Parallel Lives
Publicola
Family and the overthrow of the kings
§1 τοιούτῳ δὴ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, τοῦτο μὲν ὕστερον Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλλέριος ἐκαλεῖτο, Οὐαλλερίου δοκῶν ἀπόγονος εἶναι τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σαβίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον· γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλλάξας ἐκεῖνός ἐστι.
§2 τούτῳ δὴ κατὰ γένος προσήκων Οὐαλλέριος, ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δικαίων, ἀφʼ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων.
§3 ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλʼ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλʼ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς,
§4 μέχρι μὲν ἐπίδοξος ἦν δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ· δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν.
§5 ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλλερίου Ταρκύνιος Κολλατῖνος, Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλλερίου διαφέρων, ἀλλʼ οἱ δυνατοί δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον.
The conspiracy of Brutus and Collatinus
§1 ἀγανακτῶν οὖν Οὐαλλέριος, εἰ μὴ πιστεύεται πάντα πράττειν ἕνεκα τῆς πατρίδος, ὅτι μηδὲν ἰδίᾳ κακὸν ὑπὸ τῶν τυράννων πέπονθε, τῆς τε βουλῆς ἀπέστη καὶ τὰς συνηγορίας ἀπεῖπε καὶ τὸ πράττειν τὰ κοινὰ παντελῶς ἐξέλιπεν, ὥστε καὶ λόγον τοῖς πολλοῖς παρασχεῖν καὶ φροντίδα, φοβουμένοις μὴ διʼ ὀργὴν προσθέμενος τοῖς βασιλεῦσιν ἀνατρέψῃ τὰ πράγματα καὶ τὴν πόλιν ἐπισφαλῶς ἔχουσαν·
§2 ἐπεὶ δὲ καὶ πρὸς ἑτέρους τινὰς ὑποψίαν ἔχων Βροῦτος ἐβούλετο διὰ σφαγίων ὁρκῶσαι τὴν βουλὴν καὶ προεῖπεν ἡμέραν, καταβὰς μάλα φαιδρὸς εἰς ἀγορὰν Οὐαλλέριος, καὶ πρῶτος ὀμόσας μηδὲν ἐνδώσειν μηδʼ ὑφήσεσθαι Ταρκυνίοις, ἀλλὰ πολεμήσειν κατὰ κράτος ὑπὲρ τῆς ἐλευθερίας, ἡδονήν τε τῇ βουλῇ καὶ θάρσος ἅμα τοῖς ἄρχουσι παρέσχεν. εὐθὺς δὲ καὶ τὰ ἔργα τὸν ὅρκον ἐβεβαίου.
§3 πρέσβεις γὰρ ἧκον ἀπὸ Ταρκυνίου γράμματα κομίζοντες ἐπαγωγὰ τοῦ δήμου καὶ λόγους ἐπιεικεῖς, οἷς μάλιστα τοὺς πολλοὺς ᾤοντο διαφθείρειν, λεγομένοις παρὰ βασιλέως ἀφεικέναι τὸ φρόνημα καὶ μετρίων δεῖσθαι δοκοῦντος. τούτους εἰς τὸ πλῆθος οἰομένων δεῖν τῶν ὑπάτων προαγαγεῖν οὐκ εἴασεν Οὐαλλέριος, ἀλλʼ ἐνέστη καὶ διεκώλυσεν ἀνθρώποις πένησι καὶ βαρυνομένοις μᾶλλον τῆς τυραννίδος τὸν πόλεμον ἀρχὰς καὶ προφάσεις νεωτερισμῶν ἐγγενέσθαι.
The expulsion of the kings
§1 μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι τῆς τε βασιλείας ἀφίστασθαι καὶ πολεμοῦντα παυσασθαι τὸν Ταρκύνιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφʼ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλατίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀποκαλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψηφίσασθαι.
§2.1 συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π· αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετʼ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον μετʼ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλʼ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις.
§2.2 ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, δʼ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας,
§3 καὶ ταῦτʼ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δʼ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας·
§4 ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δʼ ἀβελτερίᾳ προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδʼ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.
The first consuls
§1 ὡς δʼ οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυλλίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας, ἐπὶ τούτοις εἰς τὴν Ἀκυλλίων οἰκίαν συνῆλθον. ἦν δʼ οἶκος, ἐν ταῦτα δράσειν ἔμελλον, οἷον εἰκὸς, ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν αὐτοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον κατακρύψας ἑαυτόν, οὐ κατʼ ἐπιβουλὴν προαίσθησίν τινα τοῦ μέλλοντος,
§2 ἀλλʼ ἔνδον ὢν ἔτυχε καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς ὑπέστη, λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέσθαι καὶ τῶν βουλευμάτων ἐπήκοος. ἔδοξε δʼ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι· καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυλλίων ξένοι γεγονότες, καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν.
§3 ὡς δὲ ταῦτα πράξαντες ἀπηλλάγησαν, ὑπεξελθὼν Οὐινδίκιος λάθρα, χρήσασθαι τοῖς προσπεσοῦσιν οὐκ εἶχεν, ἀλλʼ ἠπορεῖτο, δεινὸν μὲν ἡγούμενος, ὥσπερ ἦν, πρὸς πατέρα Βροῦτον υἱῶν ἐξάγιστα κατηγορεῖν πρὸς θεῖον ἀδελφιδῶν τὸν Κολλατῖνον, ἰδιώτην δὲ Ῥωμαίων οὐδένα νομίζων ἐχέγγυον ἀπορρήτων τηλικούτων.
§4 πᾶν δʼ αὖ μᾶλλον δυνατὸς ὢν ἡσυχίαν ἄγειν, ἐλαυνόμενος δὲ τῷ συνειδότι τοῦ πράγματος, ὥρμησέ πως πρὸς τὸν Οὐαλλέριον, μάλιστά τοῖς κοινοῖς καὶ φιλανθρώποις ἐπαχθεὶς τοῦ ἀνδρός, ὅτι πᾶσιν εὐπρόσοδος ἦν τοῖς δεομένοις, καὶ τὴν οἰκίαν ἀεὶ παρεῖχεν ἀνεῳγμένην, καὶ λόγον οὐδενὸς οὐδὲ χρείαν ἀπερρίπτει τῶν ταπεινῶν.
The conspiracy of the Aquilii
§1 ὡς οὖν ἀνέβη πρὸς αὐτὸν Οὐινδίκιος καὶ κατεῖπε πάντα, Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός, ἐκπλαγεὶς καὶ δείσας Οὐαλλέριος οὐκέτι προήκατο τὸν ἄνθρωπον, ἀλλὰ κατακλείσας εἰς τὸ οἴκημα καὶ φύλακα τὴν ἑαυτοῦ γυναῖκα ταῖς θύραις ἐπιστήσας, τὸν μὲν ἀδελφὸν ἐκέλευσε τὴν βασιλικὴν ἔπαυλιν περισχόντα τὰ γράμματα λαβεῖν, ἂν δυνατὸν , καὶ τοὺς οἰκέτας παραφυλάττειν αὐτὸς δὲ πελατῶν τε πολλῶν καὶ φίλων ἀεὶ περὶ αὐτὸν ὄντων καὶ θεραπείας συχνῆς, ἐβάδιζε πρὸς τὴν οἰκίαν τῶν Ἀκυλλίων οὐκ ἔνδον ὄντων .
§2 διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος διὰ θυρῶν ἐπιτυγχάνει τοῖς γράμμασι κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις, ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ Ἀκύλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμμίξαντες ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς. οἱ δʼ ἠμύνοντο, καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες διὰ τῶν στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον. τὰ δʼ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων ἐπιλαμβανομένου, καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν ἕλκοντος εἰς τὴν ἀγοράν.
The letters discovered
§1 ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι καὶ τοῦ Οὐαλλερίου κελεύσαντος ἐκ τῆς οἰκίας Οὐινδίκιος προήχθη, καί γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμματα καί πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν μὲν κατήφεια καί σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο. καί τι καί Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυμένος καί Οὐαλλέριος σιωπῶν, δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ἄγε, Τίτε, εἶπεν, ἄγε, Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;
§2 ὡς δʼ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ὑμέτερον ἤδη, εἶπε, τὸ λοιπὸν ἔργον. οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα,
§3 τῶν μὲν ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖνον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε μήτε οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καί βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παισίν ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει τὰς κεφαλὰς ἀπέκοψαν, οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι ποιησάμενος ᾤχετʼ ἐξαναστάς, ἔργον εἰργασμένος οὔτʼ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφικτόν.
§4 γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησε τὴν ψυχήν, πάθους μέγεθος εἰς ἀναλγησίαν. οὐδέτερον δὲ μικρὸν οὐδʼ ἀνθρώπινον, ἀλλʼ θεῖον θηριῶδες. δίκαιον δὲ τῇ δόξῃ τοῦ ἀνδρὸς τὴν κρίσιν ἕπεσθαι μᾶλλον τὴν ἀρετὴν ἀσθενείᾳ τοῦ κρίνοντος ἀπιστεῖσθαι. Ῥωμαῖοι γὰρ οὐ τοσοῦτον ἔργον οἴονται Ῥωμύλου γενέσθαι τῆς πόλεως τὴν ἵδρυσιν, ὅσον Βρούτου τὴν κτίσιν τῆς πολιτείας καί κατάστασιν.
Brutus condemns his sons
§1 ὡς δʼ οὖν ἀπῆλθεν ἐξ ἀγορᾶς τότε, πολὺν μὲν χρόνον ἔκπληξις εἶχε καὶ φρίκη καὶ σιωπὴ πάντας ἐπὶ τοῖς διαπεπραγμένοις· πρὸς δὲ τὴν Κολλατίνου μαλακίαν καὶ μέλλησιν ἀνεθάρρησαν οἱ Ἀκύλλιοι, καὶ χρόνον ἠξίουν λαβόντες ἀπολογήσασθαι, καὶ τὸν Οὐινδίκιον αὐτοῖς ἀποδοθῆναι δοῦλον ὄντα, καὶ μὴ παρὰ τοῖς κατηγόροις εἶναι.
§2 βουλομένου δὲ ταῦτα συγχωρεῖν καὶ διαλύοντος ἐπὶ τούτοις τὴν ἐκκλησίαν, Οὐαλλέριος οὔτε τὸν ἄνθρωπον οἷός τʼ ἦν ἀφεῖναι τῷ περὶ αὐτὸν ὄχλῳ καταμειγμένον, οὔτε τὸν δῆμον εἴα προέμενον τοὺς προδότας ἀπελθεῖν. τέλος δὲ τοῖς σώμασιν ἐπιβαλὼν τὰς χεῖρας ἐπεκαλεῖτο τὸν Βροῦτον, καὶ τὸν Κολλατῖνον ἐβόα δεινὰ ποιεῖν, εἰ τῷ συνάρχοντι παιδοφονίας ἀνάγκην προστριψάμενος αὐτὸς οἴεται δεῖν καταχαρίζεσθαι ταῖς γυναιξὶ τοὺς προδότας καὶ πολεμίους τῆς πατρίδος.
§3 ἀγανακτοῦντος δὲ τοῦ ὑπάτου καὶ κελεύοντος ἀπάγεσθαι τὸν Οὐινδίκιον, οἱ μὲν ὑπηρέται διωσάμενοι τὸν ὄχλον ἥπτοντο τοῦ ἀνθρώπου καὶ τοὺς ἀφαιρουμένους ἔτυπτον, οἱ δὲ φίλοι τοῦ Οὐαλλερίου προέστησαν ἀμυνόμενοι· καὶ δῆμος ἐβόα κελεύων παρεῖναι τὸν Βροῦτον. ἧκεν οὖν αὖθις ὑποστρέψας· καὶ γενομένης αὐτῷ σιωπῆς εἶπεν ὅτι τοῖς μὲν υἱοῖς αὐτὸς ἀποχρῶν ἦν δικαστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι ψῆφον δίδωσι· λεγέτω δὲ βουλόμενος καὶ πειθέτω τὸν δῆμον. οὐκέτι μέντοι λόγων ἐδέησεν, ἀλλὰ τῆς ψήφου δοθείσης πάσαις ἁλόντες ἐπελεκίσθησαν.
§4 δὲ Κολλατῖνος ἦν μὲν, ὡς ἔοικεν, ἐν ὑποψίᾳ τινὶ καὶ διὰ συγγένειαν τῶν βασιλέων, ἤχθοντο δʼ αὐτοῦ καὶ τῷ δευτέρῳ τῶν ὀνομάτων, ἀφοσιούμενοι τὸν Ταρκύνιον. ὡς δὲ καὶ ταῦτα συνέβη, παντάπασι προσκρούσας ἀφῆκε τὴν ἀρχὴν ἑκὼν καὶ τῆς πόλεως ὑπεξῆλθεν. οὕτω δὴ πάλιν ἀρχαιρεσιῶν γενομένων ὕπατος ἀπεδείχθη λαμπρῶς Οὐαλλέριος, ἀξίαν ἀπολαβὼν τῆς προθυμίας χάριν·
§5 ἧς οἰόμενός τι δεῖν ἀπολαῦσαι τὸν Οὐινδίκιον ἐψηφίσατο πρῶτον ἀπελεύθερον ἐκεῖνον ἐν Ῥώμῃ γενέσθαι πολίτην καὶ φέρειν ψῆφον βούλοιτο φρατρίᾳ προσνεμηθέντα. τοῖς δʼ ἄλλοις ἀπελευθέροις ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐξουσίαν ψήφου δημαγωγῶν ἔδωκεν Ἄππιος δὲ παντελὴς ἀπελευθέρωσις ἄχρι νῦν οὐινδίκτα λέγεται διʼ ἐκεῖνον, ὥς φασι, τὸν Οὐινδίκιον.
Publicola as consul
§1 ἐκ τούτου τὰ μὲν χρήματα τῶν βασιλέων διαρπάσαι τοῖς Ῥωμαίοις ἔδωκαν, τὴν δὲ οἰκίαν κατέσκαψαν καὶ τὴν ἔπαυλιν τοῦ δʼ Ἀρείου πεδίου τὸ ἥδιστον ἐκέκτητο Ταρκύνιος, καὶ τοῦτο τῷ θεῷ καθιέρωσαν, ἔτυχε δὲ τεθερισμένον ἄρτι, καὶ κειμένων ἔτι τῶν δραγμάτων οὐκ ᾤοντο δεῖν ἀλοᾶν οὐδὲ χρῆσθαι διὰ τὴν καθιέρωσιν, ἀλλὰ συνδραμόντες ἐφόρουν τὰς ἀμάλλας εἰς τὸν ποταμόν.
§2 ὡς δʼ αὕτως καὶ τὰ δένδρα κόπτοντες ἐνέβαλλον, ἀργὸν παντάπασι τὸ χωρίον ἀνιέντες τῷ θεῷ καὶ ἄκαρπον. ὠθουμένων δὲ πολλῶν ἐπʼ ἀλλήλοις καὶ ἀθρόων ὑπήγαγεν ῥοῦς οὐ πολὺν τόπον, ἀλλʼ ὅπου τὰ πρῶτα συνενεχθέντα καὶ περιπεσόντα τοῖς στερεοῖς ὑπέστη, τῶν ἐπιφερομένων διέξοδον οὐκ ἐχόντων, ἀλλʼ ἐνισχομένων καὶ περιπλεκομένων, ἐλάμβανεν σύμπηξις ἰσχὺν καὶ ῥίζωσιν αὐξανομένην ὑπὸ τοῦ ῥεύματος.
§3 ἰλύν τε γὰρ ἐπήγαγε πολλήν, προσισταμένη τροφὴν παρεῖχεν ἅμα καὶ κόλλησιν, αἵ τε πληγαὶ σάλον οὐκ ἐποίουν, ἀλλὰ μαλακῶς πιέζουσαι συνήλαυνον εἰς ταὐτὸ πάντα καὶ συνέπλαττον. ὑπὸ δὲ μεγέθους καὶ στάσεως ἕτερον αὐτὸ μέγεθος ἐκτᾶτο καὶ χώραν ἀναδεχομένην τὰ πλεῖστα τῶν ὑπὸ τοῦ ποταμοῦ καταφερομένων. τοῦτο νῦν νῆσός ἐστιν ἱερὰ κατὰ τὴν πόλιν, ἔχει δὲ ναοὺς θεῶν καὶ περιπάτους, καλεῖται δὲ φωνῇ τῇ Λατίνων Μέση δυεῖν γεφυρῶν.
§4 ἔνιοι δὲ τοῦτο συμπεσεῖν ἱστοροῦσιν οὐχ ὅτε Ταρκυνίου καθιερώθη τὸ πεδίον, ἀλλὰ χρόνοις ὕστερον ἄλλο χωρίον ὁμοροῦν ἐκείνῳ Ταρκυνίας ἀνείσης. δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν, τὸ δʼ ἐξεῖναι γαμεῖσθαι ψηφισαμένων οὐ προσεδέξατο. καὶ ταῦτα μὲν οὕτω γενέσθαι μυθολογοῦσι.
Popular suspicion of tyranny
§1 Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον. ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων Ταρκυνίου παῖς καὶ Βροῦτος Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλʼ ὑπʼ ἔχθους καὶ ὀργῆς,
§2 μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, δὲ τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις. θυμῷ δὲ μᾶλλον λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις. οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος.
§3 ἦν οὖν ἐν ἀπόροις Οὐαλλέριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώτας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρομένους δὲ τοῖς τῶν πολεμίων οὕτως ἄκριτος ἦν καὶ παράλληλος ὑπὸ πλήθους φόνος, οὐ μὴν ἀλλʼ ἑκατέροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων.
§4 ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις, καὶ γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆναι τὸ ἄλσος, ἐκ δʼ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρρηνῶν Ῥωμαίων, ἦν δʼ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθύς τε γὰρ ὑπʼ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον ἐκ τοῦ στρατοπέδου καὶ διεσπάρησαν οἱ πλεῖστοι·
§5.1 τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν. οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρʼ ἕνα τοσοῦτοι.
§5.2 ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δʼ ἀπʼ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων.
§6 καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδʼ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας· οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν. ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε·
§7 καὶ λόγον ἐπʼ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκείνου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι. λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ῥήτωρ ἱστόρηκεν.
Publicola demolishes his house on the Velian hill
§1 ἀλλὰ διʼ ἐκεῖνα μᾶλλον ἤχθοντο τῷ Οὐαλλερίῳ καὶ προσέκρουον, ὅτι Βροῦτος μέν, ὃν πατέρα τῆς ἐλευθερίας ἐνόμιζεν δῆμος, οὐκ ἠξίωσε μόνος ἄρχειν, ἀλλὰ καὶ πρῶτον αὐτῷ συνάρχοντα προσείλετο καὶ δεύτερον οὑτοσὶ δʼ, ἔφασαν, εἰς αὐτόν ἅπαντα συνενεγκάμενος οὐκ ἔστι τῆς Βρούτου κληρονόμος ὑπατείας μηδὲν αὐτῷ προσηκούσης, ἀλλὰ τῆς Ταρκυνίου τυραννίδος.
§2 καίτοι τί δεῖ λόγῳ μὲν Βροῦτον ἐγκωμιάζειν, ἔργῳ δὲ μιμεῖσθαι Ταρκύνιον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι κατιόντα μόνον ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος ὅσην οὐ καθεῖλε τὴν τοῦ βασιλέως; καὶ γὰρ ὄντως Οὐαλλέριος ᾤκει τραγικώτερον ὑπὲρ τὴν καλουμένην Οὐελίαν οἰκίαν ἐπικρεμαμένην τῇ ἀγορᾷ καὶ καθ ο ρ ῶς αν ἐξ ὕψους ἅπαντα, δυσπρόσοδον δὲ πελάσαι καὶ χαλεπὴν ἔξωθεν, ὥστε καταβαίνοντος αὐτοῦ τὸ σχῆμα μετέωρον εἶναι καὶ βασιλικὸν τῆς προπομπῆς τὸν ὄγκον.
§3 ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν. ἀκούσας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονείκησεν, οὐδʼ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας ἔτι νυκτὸς οὔσης κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν,
§4 ὥστε μεθʼ ἡμέραν τούς Ῥωμαίους ὁρῶντας καὶ συνισταμένους τοῦ μὲν ἀνδρὸς ἀγαπᾶν καὶ θαυμάζειν τὴν μεγαλοφροσύνην, ἄχθεσθαι δὲ τῆς οἰκίας καὶ ποθεῖν τὸ μέγεθος καὶ τὸ κάλλος, ὥσπερ ἀνθρώπου, διὰ φθόνον οὐ δικαίως καταλελυμένης, τοῦ δὲ ἄρχοντος, ὥσπερ ἀνεστίου, παρʼ ἑτέροις οἰκοῦντος. ἐδέχοντο γὰρ οἱ φίλοι τὸν Οὐαλλέριον ἄχρι οὗ τόπον ἔδωκεν δῆμος αὐτῷ καὶ κατεσκεύασεν οἰκίαν ἐκείνης μετριωτέραν, ὅπου νῦν ἱερόν ἐστιν Οὐίκας Πότας ὀνομαζό μενον.
§5 βουλόμενος δὲ μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀντὶ φοβερᾶς χειροήθη καὶ προσφιλῆ ποιεῖν τοῖς πολλοῖς, τούς τε πελέκεις ἀπέλυσε τῶν ῥάβδων, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ὑφῆκε τῷ δήμῳ καὶ κατέκλινε, μέγα ποιῶν τὸ πρόσχημα τῆς δημοκρατίας, καὶ τοῦτο μέχρι νῦν διαφυλάττουσιν οἱ ἄρχοντες.
§6 ἐλάνθανε δὲ τούς πολλοὺς οὐχ ἑαυτὸν, ὡς ᾤοντο, ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, αὐτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως ὅσον ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθʼ ἡδονῆς αὐτῷ τοῦ δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Ποπλικόλαν ἀνηγόρευσεν αὐτόν σημαίνει δὲ τοὔνομα δημοκηδῆ· καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομάτων, καὶ ἡμεῖς χρησόμεθα τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς ἱστοροῦντες.
Democratic laws: appeal, the treasury, the quaestors
§1 ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλλειν τοῖς βουλομένοις· πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἀγνοίας, ἐχρήσατο τῇ μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευμάτων, πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλιγανδροῦσαν ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δὲ ἔναγχος ἐν τῇ μάχῃ.
§2 τοὺς δʼ ἐγγραφέντας ὑπʼ αὐτοῦ λέγουσιν ἑκατὸν καὶ ἑξήκοντα τέσσαρας γενέσθαι. μετὰ δὲ ταῦτα νόμους ἔγραψεν, ὧν μάλιστα μὲν ἰσχυροὺς ἐποίησε τοὺς πολλοὺς τὸν δῆμον ἀπὸ τῶν ὑπάτων τῷ φεύγοντι δίκην ἐπικαλεῖσθαι διδούς· δεύτερος τοὺς ἀρχὴν ἀναλαβόντας, ἣν δῆμος οὐκ ἔδωκεν, ἀποθνῄσκειν κελεύων·
§3 τρίτος δὲ μετὰ τούτους, ὃς ἐβοήθησε τοῖς πένησιν, τάτελη τῶν πολιτῶν ἀφεῖλε καὶ προθυμότερον ἅπτεσθαι τῶν ἐργασιῶν ἐποίησεν ἅπαντας. δὲ γραφεὶς κατὰ τῶν ἀπειθούντων τοῖς ὑπάτοις οὐχ ἧττον ἔδοξε δημοτικὸς εἶναι, καὶ πρὸς τῶν πολλῶν μᾶλλον δυνατῶν γεγράφθαι. ζημίαν γὰρ ἀπειθείας ἔταξε βοῶν πέντε καὶ δυεῖν προβάτων ἀξίαν.
§4 ἦν δὲ τιμὴ προβάτου μὲν ὀβολοὶ δέκα, βοὸς δὲ ἑκατόν, οὔπω νομίσματι χρωμένων πολλῷ τότε Ῥωμαίων, ἀλλὰ προβατείαις καὶ κτηνοτροφίαις εὐθηνούντων. διὸ καὶ τὰς οὐσίας ἄχρι νῦν ἀπὸ τῶν προβάτων πεκούλια καλοῦσι, καὶ τῶν νομισμάτων τοῖς παλαιοτάτοις βοῦν ἐπεχάραττον πρόβατον σῦν. ἐτίθεντο δὲ καὶ παισὶν αὑτῶν Συΐλλους καὶ Βουβούλκους καὶ Καπραρίους ὀνόματα καὶ Πορκίους· κάπρας μὲν τὰς αἶγας, πόρκους δὲ τοὺς χοίρους ὀνομάζοντες.
The war with Porsenna
§1 οὕτω δὲ περὶ ταῦτα δημοτικὸς γενόμενος νομοθέτης καὶ μέτριος, ἐν τῷ μὴ μετρίῳ τὴν τιμωρίαν ὑπερέτεινεν. ἔγραψε γὰρ νόμον ἄνευ κρίσεως κτεῖνια διδόντα τὸν βουλόμενον τυραννεῖν κτείναντα δὲ φόνου καθαρὸν ἐποίησεν, εἰ παράσχοιτο τοῦ ἀδικήματος τοὺς ἐλέγχους. ἐπεὶ γὰρ οὐ δυνατὸν ἐπιχειροῦντα τηλικούτοις λαθεῖν ἅπαντας, οὐκ ἀδύνατον δὲ τὸ μὴ λαθόντα τοῦ κριθῆναι φθάσαι κρείττονα γενόμενον, ἣν ἀναιρεῖ τὸ ἀδίκημα κρίσιν, προλαβεῖν ἔδωκε τῷ δυναμένῳ κατὰ τοῦ ἀδικοῦντος.
§2 ἐπῃνέθη δὲ καὶ διὰ τὸν ταμιευτικὸν νόμον. ἐπεὶ γὰρ ἔδει χρήματα πρὸς τὸν πόλεμον εἰσενεγκεῖν ἀπὸ τῶν οὐσιῶν τοὺς πολίτας, οὔτʼ αὐτὸς ἅψασθαι τῆς οἰκονομίας οὔτε τοὺς φίλους ἐᾶσαι βουλόμενος οὔθʼ ὅλως εἰς οἶκον ἰδιώτου παρελθεῖν δημόσια χρήματα, ταμιεῖον μὲν ἀπέδειξε τὸν τοῦ Κρόνου ναόν, μέχρι νῦν χρώμενοι διατελοῦσι, ταμίας δὲ τῷ δήμῳ δύο τῶν νέων ἔδωκεν ἀποδεῖξαι·
§3 καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος Ο ὐετούριος καὶ Μινούκιος Μᾶρκος καὶ χρήματα συνήχθη πολλά, τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφανοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσφορᾶς.
§4 ταῦτα δὲ διοικήσας ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς καλουμένους φάσκης καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ πρεσβεῖον ἀπʼ ἐκείνου τοῖς γεραιτέροις φυλαττό μενον. ἐπεὶ δʼ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν Λουκρήτιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὡράτιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρόνον τοῦ ἐνιαυτοῦ.
Horatius at the bridge
§1 Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι· βασιλεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας γενομένης εἴτʼ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηίων δημιουργοῖς, εἶτʼ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς.
§2 τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλʼ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.
§3 ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρʼ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς. καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος,
§4 οἱ δὲ ἵπποι πτοηθέντες ἀπʼ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατά τι δαιμόνιον τύχην ἵεντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν, ἔχοντες τὸν ἡνίοχον, ὡς οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλʼ ἥρπαστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, ἄχρι οὗ τῷ Καπιτωλίῳ προσμίξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα παρὰ τὴν πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι. γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες ἐπέτρεψαν ἀποδοῦναι τὸ ἅρμα τοῖς τεχνίταις.
Mucius Scaevola
§1 τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος Σούπερβος υἱὸς ὢν υἱωνὸς τοῦ εὐξαμένου· καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.
§2 ἐφθόνουν δὲ πολλοὶ τῶν δυνατῶν, καὶ ἤχθοντο ταῖς μὲν ἄλλαις τιμαῖς ἧττον, ἃς νομοθετῶν καὶ στρατηγῶν ἐκ προσηκόντων ἔσχε· ταύτην δʼ οὖσαν ἀλλοτρίαν οὐκ ᾤοντο δεῖν αὐτῷ προσγενέσθαι, καὶ τὸν Ὡράτιον προετρέποντο καὶ παρώξυνον ἀντιποιεῖσθαι τῆς καθιερώσεως. γενομένης οὖν τῷ Ποπλικόλᾳ στρατείας ἀναγκαίας, ψηφισάμενοι τὸν Ὡράτιον καθιεροῦν ἀνῆγον εἰς τὸ Καπιτώλιον, ὡς οὐκ ἂν ἐκείνου περιγενόμενοι παρόντος.
§3 ἔνιοι δέ φασι κλήρῳ τῶν ὑπάτων λαχεῖν ἐκεῖνον ἐπὶ τὴν στρατείαν ἄκοντα, τοῦτον δὲ ἐπὶ τὴν καθιέρωσιν. ἔξεστι δὲ περὶ τούτων ὡς ἔσχεν εἰκάζειν τοῖς πραχθεῖσι περὶ τὴν καθιέρωσιν. εἰδοῖς οὖν Σεπτεμβρίαις, συντυγχάνει περὶ τὴν πανσέληνον μάλιστα τοῦ Μεταγειτνιῶνος, συνηθροισμένων ἁπάντων εἰς τὸ Καπιτώλιον,
§4 μὲν Ὡράτιος σιωπῆς γενομένης τά τʼ ἄλλα δράσας καὶ τῶν θυρῶν ἁψάμενος, ὥσπερ ἔθος ἐστίν, ἐπεφθέγγετο τὰς νενομισμένας ἐπὶ τῇ καθιερώσει φωνάς· δʼ ἀδελφὸς τοῦ Ποπλικόλα Μᾶρκος ἐκ πολλοῦ παρὰ τὰς θύρας ὑφεστὼς καὶ παραφυλάττων τὸν καιρόν, ὕπατε εἶπεν, υἱός σου τέθνηκεν ἐν τῷ στρατοπέδῳ νοσήσας.
§5 τοῦτο πάντας ἠνίασε τοὺς ἀκούσαντας δʼ Ὡράτιος οὐδὲν διαταραχθείς, ἀλλʼ τοσοῦτον μόνον εἰπών, ῥίψατε τοίνυν ὅποι βούλεσθε τὸν νεκρόν, ἐγὼ γὰρ οὐ προσίεμαι τὸ πένθος, ἐπέραινε τὴν λοιπὴν καθιέρωσιν. ἦν δὲ τὸ προσηγγελμένον οὐκ ἀληθές, ἀλλʼ Μᾶρκος ὡς ἀποστήσων τὸν Ὡράτιον ἐψεύσατο. θαυμαστὸς οὖν ἀνὴρ τῆς εὐσταθείας, εἴτε τὴν ἀπάτην ἐν καιρῷ βραχεῖ συνεῖδεν εἴτε πιστευθεὶς λόγος οὐκ ἐκίνησεν αὐτόν.
Cloelia and the hostages
§1 ἔοικε δὲ καὶ περὶ τὸν δεύτερον ναὸν ὁμοία τύχη γενέσθαι τῆς καθιερώσεως, τὸν μὲν γὰρ πρῶτον, ὡς εἴρηται, Ταρκυνίου κατασκευάσαντος, Ὡρατίου δὲ καθιερώσαντος, ἐν τοῖς ἐμφυλίοις πολέμοις πῦρ ἀπώλεσε· τὸν δὲ δεύτερον ἀνέστησε μὲν Σύλλας, ἐπεγράφη δὲ τῇ καθιερώσει Κάτουλος Σύλλα προ αποθανόντος.
§2 τούτου δὲ πάλιν ἐν ταῖς κατὰ Οὐιτέλλιον στάσεσι διαφθαρέντος τὸν τρίτον τῇ πρὸς τἆλλα καὶ τοῦτο χρησάμενος εὐποτμίᾳ Οὐεσπασιανὸς ἐξ ἀρχῆς ἄχρι τέλους ἀναγαγὼν, ἐπεῖδε γενόμενον καὶ φθειρόμενον μετʼ ὀλίγον οὐκ ἐπεῖδεν, ἀλλὰ τοσοῦτον εὐτυχίᾳ Σύλλαν παρῆλθεν ὅσον ἐκεῖνον μὲν τῆς ἀφιερώσεως τοῦ ἔργου, τοῦτον δὲ τῆς ἀναιρέσεως προαποθανεῖν. ἅμα γὰρ τῷ τελευτῆσαι Οὐεσπασιανὸν ἐνεπρήσθη τὸ Καπιτώλιον.
§3 δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ συνετελέσθη καὶ καθιερώθη. λέγεται δὲ Ταρκύνιον εἰς τοὺς θεμελίους ἀναλῶσαι λίτρας ἀργυρίου τετρακισμυρίας· τούτου δὲ τοῦ καθʼ ἡμᾶς τὸν μέγιστον ἐν Ῥώμῃ τῶν ἰδιωτικῶν πλοῦτον ἐκλογισθέντα τὸ τῆς χρυσώσεως μὴ τελέσαι ἂν ἀνάλωμα, πλέον δισχιλίων καὶ μυρίων ταλάντων γενόμενον.
§4 οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες· εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν. ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξυσθέντες οὐ τοσοῦτον ἔσχον γλαφυρίας ὅσον ἀπώλεσαν συμμετρίας καὶ τοῦ καλοῦ, διάκενοι καὶ λαγαροὶ φανέντες.
§5 μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν βασιλικὴν βαλανεῖον παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον, οὐ φιλάνθρωπος τύ γʼ ἐσσʼ· ἔχεις νόσον χαίρεις διδούς, τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη· οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γʼ ἐσσί· ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι. ταῦτα μὲν οὖν περὶ τούτων.
Porsenna withdraws
§1 δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην ἐν καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίναν, ἄνδρα καὶ δύναμιν μεγίστην ἔχοντα τῶν Ἰταλικῶν βασιλέων καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον δʼ ὑπέσχετο βοηθήσειν. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον ὡς δʼ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ πολλῆς δυνάμεως.
§2 Ποπλικόλας δʼ ᾑρέθη μὲν ἀπὼν ὕπατος τὸ δεύτερον, καὶ σὺν αὐτῷ Τίτος Λουκρήτιος· ἐπανελθὼν δὲ εἰς Ῥώμην καὶ βουλόμενος τῷ φρονήματι πρῶτον ὑπερβαλέσθαι τὸν Πορσίναν, ἔκτιζε πόλιν Σιγλιουρίαν ἤδη πλησίον ὄντος αὐτοῦ, καὶ τειχίσας μεγάλοις ἀναλώμασιν ἑπτακοσίους ἐποικοὺς ἀπέστειλεν, ὡς ῥᾳδίως φέρων καὶ ἀδεῶς τὸν πόλεμον.
§3 οὐ μὴν ἀλλὰ προσβολῆς ὀξείας τῷ τείχει γενομένης ἐξεώσθησαν οἱ φύλακες ὑπὸ τοῦ Πορσίνα, καὶ φεύγοντες ὀλίγου συνεπεσπάσαντο τοὺς πολεμίους εἰς τὴν πόλιν. ἔφθη; δὲ πρὸ τῶν πυλῶν ἐκβοηθήσας Ποπλικόλας, καὶ μάχην συνάψας παρὰ τὸν ποταμόν ἀντεῖχε πλήθει βιαζομένοις τοῖς πολεμίοις, ἄχρι οὗ τραύμασι νεανικοῖς περιπεσὼν ἀπεκομίσθη φοράδην ἐκ τῆς μάχης.
§4 τὸ δʼ αὐτὸ καὶ Λουκρητίου τοῦ συνάρχοντος αὐτῷ παθόντος ἀθυμία τοῖς Ῥωμαίοις ἐνέπεσε, καὶ φυγῇ πρὸς τὴν πόλιν ἔσῳζον ἑαυτούς, ὠθουμένων δὲ τῶν πολεμίων διὰ τῆς ξυλίνης γεφύρας ἐκινδύνευσεν Ῥώμη κατὰ κράτος ἁλῶναι. πρῶτος δὲ Κόκλιος Ὡράτιος καὶ σὺν αὐτῷ δύο τῶν ἐπιφανεστάτων ἀνδρῶν, Ἑρμίνιος καὶ Λάρκιος, ἀντέστησαν περὶ τὴν ξυλίνην γέφυραν.
§5 δʼ Ὡράτιος τὸν Κόκλιον ἐπωνύμιον ἔσχεν ἐν πολέμῳ τῶν ὀμμάτων θάτερον ἐκ κοπείς· ὡς δʼ ἔνιοι λέγουσι, διὰ σιμότητα τῆς ῥινὸς ἐνδεδυκυίας ὥστε μηδὲν εἶναι τὸ διορίζον τὰ ὄμματα καὶ τὰς ὀφρῦς συγκεχύσθαι, Κύκλωπα βουλόμενοι καλεῖν αὐτὸν οἱ πολλοὶ τῆς γλώττης ὀλισθαινούσης ἐκράτησεν ὑπὸ πλήθους Κόκλιον καλεῖσθαι.
§6 οὗτος ἑστὼς πρὸ τῆς γεφύρας ἠμύνετο τοὺς πολεμίους, ἄχρι οὗ διέκοψαν οἱ σὺν αὐτῷ κατόπιν τὴν γέφυραν. οὕτω δὲ μετὰ τῶν ὅπλων ἀφεὶς ἑαυτὸν εἰς τὸν ποταμόν ἀπενήξατο, καὶ προσέμιξε τῇ πέραν ὄχθῃ δόρατι Τυρρηνικῷ βεβλημένος τὸν γλουτόν.
§7 δὲ Ποπλικόλας τὴν ἀρετὴν θαυμάσας αὐτίκα μὲν εἰσηγήσατο Ῥωμαίους ἅπαντας, ὅσην ἕκαστος ἐν ἡμέρᾳ τροφὴν ἀνήλισκε, δοῦναι συνεισενεγκόντας, ἔπειτα τῆς χώρας ἣν αὐτὸς περιαρόσειεν ἐν ἡμέρᾳ, πρὸς δὲ τούτοις εἰκόνα χαλκῆν ἔστησαν αὐτῷ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, τὴν γενομένην ἐκ τοῦ τραύματος τῷ ἀνδρὶ χωλότητα μετὰ τιμῆς παρηγοροῦντες.
War with the Sabines
§1.1 ἐπικειμένου δὲ Πορσίνα τῇ πόλει καί λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καί Τυρρηνῶν ἕτερος στρατὸς αὐτὸς καθʼ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε. Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων Πορσίνᾳ μὲν ἀτρεμῶν καί φυλάττων τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καί συμβαλὼν ἐτρέψατο καί πεντακισχιλίους αὐτῶν ἀνεῖλε.
§1.2 τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δὲ μάλιστα πιστεύεται καί ἡμῖν.
§2 ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος· ἐπιβουλεύων δὲ τὸν Πορσίναν ἀνελεῖν παρεισῆλθεν εἰς τὸ στρατόπεδον Τυρρηνίδα φορῶν ἐσθῆτα καί φωνῇ χρώμενος ὁμοία περιελθὼν δὲ τὸ βῆμα τοῦ βασιλέως καθεζομένου, καί σαφῶς μὲν αὑτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ἐν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι σπασάμενος τὸ ξίφος ἀπέκτεινεν.
§3 ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο· καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίνᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἰταμῷ καί ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὑτὸν καί τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος· δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο. καί διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν.
§4 ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε. τριακόσιοι γὰρ Ῥωμαίων, ἔφη, τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες· ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον πολεμίου
§5.1 Ῥωμαίοις εἶναι πρέποντος ταῦθʼ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων.
§5.2 τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.
The Sabine campaign
§1 μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται,
§2 δυσχεράνας καὶ καταγνοὺς Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.
Publicola's triumph
§1 πραττομένων δὲ τούτων τοῦ τε Πορσίνα πᾶσαν ἤδη τὴν πολεμικὴν ἀνεικότος παρασκευὴν διὰ πίστιν, αἱ παρθένοι τῶν Ῥωμαίων κατῆλθον ἐπὶ λουτρόν ἔνθα δὴ μηνοειδής τις ὄχθη περιβάλλουσα τὸν ποταμὸν ἡσυχίαν μάλιστα καὶ γαλήνην τοῦ κύματος παρεῖχεν. ὡς δʼ οὔτε τινὰ φυλακὴν ἑώρων οὔτε παριόντας ἄλλως διαπλέοντας, ὁρμὴν ἔσχον ἀπονή ξασθαι πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας.
§2 ἔνιοι δέ φασι μίαν αὐτῶν, ὄνομα Κλοιλίαν, ἵππῳ διεξελάσαι τὸν πόρον, ἐγκελευομένην ταῖς ἄλλαις νεούσαις καὶ παραθαρρύνουσαν. ἐπεὶ δὲ σωθεῖσαι πρὸς τὸν Ποπλικόλαν ἧκον, οὐκ ἐθαύμασεν οὐδʼ ἠγάπησεν, ἀλλʼ ἠνιάθη, ὅτι Πορσίνα κακίων ἐν πίστει φανεῖται, καὶ τὸ τόλμημα τῶν παρθένων αἰτίαν ἕξει κακούργημα Ῥωμαίων γεγονέναι. διὸ συλλαβὼν αὐτὰς πάλιν ἀπέστειλε πρὸς τὸν Πορσίναν.
§3 ταῦτα δʼ οἱ περὶ τὸν Ταρκύνιον προαισθόμενοι, καὶ καθίσαντες ἐνέδραν τοῖς ἄγουσι τὰς παῖδας, ἐν τῷ περᾶν ἐπέθεντο πλείονες ὄντες. ἐκείνων δὲ ὅμως ἀμυνομένων, Ποπλικόλα θυγάτηρ Οὐαλλερία διὰ μέσων ὁρμήσασα τῶν μαχομένων ἀπέφυγε, καὶ τρεῖς τινες οἰκέται συνδιεκπεσόντες ἔσῳζον αὐτήν, τῶν δʼ ἄλλων οὐκ ἀκινδύνως ἀναμεμιγμένων τοῖς μαχομένοις, αἰθόμενος Ἄρρων Πορσίνα υἱὸς ὀξέως προσεβοήθησε, καὶ φυγῆς γενομένης τῶν πολεμίων περιεποίησε τοὺς Ῥωμαίους.
§4 ὡς δὲ τὰς παρθένους κομισθείσας Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο. τοῦτο ποιοῦνται μαρτύριον οἱ μόνην τὴν Κλοιλίαν λέγοντες ἵππῳ διεξελάσαι τὸν ποταμόν.
§5.1 οἱ δʼ οὔ φασιν, ἀλλὰ τιμῆσαι τὸ ἀνδρῶδες αὐτῆς τὸν Τυρρηνόν. ἀνάκειται δὲ τὴν ἱερὰν ὁδὸν πορευομένοις εἰς Παλάτιον ἀνδριὰς αὐτῆς ἔφιππος, ὅν τινες οὐ τῆς Κλοιλίας, ἀλλὰ τῆς Οὐαλλερίας εἶναι λέγουσιν.
§5.2 δὲ Πορσίνας διαλλαγεὶς τοῖς Ῥωμαίοις ἄλλην τε ἑαυτοῦ πολλὴν μεγαλοφροσύνην ἐπεδείξατο τῇ πόλει, καὶ τὰ ὅπλα τοὺς Τυρρηνοὺς ἀναλαβεῖν κελεύσας, ἄλλο δὲ μηδέν,
§6 ἀλλʼ ἐκλείπειν τὸν χάρακα σίτου τε πολλοῦ καὶ χρημάτων γέμοντα παντοδαπῶν, παρέδωκε τοῖς Ῥωμαίοις. διὸ καὶ καθʼ ἡμᾶς ἔτι πωλοῦντες τὰ δημόσια πρῶτα κηρύττουσι τὰ Πορσίνα χρήματα, τιμὴν τῷ ἀνδρὶ τῆς χάριτος ἀίδιον ἐν τῇ μνήμῃ διαφυλάττοντες. εἱστήκει δὲ καὶ χαλκοῦς ἀνδριὰς αὐτοῦ παρὰ τὸ βουλευτήριον, ἁπλοῦς καὶ ἀρχαϊκὸς τῇ ἐργασίᾳ.
Later career
§1 μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος μὲν ἀπεδείχθη Μᾶρκος Οὐαλλέριος, ἀδελφὸς Ποπλικόλα, καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν μεγίστων γνώμῃ καὶ παρουσίᾳ Ποπλικόλα δυσὶ μάχαις μεγάλαις Μᾶρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε.
§2 καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλατίῳ. τῶν δʼ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι.
§3 τὰς δʼ Ἑλληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως αἴσθησις ἔξω γένοιτο τοῖς παρερχομένοις προεστῶσι καὶ μὴ καταλαμβάνοιντο προϊούσαις ταῖς κλεισιάσιν εἰς τὸν στενωπόν.
The battle of Lake Regillus
§1 τῷ δʼ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον· ἦν δὲ προσδοκία πολέμου Σαβίνων καί Λατίνων συνισταμένων. καί τις ἅμα δεισιδαιμονία τῆς πόλεως ἥψατο· πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέβαλλον ἀνάπηρα, καί τέλος οὐδεμία γένεσις ἔσχεν. ὅθεν ἐκ τῶν Σιβυλλείων Ποπλικόλας ἱλασάμενος τῷ Ἅιδῃ καί τινας ἀγῶνας πυθοχρήστους ἀναλαβὼν καί ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς ἀπʼ ἀνθρώπων φοβεροῖς προσεῖχε. μεγάλη γὰρ ἐφαίνετο κατασκευὴ τῶν πολεμίων καί σύστασις.
§2 ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλʼ ἐφθονεῖτο· καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος.
§3 αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.
§4 ταῦτʼ οὖν Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρʼ αὑτοῦ τοιαῦτα, ὡς Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον· εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος.
§5 ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις.
§6 τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφʼ αὑτοῦ κατέλιπε.
Death and legacy
§1 τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.
§2 εἴρητο δʼ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν ἕως ἐμβάλωσιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους· ταῦθʼ Ποπλικόλας αὐθημερὸν πυθόμενος παρʼ αὐτομόλων ταχὺ διηρμόσατο πρὸς πάντα καί διένειμε τὴν δύναμιν. Ποστούμιος μὲν γὰρ Βάλβος γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλίταις ἑσπέρας ἔτι προελθὼν καί καταλαβὼν τοὺς ἀκρολόφους, ὑφʼ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν·
§3 δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πόλει καί γενναιότατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱππεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρατιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους, καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης, περὶ ὄρθρον ἅμα Ποστούμιός τε τοὺς ἐνεδρεύοντας ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καί τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν Λουκρήτιος, καί Ποπλικόλας προσέβαλε τοῖς στρατοπέδοις τῶν πολεμίων.
§4 πάντη μὲν οὖν ἐκακοῦτο τ Σαβίνων καί διεφθείρετο· τοὺς δʼ ἐνταῦθα μηδʼ ἀμυνομένους, ἀλλὰ φεύγοντας, εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης γενομένης. σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καί μένειν οὐ προσεῖχον, ἀλλʼ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας,
§5 οἱ δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατόπεδον θέοντες ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον καί βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν. τὸ δὲ μὴ πάντας ἀπολέσθαι τοὺς Σαβίνους, ἀλλὰ καί περιγενέσθαι τινάς Φιδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καί μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων, ὅθʼ ἡλίσκετο, διεκπίπτουσιν. ὅσοι δὲ Φιδηνῶν διήμαρτον διεφθάρησαν ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.
Comparison with Solon
§1 τοῦτο τὸ κατόρθωμα Ῥωμαῖοι, καίπερ εἰωθότες ἅπασι τοῖς μεγάλοις ἐπιφημίζειν τὸ δαιμόνιον, ἑνὸς ἔργον ἡγοῦντο τοῦ στρατηγοῦ γεγονέναι. καὶ τῶν μεμαχημένων πρῶτον ἦν ἀκούειν ὅτι χωλοὺς καὶ τυφλοὺς αὐτοῖς καὶ μόνον οὐ καθείρξας τοὺς πολεμίους Ποπλικόλας παρέδωκε χρῆσθαι τοῖς ξίφεσιν. ἐρρώσθη δὲ καὶ χρήμασιν δῆμος ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων.
§2 δὲ Ποπλικόλας τόν τε θρίαμβον ἀγαγὼν καὶ τοῖς μετʼ αὐτὸν ἀποδειχθεῖσιν ὑπάτοις παραδοὺς τὴν πόλιν εὐθὺς ἐτελεύτησεν, ὡς ἐφικτόν ἐστιν ἀνθρώποις μάλιστα τοῖς νενομισμένοις καλοῖς καὶ ἀγαθοῖς, τόν ἑαυτοῦ βίον ἐκτελειώσας. δὲ δῆμος ὥσπερ οὐδὲν εἰς ζῶντα τῶν ἀξίων πεποιηκώς, ἀλλὰ πᾶσαν ὀφείλων χάριν, ἐψηφίσατο δημοσίᾳ ταφῆναι τὸ σῶμα, καὶ τεταρτημόριον ἕκαστον ἐπὶ τιμῇ συνεισενεγκεῖν.
§3 αἱ δὲ γυναῖκες, ἰδίᾳ πρὸς αὑτὰς συμφρονήσασαι, διεπένθησαν ἐνιαυτὸν ὅλον ἐπὶ τῷ ἀνδρὶ πένθος ἔντιμον καὶ ζηλωτόν. ἐτάφη δὲ καὶ οὕτως τῶν πολιτῶν ψηφισαμένων ἐντὸς ἄστεος παρὰ τὴν καλουμένην Οὐελίαν, ὥστε καὶ γένει παντὶ τῆς ταφῆς μετεῖναι· νῦν δὲ θάπτεται μὲν οὐδεὶς τῶν ἀπὸ γένους, κομίσαντες δὲ τόν νεκρὸν ἐκεῖ κατατίθενται καὶ δᾷδά τις ἡμμένην λαβὼν ὅσον ὑπήνεγκεν, εἶτα ἀναιρεῖται, μαρτυρόμενος ἔργῳ τὸ ἐξεῖναι, φείδεσθαι δὲ τῆς τιμῆς, καὶ τόν νεκρὸν οὕτως ἀποκομίζουσιν.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up