Fourth Stasimon
Κρέων
ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν;
885 οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ,
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
890 μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται.
Ἀντιγόνη
τύμβος, νυμφεῖον, κατασκαφὴς
οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων·
895 ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
900 ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.
καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.
905 οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.
τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
910 καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,
μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
915 καὶ δεινὰ τολμᾶν, κασίγνητον κάρα.
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων δύσμορος
920 ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.
925 ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά,
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν καὶ δρῶσιν ἐκδίκως ἐμέ.
Χορός
ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
930 ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν.
Κρέων
τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.
Ἀντιγόνη
οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω
τοὔπος ἀφῖκται.
Χορός
935 θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
Ἀντιγόνη
γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ κοὐκέτι μέλλω.
940 λεύσσετε, Θήβης οἱ κοιρανίδαι
τὴν βασιλειδᾶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up