Κρέων
ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
165
ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν,
κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
170
ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων.
175
ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
180
ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει,
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,
185
οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
190
πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν,
καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι·
Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195
ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει,
τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι
ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
200
φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος
κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ
μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
205
ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν.
τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ
τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων·
ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
210
καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
Χορός
σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρέων
215
ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.
Χορός
νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρέων
ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.
Χορός
τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;
Κρέων
τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορός
220
οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρέων
καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φύλαξ
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
225
πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·
τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων
230
ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;
τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν
σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·
235
τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
Κρέων
τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;
Φύλαξ
φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ
πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,
240
οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
Κρέων
εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.
Φύλαξ
τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.
Κρέων
οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;
Φύλαξ
245
καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως
θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·
Κρέων
τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
Φύλαξ
οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
250
πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ
καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη
τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.
ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
255
ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·
σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν
ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
260
φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.
εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.
ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν
265
καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.
τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
270
νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν
οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς
πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον
σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
275
πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Χορός
ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι
Κρέων
280
παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,
μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
285
ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
ναοὺς πυρώσων ἦλθε κἀναθήματα
καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
290
ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ
λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
295
οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις
πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·
τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·
300
πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.
ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,
305
εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·
εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,
οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,
310
ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι
οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
Φύλαξ
315
εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
Κρέων
οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φύλαξ
ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;
Κρέων
τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φύλαξ
ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.
Κρέων
320
οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φύλαξ
οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ.
Κρέων
καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φύλαξ
φεῦ·
ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρέων
κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
325
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φύλαξ
ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με·
330
καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
Tap any Greek word to look it up