Parodos
100 ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν
Θήβᾳ τῶν προτέρων φάος,
ἐφάνθης ποτʼ, χρυσέας
ἁμέρας βλέφαρον,
105 Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,
τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ
φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ·
Χορός
110 ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους
ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων
ὀξέα κλάζων
ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,
λευκῆς χιόνος πτέρυγι στεγανός,
115 πολλῶν μεθʼ ὅπλων
ξύν θʼ ἱπποκόμοις κορύθεσσιν.
στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ
λόγχαις ἑπτάπυλον στόμα
ἔβα, πρίν ποθʼ ἁμετέρων
120 αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων
πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη
125 πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.
Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους
ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν
πολλῷ ῥεύματι προσνισσομένους
130 χρυσοῦ καναχῆς ὑπεροπλίαις,
παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
ἐπʼ ἄκρων ἤδη
νίκην ὁρμῶντʼ ἀλαλάξαι.
ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς
135 πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ
βακχεύων ἐπέπνει
ῥιπαῖς ἐχθίστων ἀνέμων.
εἶχε δʼ ἄλλᾳ τὰ μέν,
ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης
140 δεξιόσειρος.
ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις
ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον
Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,
πλὴν τοῖν στυγεροῖν, πατρὸς ἑνὸς
145 μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν
δικρατεῖς λόγχας στήσαντʼ ἔχετον
κοινοῦ θανάτου μέρος ἄμφω.
ἀλλὰ γὰρ μεγαλώνυμος ἦλθε Νίκα
τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
150 ἐκ μὲν δὴ πολέμων
τῶν νῦν θέσθαι λησμοσύναν,
θεῶν δὲ ναοὺς χοροῖς
παννυχίοις πάντας ἐπέλθωμεν, Θήβας δʼ ἐλελίχθων
Βάκχιος ἄρχοι.
155 ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
Κρέων Μενοικέως ἄρχων νεοχμὸς
νεαραῖσι θεῶν ἐπὶ συντυχίαις
χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
160 ὅτι σύγκλητον τήνδε γερόντων
προὔθετο λέσχην,
κοινῷ κηρύγματι πέμψας;
Tap any Greek word to look it up
An open-access project
Jebb 1912
Loeb
Jebb, Cambridge, 1912 · 1912
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up