Third Episode
Κρέων
τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον.
παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
Αἵμων
635 πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι.
ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
Κρέων
οὕτω γάρ, παῖ, χρὴ διὰ στέρνων ἔχειν,
640 γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι.
τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς
κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
645 ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα,
τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
μή νύν ποτʼ, παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς
γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι
650 ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
γένοιτʼ ἂν ἕλκος μεῖζον φίλος κακός;
ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί.
655 ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει,
ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία
ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει
660 ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
ὅστις δʼ ὑπερβὰς νόμους βιάζεται
τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
665 οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν,
670 δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους
οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
675 τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων
σῴζει τὰ πολλὰ σώμαθʼ πειθαρχία.
οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις,
κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
680 κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν.
Χορός
ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
Αἵμων
πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον.
685 ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν.
γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον.
σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
λέγει τις πράσσει τις ψέγειν ἔχει.
690 τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ
λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε,
τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις,
πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
695 κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει.
ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν
εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος.
οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
700 τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.
ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
ἄγαλμα μεῖζον, τί πρὸς παίδων πατρί;
705 μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν.
ὅστις γὰρ αὐτὸς φρονεῖν μόνος δοκεῖ,
γλῶσσαν, ἣν οὐκ ἄλλος, ψυχὴν ἔχειν,
οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
710 ἀλλʼ ἄνδρα, κεἴ τις σοφός, τὸ μανθάνειν
πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται.
715 αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου
720 πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ
φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων·
εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
Χορός
ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει,
725 μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ.
Κρέων
οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αἵμων
μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον τἄργα σκοπεῖν.
Κρέων
730 ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
Αἵμων
οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρέων
οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ;
Αἵμων
οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς.
Κρέων
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
735 ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος;
Κρέων
ἄλλῳ γὰρ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός;
Αἵμων
πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός.
Κρέων
οὐ τοῦ κρατοῦντος πόλις νομίζεται;
Αἵμων
καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρέων
740 ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
Αἵμων
εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αἵμων
οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ.
Κρέων
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
745 οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
Κρέων
μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
750 ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς.
Αἵμων
δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα.
Κρέων
κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς;
Αἵμων
τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αἵμων
755 εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν.
Κρέων
γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
Αἵμων
βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
Κρέων
ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι,
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
760 ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
Αἵμων
οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ
τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,
765 ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
Χορός
ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
Κρέων
δράτω· φρονείτω μεῖζον κατʼ ἄνδρʼ ἰών·
τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.
Χορός
770 ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
Κρέων
οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
Χορός
μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;
Κρέων
ἄγων ἔρημος ἔνθʼ ἂν βροτῶν στίβος
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
775 φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις.
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι
780 πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up