Second Episode
Χορός
καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος
550 Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.
Θησεύς
πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
ἔγνωκά σʼ, παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς
ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.
555 σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας
θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα
πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,
αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
560 δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις
λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης
ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·
565 ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
Οἰδίπους
Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
570 παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.
σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς
καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·
ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν
εἰπεῖν χρῄζω, χὠ λόγος διοίχεται.
Θησεύς
575 τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.
Οἰδίπους
δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
κέρδη παρʼ αὐτοῦ κρείσσονʼ μορφὴ καλή.
Θησεύς
ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
Οἰδίπους
580 χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
Θησεύς
ποίῳ γὰρ σὴ προσφορὰ δηλώσεται;
Οἰδίπους
ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ
Θησεύς
τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ
λῆστιν ἴσχεις διʼ οὐδενὸς ποεῖ.
Οἰδίπους
585 ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
Θησεύς
ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.
Οἰδίπους
ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
Θησεύς
πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—
Οἰδίπους
κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.
Θησεύς
590 ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.
Οἰδίπους
ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.
Θησεύς
μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.
Οἰδίπους
ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.
Θησεύς
δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
Οἰδίπους
595 πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.
Θησεύς
τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
Οἰδίπους
οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.
Θησεύς
τί γὰρ τὸ μεῖζον κατʼ ἄνθρωπον νοσεῖς;
Οἰδίπους
οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
600 πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι
πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.
Θησεύς
πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;
Οἰδίπους
τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
Θησεύς
ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
Οἰδίπους
605 ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.
Θησεύς
καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;
Οἰδίπους
φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.
τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ παγκρατὴς χρόνος.
610 φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,
θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,
καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν
φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.
τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ
615 τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.
καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
καλῶς τὰ πρὸς σέ, μυρίας μυρίος
χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,
ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
620 δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·
ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
ψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται,
εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.
ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη,
625 ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
πιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖς
ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
τῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με.
Χορός
ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπη
630 γῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.
Θησεύς
τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδʼ, ὅτῳ πρῶτον μὲν δορύξενος
κοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία;
ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένος
635 γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.
ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριν
τὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ.
εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
τάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα,
640 τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι
κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.
Οἰδίπους
Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
Θησεύς
τί δῆτα χρῄζεις; δόμους στείχειν ἐμούς;
Οἰδίπους
εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ χῶρός ἐσθʼ ὅδε,
Θησεύς
645 ἐν τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.
Οἰδίπους
ἐν κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.
Θησεύς
μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.
Οἰδίπους
εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
Θησεύς
θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.
Οἰδίπους
650 οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.
Θησεύς
οὔκουν πέρα γʼ ἂν οὐδὲν λόγῳ φέροις.
Οἰδίπους
πῶς οὖν ποήσεις;
τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;
ἥξουσιν ἄνδρες
ἀλλὰ τοῖσδʼ ἔσται μέλον.
ὅρα με λείπων
μὴ δίδασχʼ χρή με δρᾶν.
655 ὀκνοῦντʼ ἀνάγκη.
655 τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
οὐκ οἶσθʼ ἀπειλὰς
οἶδʼ ἐγώ σε μή τινα
Θησεύς
ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.
πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλʼ νοῦς ὅταν
660 αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.
κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν
τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται
μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
665 γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·
ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι
τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up