Fourth Episode
ὁρᾶτʼ ἔμʼ, γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
810 κοὔποτʼ αὖθις. ἀλλά μʼ παγκοίτας Ἅιδας ζῶσαν ἄγει
τὰν Ἀχέροντος
ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός
815 πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω.
Χορός
οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ
ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων,
οὔτε φθινάσιν πληγεῖσα νόσοις
820 οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ,
ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ
θνητῶν Ἅιδην καταβήσει.
ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν
825 Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
ὡς φάτις ἀνδρῶν,
830 χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις
δειράδας· με δαίμων ὁμοιοτάταν κατευνάζει.
ἀλλὰ θεός τοι καὶ θεογεννής,
835 ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
840 οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον;
πόλις, πόλεως πολυκτήμονες ἄνδρες·
ἰὼ Διρκαῖαι κρῆναι
845 Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι,
οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
850 ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
προβᾶσʼ ἐπʼ ἔσχατον θράσους
ὑψηλὸν ἐς Δίκας βάθρον
855 προσέπεσες, τέκνον, πολύ·
πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον.
ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος
860 ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
ἰὼ ματρῷαι λέκτρων
865 ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,
οἵων ἐγώ ποθʼ ταλαίφρων ἔφυν·
πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.
870 ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
θανὼν ἔτʼ οὖσαν κατήναρές με.
σέβειν μὲν εὐσέβειά τις,
κράτος δʼ ὅτῳ κράτος μέλει
παραβατὸν οὐδαμᾷ πέλει·
875 σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.
Ἀντιγόνη
ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
λαμπάδος ἱερὸν ὄμμα
880 θέμις ὁρᾶν ταλαίνᾳ.
τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον
οὐδεὶς φίλων στενάζει.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up