οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·
ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς θυμούμενος
καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
770 τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι
τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·
νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι
ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,
πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
775 καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,
πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
δωροῖθʼ, ὅτʼ οὐδὲν χάρις χάριν φέροι·
780 ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;
τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.
φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.
ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,
785 ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι
κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.
οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ
χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·
ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
790 χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
ἆρʼ οὐκ ἄμεινον σὺ τἀν Θήβαις φρονῶ;
πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,
Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,
795 πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν
κάκʼ ἂν λάβοις τὰ πλείονʼ σωτήρια.
ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·
ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς
οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
Κρέων
800 πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,
σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐνἐς τῷ νῦν λόγῳ;
Οἰδίπους
ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ
πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.
Κρέων
δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
805 φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;
Οἰδίπους
γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
Κρέων
χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
Οἰδίπους
ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.
Κρέων
810 οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
Οἰδίπους
ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
Κρέων
μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους
οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ
Οἰδίπους
815 τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
Κρέων
μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
Οἰδίπους
ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;
Κρέων
παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.
Οἰδίπους
820 οἴμοι.
820 τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.
τὴν παῖδʼ ἔχεις μου;
τήνδε τʼ οὐ μακροῦ χρόνου.
ἰὼ ξένοι, τί δράσετʼ; προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
Χορός
χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
825 δίκαια πράσσεις οὔθʼ πρόσθεν εἴργασαι.
Κρέων
ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
Ἀντιγόνη
οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
θεῶν ἄρηξιν βροτῶν;
τί δρᾷς, ξένε;
Κρέων
830 οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.
Οἰδίπους
γῆς ἄνακτες.
ξένʼ, οὐ δίκαια δρᾷς.
Κρέων
δίκαια.
πῶς δίκαια;
τοὺς ἐμοὺς ἄγω.
Οἰδίπους
ἰὼ πόλις.
Χορός
τί δρᾷς, ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.
Κρέων
835 εἴργου.
835 σοῦ μὲν οὔ, τάδε γε μωμένου.
πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οἰδίπους
οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
μέθες χεροῖν
Χορός
τὴν παῖδα θᾶσσον.
μὴ ʼπίτασσʼ μὴ κρατεῖς.
840 χαλᾶν λέγω σοι.
840 σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.
πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.
Ἀντιγόνη
ἀφέλκομαι δύστηνος, ξένοι ξένοι.
Οἰδίπους
ποῦ, τέκνον, εἴ μοι;
πρὸς βίαν πορεύομαι.
845 ὄρεξον, παῖ, χεῖρας.
845 ἀλλʼ οὐδὲν σθένω.
Κρέων
οὐκ ἄξεθʼ ὑμεῖς;
τάλας ἐγώ, τάλας.
οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις
850 πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ
ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,
ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855 ὀργῇ χάριν δούς, σʼ ἀεὶ λυμαίνεται.
Χορός
ἐπίσχες αὐτοῦ, ξεῖνε.
μὴ ψαύειν λέγω.
οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.
Κρέων
καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
Χορός
860 ἀλλʼ ἐς τί τρέψει;
860 τόνδʼ ἀπάξομαι λαβών.
δεινὸν λέγοις ἄν.
τοῦτο νῦν πεπράξεται.
ἢν μή σʼ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οἰδίπους
φθέγμʼ ἀναιδές, σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρέων
αὐδῶ σιωπᾶν.
μὴ γὰρ αἵδε δαίμονες
Οἰδίπους
865 θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
ὅς μʼ, κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
πάντα λεύσσων Ἥλιος δοίη βίον
870 τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
Κρέων
ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οἰδίπους
ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.
Κρέων
οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ
875 κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
Οἰδίπους
ἰὼ τάλας.
Χορός
ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
Κρέων
δοκῶ.
Χορός
τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
Κρέων
880 τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
Οἰδίπους
ἀκούεθʼ οἷα φθέγγεται;
τά γʼ οὐ τελεῖ.
Χορός
ἴστω μέγας Ζεύς.
Κρέων
Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
Χορός
ἆρʼ οὐχ ὕβρις τάδʼ;
ὕβρις, ἀλλʼ ἀνεκτέα.
885 ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.
Θησεύς
τίς ποθʼ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,
890 οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον καθʼ ἡδονὴν ποδός.
Οἰδίπους
φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.
Θησεύς
τὰ ποῖα ταῦτα, τίς δʼ πημήνας; λέγε.
Οἰδίπους
Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων
895 ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
Θησεύς
πῶς εἶπας;
οἷά περ πέπονθʼ ἀκήκοας.
οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
900 σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ
ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,
905 εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,
ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.
νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,
τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
910 κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·
ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως
οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς
915 τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν
ἄγεις θʼ χρῄζεις καὶ παρίστασαι βίᾳ,
καί μοι πόλιν κένανδρον δούλην τινὰ
ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.
καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·
920 οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,
925 οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην
ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930 τὴν αὐτὸς αὑτοῦ, καί σʼ πληθύων χρόνος
γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935 εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
Χορός
ὁρᾷς ἵνʼ ἥκεις, ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ
φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.
Κρέων
ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
940 τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,
τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι
οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον
945 κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι
ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ
τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·
950 πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.
καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
955 θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.
πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,
σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.
Οἰδίπους
960 λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
πότερον ἐμοῦ γέροντος σαυτοῦ, τόδε;
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
965 τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ
ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου
τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
970 χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,
πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,
ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ;
εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,
975 ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,
πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;
μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,
οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι,
980 σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.
ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,
οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ
985 κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν
ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.
ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς
γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι
990 φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.
εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε
κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ
πατήρ σʼ καίνων τίνοιʼ ἂν εὐθέως;
995 δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον
τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
1000 σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν
λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,
τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.
καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
1005 κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,
ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται
τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·
ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ
αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.
1010 ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς
οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
Χορός
ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
1015 αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.
Θησεύς
ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.
Κρέων
τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς
ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
1020 χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις
τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·
εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.
1025 ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχει
καί σʼ εἷλε θηρῶνθʼ τύχη· τὰ γὰρ δόλῳ
τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.
κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σε
οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν
1030 ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,
ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν
ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
νοεῖς τι τούτων, μάτην τὰ νῦν τέ σοι
1035 δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;
Κρέων
οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί·
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ χρὴ ποεῖν.
Θησεύς
χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
1040 ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαι
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
Οἰδίπους
ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up