Eurydice
Ἄγγελος
1155 Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον
οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
1160 καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
1165 καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ
1170 τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός
τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος
τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός
καὶ τίς φονεύει; τίς δʼ κείμενος; λέγε.
Ἄγγελος
1175 Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.
Χορός
πότερα πατρῴας πρὸς οἰκείας χερός;
Ἄγγελος
αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός
μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.
Ἄγγελος
ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός
1180 καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς τύχῃ πάρα.
Εὐρυδίκη
πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
1185 ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης
χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ
βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
1190 ἀλλʼ ὅστις ἦν μῦθος αὖθις εἴπατε·
κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.
Ἄγγελος
ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον
1195 ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.
ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
1200 Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
θαλλοῖς δὴ 'λέλειπτο συγκατῄθομεν,
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
1205 νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς
1210 ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος
ἵησι δυσθρήνητον· τάλας ἐγώ,
ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
1215 ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ
ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
φθόγγον συνίημʼ θεοῖσι κλέπτομαι.
τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
1220 ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
1225 καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
1230 ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας παῖς,
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου
πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ δύσμορος
1235 αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν
ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
1240 κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
Χορός
τί τοῦτʼ ἂν εἰκάσειας; γυνὴ πάλιν
1245 φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν κακὸν λόγον.
Ἄγγελος
καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
1250 γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
Χορός
οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν τʼ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος
ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
1255 δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις.
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορός
καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
1260 ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up