Parallel Lives
Comparison of Pericles and Fabius Maximus
Section 1
§1 οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν. ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθʼ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγμάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος,
§2 αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδεξαμένου τὴν πόλιν, οὐκ ἐπʼ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, ἀλλʼ ἐκ κακῶν εἰς βελτίω μετέστησαν. καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκράτους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν ἐνεορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι τὴν πόλιν κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκαν·
§3 Φάβιος δʼ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμνας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλήθοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης ῥέοντας, ἐν τῷ καθʼ ἑαυτὸν ὁρμωμένῳ καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων, οὐκ εἴασε τοῖς ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι.
§4 καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος. ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.
Section 2
§1 καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δίʼ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον. ἐκ δὲ παρατάξεως Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς πλὴν ἀφʼ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δʼ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων.
§2 οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους, οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπʼ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθʼ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρατή σαντα συλλαβόντος.
§3 εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκηπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους.
§4 ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δὲ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον. ἴση δʼ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι. μία γὰρ, ὡς ἔοικεν, ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται, ταῦτα περὶ τῶν πολεμικῶν.
Section 3
§1 τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους πόλεμος, λέγεται γὰρ ἐπακτὸς ὑπʼ ἐκείνου γενέσθαι Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδʼ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλʼ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπʼ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας.
§2 ἀλλʼ γε δύναμις μείζων τοῦ Περικλέους καὶ τὸ κράτος, ὅθεν οὐδʼ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλʼ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς οἱ δʼ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τήν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως.
§3.1 Φάβιος δὲ τὸ καθʼ αὐτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρʼ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος.
§3.2 καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους.
§4 πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλʼ ὅσον ἓξ τάλαντα· Περικλῆς δʼ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν.
§5 ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλʼ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up