Φύλαξ
ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη·
385
τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
Χορός
ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρέων
τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φύλαξ
ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.
ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ
390
σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος,
395
κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον
κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο,
ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος
400
δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν.
Κρέων
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι.
Κρέων
ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
Φύλαξ
ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405
ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω;
Κρέων
καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
Φύλαξ
τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν,
πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι,
πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
410
νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,
ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις
κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου.
415
χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς
τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
420
ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας
αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον.
καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
425
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
430
ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
435
πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο,
ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν
440
ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
Κρέων
σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;
Ἀντιγόνη
καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Κρέων
σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
445
ἔξω βαρείας αἰτίας ἐλεύθερον·
σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
Ἀντιγόνη
ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
Κρέων
καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους;
Ἀντιγόνη
450
οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν
455
νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν.
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη.
τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην
460
δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ;
κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω.
ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει;
465
οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς
μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν,
κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι.
σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
470
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
Χορός
δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.
Κρέων
ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
475
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις·
σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους
ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας.
480
αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο,
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ,
485
εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη.
ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα
τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
490
ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως
λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν.
φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
495
μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
Ἀντιγόνη
θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών;
Κρέων
ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω.
Ἀντιγόνη
τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
500
ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
505
λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
510
σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
Ἀντιγόνη
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
515
οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
Κρέων
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
Κρέων
πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρέων
520
ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
Ἀντιγόνη
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
Ἀντιγόνη
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
525
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
Χορός
καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,
φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·
νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν
ῥέθος αἰσχύνει,
530
τέγγουσʼ εὐῶπα παρειάν.
Κρέων
σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη
λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον
τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
535
φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι;
Ἰσμήνη
δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη
ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ
οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
Ἰσμήνη
540
ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη
ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·
λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ἰσμήνη
μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ
545
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι.
Ἀντιγόνη
μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.
Ἰσμήνη
καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Ἀντιγόνη
Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη
550
τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη;
Ἀντιγόνη
ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.
Ἰσμήνη
τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;
Ἀντιγόνη
σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.
Ἰσμήνη
οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Ἀντιγόνη
555
σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
Ἰσμήνη
ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
Ἀντιγόνη
καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν.
Ἰσμήνη
καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία.
Ἀντιγόνη
θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι
560
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
Κρέων
τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.
Ἰσμήνη
οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται.
Κρέων
565
σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά.
Ἰσμήνη
τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον;
Κρέων
ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι.
Ἰσμήνη
ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
Κρέων
ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
Ἰσμήνη
570
οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα.
Κρέων
κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
Ἀντιγόνη
ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ.
Κρέων
ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
Χορός
ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
Κρέων
575
Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ.
Χορός
δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν.
Κρέων
καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν
κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ
γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας.
580
φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
Tap any Greek word to look it up