Parallel Lives
Comparison of Sertorius and Eumenes
Section 1
§1 ταῦτα ἔστιν περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν. ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων ἡγουμένους διατελεῖν, ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον καὶ τῷ μὲν ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δὲ ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον.
§2 καὶ γὰρ μὲν Ἰβήρων καὶ Λυσιτανῶν Ῥωμαῖος, δὲ Χερρονησίτης Μακεδόνων ἦρχεν, ὧν οἱ μὲν ἔκπαλαι Ῥωμαίοις ἐδούλευον, οἱ δὲ τότε πάντας ἀνθρώπους ἐδουλοῦντο. καὶ Σερτώριος μὲν ἀπὸ βουλῆς καὶ στρατηγίας θαυμαζόμενος, Εὐμενὴς δὲ διὰ τὴν γραμματείαν καταφρονούμενος ἐφʼ ἡγεμονίαν προῆλθεν. οὐ μόνον τοίνυν ἐλάττοσι πρὸς τὴν ἀρχὴν ἀφορμαῖς, ἀλλὰ καὶ μείζοσι πρὸς τὴν αὔξησιν ἐχρήσατο κωλύμασιν Εὐμενής.
§3 καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δὲ ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν. διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δὲ ἐκ τοῦ νικᾶν κίνδυνος ὑπὸ τῶν φθονούντων.
Section 2
§1 τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δὲ ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν Εὐμενὴς καὶ φιλόνεικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος Σερτώριος. μὲν γὰρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ τοῖς πρώτοις, μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δὲ οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν πόλεμος.
§2 Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο τὴν μετʼ αὐτὸν ἀγαπῶντι τάξιν, Σερτωρίῳ δὲ οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον. διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπʼ ἀρχῇ, τῷ δὲ ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι.
§3 φιλοπόλεμος μὲν οὖν τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δὲ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν. καὶ μὴν θανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν, ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δὲ ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη.
§4 καὶ τοῦ μὲν οὐ κατῄσχυνε τὸν βίον θάνατος, πάσχοντος ὑπὸ τῶν συμμάχων τῶν πολεμίων αὐτὸν οὐδεὶς ἐποίησεν δὲ φεύγειν μὲν πρὸ αἰχμαλωσίας μὴ δυνηθείς, ζῆν δὲ μετʼ αἰχμαλωσίαν βουληθείς, οὔτε ἐφυλάξατο καλῶς τὴν τελευτὴν οὔθʼ ὑπέμεινεν, ἀλλὰ προσλιπαρῶν καὶ δεόμενος τοῦ σώματος μόνου κρατεῖν δοκοῦντα τὸν πολέμιον καὶ τῆς ψυχῆς αὑτοῦ κύριον ἐποίησεν.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up