Parallel Lives
EN Lat Orig
Parallel Lives
Crassus
Family and early life
§1 Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δʼ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν. καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος.
§2 καίτοι προϊὼν καθʼ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι τῶν Ἑστιάδων μιᾷ παρθένων· καὶ δίκην ἔφυγεν Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, βουλόμενος λαβεῖν ὀλίγης τιμῆς Κράσσος καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος ὑπὸ τῶν δικαστῶν ἀφείθη, τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον τοῦ κτήματος κρατῆσαι.
The proscription: Crassus hides in a cave in Spain
§1 Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσσου κακίαν μόνην ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν· ἔοικε δὲ μία πασῶν ἐρρωμενεστέρα τῶν ἐν αὐτῷ κακιῶν γενομένη τὰς ἄλλας ἀμαυρῶσαι. τεκμήρια δὲ τῆς φιλοπλουτίας αὑτοῦ μέγιστα ποιοῦνται τόν τε τρόπον τοῦ πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος.
§2 τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπατείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τόν δῆμον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτηρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρθους στρατείας αὐτὸς αὐτῷ θέμενος ἐκλογισμὸν τῆς οὐσίας εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις.
§3 τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. ὅτε γὰρ Σύλλας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων ὑπʼ αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βουλόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι τὸ ἄγος, οὔτε λαμβάνων οὔτʼ ὠνούμενος ἀπεῖπε.
§4 πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκοδόμους, εἶτʼ ἔχων τούτους ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπʼ ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπʼ αὐτῷ γενέσθαι.
§5 τοσούτους δὲ κεκτημένος τεχνίτας οὐδὲν ᾠκοδόμησεν αὐτὸς τὴν ἰδίαν οἰκίαν, ἀλλʼ ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφʼ ἑαυτῶν καταλύεσθαι χωρὶς ἀνταγωνιστῶν, ὄντων δʼ αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν·
§6 τοσούτους ἐκέκτητο καὶ τοιούτους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν ὡς ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς.
§7 καὶ τοῦτο μὲν ὀρθῶς Κράσσος, εἴπερ, ὡς ἔλεγεν, ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δὲ οἰκέτας διʼ αὑτοῦ κυβερνᾶν τὴν γὰρ οἰκονομικήν ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν γιγνομένην ὁρῶμεν ἐκεῖνο δὲ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς οὐ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον
§8 ( γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται, κατὰ τόν Ἀρχίδαμον, ὥσθʼ πρὸς πόλεμον πλοῦτος ἀόριστος), καὶ πολὺ τῆς Μαρίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ, ἐπεὶ κατʼ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἔγνω πλέον ἐπιζητοῦντας, μηδείς, ἔφη, γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος τὴν τρέφειν ἀρκοῦσαν.
Raising troops and joining Sulla
§1 οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος Κράσσος· ἀνέῳκτο γὰρ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δʼ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνεισε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. ἐν δὲ τοῖς δείπνοις μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, δʼ εὐτέλεια τὴν καθαριότητα καὶ τὴν φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε.
§2 παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα· Ῥωμαίων ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικράν οὐδʼ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηΐου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν. καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν ὡς ἐπιμελὴς καὶ βοηθητικός.
§3 ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος, λέγεται δὲ καὶ πολυμαθὴς καθʼ ἱστορίαν γενέσθαι, καί τι καὶ φιλοσοφῆσαι τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν.
§4 οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως πότερον προσῆλθεν αὐτῷ πενέστερος προσελθὼν ἐγένετο. μόνος γοῦν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν καὶ τοῦτʼ ἐπανελθὼν ἀπῃτεῖτο. ἀλλὰ ταῦτα μὲν ὕστερον.
The battle of the Colline Gate
§1 ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπʼ ἀγαθῷ τῆς πατρίδος, ἐπʼ ἀναιρέσει δʼ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μέν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ πατὴρ Κράσσου καὶ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μέν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δʼ ὑπερβάλλοντι χρησάμενος εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι καὶ φίλους πεποιημένος.
§2 εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τὴν Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλʼ εἰς ἀγροὺς ἐμβαλὼν παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες, ἔκρυψεν ἑαυτόν, πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ἐπιλιπόντων.
§3 δὲ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον αὐτὸς μέν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθʼ ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ τιθέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδʼ ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν.
§4 τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι δʼ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατʼ εὖρος ἔχει κόλπους διʼ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις.
§5 ἀμοιρεῖ δʼ οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, δʼ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.
Crassus and the profits of proscription
§1 ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθʼ ἡμέραν ἐφοίτα κομίζων ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπʼ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δʼ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.
§2 ἐγνώκει γὰρ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθʼ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δʼ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.
§3 οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας·
§4 καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.
The richest man in Rome
§1 δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὑτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους ἐπήρχετο τὰς πόλεις· καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας.
§2 ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνητον. οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ πρὸς Σύλλαν ἀπῆρε, και συνὴν ἐν τοῖς μάλιστα τιμώμενος, ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν ἐνεργοὺς καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν Κράσσος ᾔτει φύλακας· γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους.
§3 εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφόδρα πρὸς αὐτόν, δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς, οὕτω παθών τι καὶ παροξυνθεὶς Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως δύναμίν τε συχνὴν ἤθροισε καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν.
§4 ἀπʼ ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. γὰρ Πομπήιος ἡλικίᾳ τε λειπόμενος αὐτοῦ καὶ πατρὸς γεγονὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσειπεῖν αὐτοκράτορα.
§5 ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον οὐκ ἀλόγως ἐλασσούμενον. Ἐμπειρίᾳς τε γὰρ ἐνδεὴς ἦν καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών ἔδοξε πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη πρὸς Σύλλαν.
§6 ἀλλʼ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ Σύλλας μὲν ἡττήθη, τῶν κατʼ αὑτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν.
§7 ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλʼ ἐπὶ χρηματισμῷ, διʼ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δʼ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος, ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.
His business methods
§1 ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.
§2 ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον καί δόξαν Πομπήιος εἶχεν ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.
§3 καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας· παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.
§4 δὲ Κράσσος ἐνδελεχὲς τὸ χρήσιμον ἔχων καί σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλʼ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καί φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος, σώματος δὲ ἀξίωμα καί λόγου πειθὼ καί προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν.
§5 οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον κακόνοιαν ἐξήνεγκεν οὗτος ζῆλος, ἀλλὰ καί Πομπηίῳ καί Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὑτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· ἡλίκης, Κράσσε, χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν.
§6 ἀλλʼ ὕστερόν γε φιλικῶς ἀλλήλοις προσεφέροντο· καί ποτε τῷ Καίσαρι μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δʼ οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καί τῆς παρασκευῆς ἐπιλαμβανομένων Κράσσος οὐ περιεῖδεν, ἀλλʼ ἀπήλλαξεν ὑποθεὶς αὑτὸν ἔγγυον τριάκοντα καί ὀκτακοσίων ταλάντων.
§7 καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου Κάτωνος γὰρ δόξα μείζων ἦν τῆς δυνάμεως, καί τὸ θαυμαζόμενον πλέον ἴσχυεν, μὲν ἔμφρων καί καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δʼ ὀξὺ καί φερόμενον μετʼ εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο,
§8 καί πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος οὔτε φίλος ἦν βέβαιος οὔτε ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καί χάριτος καί ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καί ἀντίδικος.
§9 ἴσχυε δὲ καί χάριτι καί φόβῳ, φόβῳ δʼ οὐκ ἔλαττον. γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθʼ αὑτὸν ἄρχουσι καί δημαγωγοῖς, Σικίννιος, πρὸς τὸν εἰπόντα τί δὴ μόνον οὐ σπαράττει τὸν Κράσσον, ἀλλὰ παρίησι, χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος, εἰώθεισαν δὲ Ῥωμαῖοι τὸν κυρίττοντα τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίσσειν τὸ κέρας.
The Spartacus revolt
§1 δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλʼ ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπʼ ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν,
§2 ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν, ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν ἀφήρπασαν καὶ ὡπλίσαντο· καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος.
§3 τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, γυνὴ δʼ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς τέλος ἐσομένης δυνάμεως· καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.
Early defeats against Spartacus
§1 καὶ πρῶτον μὲν τούς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι καὶ χαλεπὴν καὶ στενὴν ἄνοδον, ἣν Κλώδιος ἐφρούρει,
§2 τὰ δʼ ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστʼ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς διʼ αὐτῶν πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός.
§3 ταῦτʼ ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τούς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις καὶ ψιλοῖς ἐχρῶντο.
§4 δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτα μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα δισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες· ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι.
§5 χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ λαβὼν, ἤδη μὲν μέγας καὶ φοβερός ἦν, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τούς μὲν εἰς Θρᾴκην, τούς δʼ εἰς Γαλατίαν.
§6 οἱ δὲ πλήθει τε ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες οὐχ ὑπήκουον, ἀλλʼ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτʼ οὖν τὸ παρʼ ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους.
§7 ὧν Γέλλιος μὲν τὸ Γερμανικόν ὕβρει καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνης ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιλαβόντος ὁρμήσας ὁμόσε καὶ μάχην συνάψας ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δʼ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε· καὶ γενομένης μάχης κρατηθεὶς καὶ πολλοὺς ἀποβαλών μόλις αὐτὸς ἐξέφυγε.
Crassus takes command with decimation
§1 ταῦθʼ βουλὴ πυθομένη τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν, αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, συμπλέκεσθαι δὲ μὴ μηδὲ ἁψιμαχεῖν.
§2 δʼ ἅμα τῷ πρῶτον ἐπʼ ἐλπίδος γενέσθαι μάχην θέμενος ἡττήθη· καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δὲ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώθησαν. δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις ἐγγυητὰς ᾔτει τῶν ὅπλων, ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους, καὶ μάλιστα τοὺς τρέσαντας, εἰς πεντήκοντα διανείμας δεκάδας ἀφʼ ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρατιώταις ἐπαγαγών.
§3 καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν ἁπάντων θεωμένων. οὕτω δʼ ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον.
§4 ὁμολογήσαντες δὲ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. ἐπελθὼν δʼ Κράσσος, καὶ τοῦ τόπου τὴν φύσιν ὁρῶν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων.
§5 μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν.
§6 ὧν Σπάρτακος ἡμέλει καὶ κατεφρόνει τὸ πρῶτον ὡς δὲ τῆς λείας ἐπιλειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα τι χειμέριον παραφυλάξας ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.
The defeat of Spartacus
§1 ἐφοβήθη μὲν οὖν Κράσσος μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθʼ αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν καὶ αὖθις ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν φυγὴν ἐπιστήσαντος.
§2 γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λούκουλλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει, καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει. πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατʼ ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο Γάιος Καννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας.
§3 οἱ δʼ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν τὰ κράνη καταμπέχοντες, ὀφθέντες δʼ ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλὼν δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δʼ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.
§4 Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα, Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις.
§5 οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδʼ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλʼ ἤδη καθʼ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ Πομπήιος προσιὼν ἀπηγγέλλετο· καὶ δὴ ἀρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις.
§6 ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων ὁρῶν τὴν ἀνάγκην Σπάρτακος ἅπαν παρέταξε τὸ στράτευμα. καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ σπασάμενος τὸ ξίφος καὶ εἰπών ὅτι νικῶν μὲν ἔχοι πολλοὺς ἵππους καὶ καλοὺς τῶν πολεμίων, ἡττώμενος δὲ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε.
§7 τέλος δὲ φυγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν ἀμυνόμενος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρατηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος, ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηΐου δόξαν. οἱ γὰρ διαφυγόντες ἐμπεσόντες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγκλητον ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε.
§8 Πομπήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδʼ αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρʼ ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεῦσαι. τί δʼ οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.
Rivalry with Pompey
§1 μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων Κράσσος συνάρξειν ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν περὶ τῆς ἀρχῆς.
§2 οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλʼ ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονεικοῦντες ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐμέτρησεν εἰς τρίμηνον.
§3 ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, Ὀνότιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼν ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. γὰρ Ζεύς, ἔφη, μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν φίλους γενέσθαι.
§4 ταῦτα λέγοντος τοῦ ἀνθρώπου καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, οὐδέν, εἶπεν, ἄνδρες, οἶμαι, πολῖται, ταπεινὸν πράττειν οὐδʼ ἀνάξιον ἐμαυτοῦ καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήϊον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον.
Joint consulship with Pompey
§1 μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτʼ ἔσχεν ἄξια μνήμης, δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθʼ ἱππέων ἐπίσκεψιν οὔτʼ ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.
§2 ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.
§3 ὅμως δʼ Κικέρων ἔν τινι λόγῳ φανερός ἦν Κράσσῳ καὶ Καίσαρι τὴν αἰτίαν προστριβόμενος. ἀλλʼ οὗτος μέν λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ ὑπατείας Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέσθαι πρὸς αὐτόν ἐπιστολὴν κομίζοντα τὰ περὶ τὸν Κατιλίναν ἐξηγουμένην, ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν.
§4 δʼ οὖν Κράσσος ἀεὶ μέν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. γὰρ Πόπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρινομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὰ ποιοῦντας παρασχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.
The First Triumvirate
§1 δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτερον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν.
§2 ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος καὶ διδάσκων ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ κράτει καὶ μιᾷ γνώμῃ τήν πόλιν ἄγωσιν. πείσας δὲ καὶ διαλλάξας συνήγαγε καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, κατέλυσε Ῥωμαίων τήν βουλὴν καὶ τὸν δῆμον, οὐκ ἐκείνους διʼ ἀλλήλων μείζονας, ἀλλὰ διʼ ἐκείνων ἑαυτὸν μέγιστον ἀπεργασάμενος.
§3 εὐθὺς γὰρ ἀρθεὶς ὑπʼ ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς. ὑπατεύοντι δʼ αὐτῷ ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθʼ ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν.
§4 Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτʼ ἔπραττε· τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον φιλοπλουτία καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις, αὐτὸν οὐκ ἀνῆκεν οὐδʼ ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι.
§5 Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφʼ ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.
§6 ἐνταῦθα δʼ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.
Crassus' political methods
§1 ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπʼ ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι· καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.
§2 τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐδʼ ἀρχῆς αἴτησιν, ἀλλʼ ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.
§3 ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν, τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετʼ αλλήλων; τί δʼ οὐ μεθʼ ἑτέρων; πολλοὶ δʼ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.
§4 ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι·
§5 καί μετʼ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα καί τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δʼ Ἰβηρικὰ Πομπήιος.
The Parthian command
§1 ἦν δὲ οὐκ ἀκούσιος κλῆρος ἅπασιν. οἵ τε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρʼ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς σοβαρὸς τῷ βίῳ γεγονώς.
§2 τότε δʼ ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος οὐ Συρίαν οὐδὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλʼ ὡς παιδιὰν ἀποφανῶν τὰ Λουκούλλου πρὸς Τιγράνην καὶ Πομπηΐου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι.
§3 καίτοι τῷ γραφέντι περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδεσαν δὲ πάντες ὅτι πρὸς τοῦτο Κράσσος ἐπτόηται· καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ τὴν ὁρμὴν ἐπαινῶν καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλʼ ἐνσπόνδοις, πολεμήσων ἄπεισι, δείσας Κράσσος ἐδεήθη Πομπηΐου παραγενέσθαι καὶ συμπροπέμψαι·
§4 μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα· καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν Πομπήιος, ὥσθʼ ὑπείκειν σιωπῇ διʼ αὐτῶν προϊοῦσιν. δʼ Ἀτήιος ἀπαντήσας πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευεν ἁψάμενον τοῦ σώματος κατέχειν.
§5 ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, δʼ Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατʼ αὐτήν ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ ἀλλοκότους ἐπʼ αὐταῖς καλῶν καὶ ὀνομάζων·
§6 ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν ὡς περιφυγεῖν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδʼ ὑπὸ πολλῶν ἀρᾶσθαι. καὶ τότʼ οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ διʼ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.
Departure for the East
§1 δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δʼ ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλʼ ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δʼ ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ . γελάσας δʼ Γαλάτης·
§2 ἀλλʼ οὐδʼ αὐτός, εἶπεν, αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ λίαν ἐπὶ Πάρθους ἐλαύνεις. ἦν δʼ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν καθʼ ἡλικίαν. ἀφικόμενον δʼ αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν ἑκουσίως προσθεμένας.
§3 ἐν μιᾷ δʼ, ἧς Ἀπολλώνιός ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων ἐπαγαγὼν τὴν δύναμιν αὐτοῖς καὶ κρατήσας διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτης ἀλούσης δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι πολλὴν ὦφλεν αἰσχύνην, καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις οὕτω πλεονέκτημα μικρὸν ἠγαπηκώς.
§4 ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δʼ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς.
§5 ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο χρηματιστικὰς μᾶλλον οὔσας στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτʼ ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει καὶ κατεφρονεῖτο τούτοις.
§6 γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δὲ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι, καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς πύλας νεανίας Κράσσος, εἶτʼ ἐπʼ αὐτῷ περιπεσὼν πρεσβύτερος.
Early campaign in Mesopotamia
§1 ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρʼ Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον φρουροῦντας·
§2 πρὸς ταῦτα Κράσσου κομπάσαντος ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ἐντεῦθεν, εἶπεν, Κράσσε, φύσονται τρίχες πρότερον σὺ ὄψει Σελεύκειαν. οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον,
§3 αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ καινὰ προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα.
§4 ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπέπιπτεν. πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε, καί τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρʼ ἐλπίδας ἀγῶνα καί κίνδυνον μέγαν προσεδόκων, ὥστε καί τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην προθέσθαι. τούτων ἦν Κάσσιος ταμίας.
§5 ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλʼ οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.
The approach to Carrhae
§1 οὐχ ἥκιστα δʼ αὐτὸν Ἀρταβάζης Ἀρμενίων βασιλεὺς ἐπέρρωσεν· ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθʼ ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως· ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο καταφράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους.
§2 ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν διʼ Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι διʼ ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, μόνη Πάρθων ἀλκή, προβαλλόμενον. δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δʼ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.
§3 μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν. τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν·
§4 ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι.
§5 πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἃλας, νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν. ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον, ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας.
§6 τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν ἐφʼ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας ἐμειδίασε καὶ τοιοῦτον, ἔφη, τὸ γῆρας· ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.
Ariamnes the false guide
§1 ἐκ τούτου παρὰ τὸν ποταμόν ἐξήλαυνεν ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους, τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δʼ ἐντετυχηκέναι πολλῶν ἴχνεσιν οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων, ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας.
§2 ὅμως δʼ οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον, εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας ἀπʼ ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.
Surenas and the Parthian army
§1 ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον γενόμενος·
§2 τοῦτον δʼ ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι· τότε δʼ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον. πάντα γὰρ διενοοῦντο μᾶλλον κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις.
§3 ἐλθὼν οὖν πρὸς τὸν Κράσσον βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον, οὐ χειρῶν οὐδὲ ποδῶν τῶν ταχίστων ἐπʼ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας Ὑρκανοὺς ἀναπτέσθαι.
§4 καίτοι μάχεσθαι μέλλοντας, ἔφη, σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφʼ αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, δʼ οὐδαμῇ φανερός ἐστιν.
§5 ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δʼ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν· οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.
§6 οὐδὲ γὰρ ἦν τῶν τυχόντων Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθʼ αὑτὸν ἐν Πάρθοις πρῶτος ἔτι δὲ μεγέθει καὶ κάλλει σώματος ὡς οὐδεὶς ἕτερος, ἐξήλαυνε δὲ καθʼ ἑαυτὸν ἀεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ ἀποδέοντας.
§7 κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατʼ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.
The Parthian horse archers
§1 τότʼ οὖν βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν,
§2 ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλʼ ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν. ἦν μὲν οὖν καὶ ἀπὸ τούτων δόλος ὕποπτος· ἐπεὶ δὲ καὶ παρὰ Ἀρταουάσδου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπʼ αὐτὸν Ὑρώδου, καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται,
§3 παραινεῖ δὲ Κράσσῳ μάλιστα μὲν ἐκεῖ τραπέσθαι καὶ γενόμενον μετʼ Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὑρώδην, εἰ δὲ μή, πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπʼ ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δʼ ἀφίξεσθαι δίκην ἐπιθήσων Ἀρταουάσδῃ τῆς προδοσίας.
§4 οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν· τίς σε δαίμων πονηρός, κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον Ῥωμαίων αὐτοκράτορι προσήκουσας;
§5 δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν;
§6 οὕτω μὲν βάρβαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.
The battle of Carrhae
§1 λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλʼ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας.
§2 ὧν Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας.
§3 ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δʼ ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶνπλευρῶν ἑκάστης.
§4 παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος. τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν, αὐτὸς δʼ εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.
§5 οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας καὶ πυθομένους, ἐφʼ ὅσον οἷόν τε, πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμʼ ἡμέρᾳ χωρεῖν ἐπʼ αὐτούς· Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν καὶ πιεῖν τοὺς δεομένους.
§6 καὶ πρὶν τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδʼ ὡς ἐπὶ μάχην διαναπαύων, ἀλλʼ ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δʼ ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον.
§7 Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.
The death of young Publius Crassus
§1 ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵ θʼ ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασιν,
§2 δὲ Σουρήνας μέγιστος καὶ κάλλιστος αὐτός, τῇ δὲ κατʼ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς, ἀλλὰ Μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς ἐπὶ τὸ φοβερὸν τῷ ἀνασίλλῳ κομώντων.
§3 καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους· ὡς δʼ ἑώρων τό τε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ πλινθίον αὐτῶν.
§4 Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύσαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύμασιν ἐντυχόντες ταχὺ καὶ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους, ὁρῶσι τὸν τόνον τῶν ὀιστῶν καὶ τὴν ῥώμην ὅπλα τε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ στεγάσματος.
§5 οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐδὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν, εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς ἠναγκασμένον τὸ βέλος ἀποστελλόντων.
§6 ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δʼ ἔπασχον. ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας· καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἔτι σῴζεσθαι καὶ τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.
The Roman army surrounded
§1 ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν· ὡς δʼ ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφʼ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.
§2 λαβὼν οὖν νεανίας ἱππεῖς τε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον.
§3 δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθʼ ἡλικίαν., ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων.
§4 ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δʼ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους,
§5 εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐδʼ ὀξὺν θάνατον, ἀλλʼ ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐτούς.
§6 οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν· καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν.
§7 αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δὲ ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάττεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους καὶ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο.
§8 τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας ἀπὸ τῶν ἵππων ἐώθουν τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας· οἱ δʼ ἀνεσκίρτων ὑπʼ ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀναπεφυρμένους ἀπέθνῃσκον.
§9 ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας· καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς, ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον ἐχώρουν ἐπʼ αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες ᾤοντο ῥᾷον ἀμυνεῖσθαι τοὺς βαρβάρους.
§10 ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δʼ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλʼ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.
§11 ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετʼ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους διʼ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.
§12 ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν· Μεγάβακχος δʼ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δʼ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δʼ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.
The retreat begins
§1 εἶχε δὲ τὰ κατʼ αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθʼ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως.
§2 τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δʼ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ βοήθεια παρʼ ἐκείνου γένοιτο.
§3 τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε· καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν, τέλος ὥρμησε προάγειν τὴν δύναμιν. ἐν τούτῳ δʼ οἱ πολέμιοι προσεφέροντο κλαγγῇ καί παιᾶνι φοβερώτεροι, καί πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας.
§4 οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος· οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου.
§5 καίτοι τόν γε Κράσσον αὑτοῦ λαμπρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν· ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις· ἐμὸν, Ῥωμαῖοι, τοῦτο τὸ πένθος ἴδιόν ἐστιν δὲ μεγάλη τύχη καί δόξα τῆς Ῥώμης ἐν ὑμῖν ἕστηκε σῳζομένοις ἄθραυστος καί ἀήττητος. εἰ δὲ καί ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτο ὀργῇ πρὸς τοὺς πολεμίους, ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις, εἰ δεῖ τι καί παθεῖν μεγάλων ἐφιεμένους.
§6 οὐδὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δʼ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.
Night march to Carrhae
§1 τοιαῦτα λέγων καὶ παραθαρσύνων Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο· δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους,
§2 πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον. οὕτω δὲ ἀγωνισάμενοι νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ ἑαυτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην κομισθῆναι.
§3 οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δʼ ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν· οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.
§4 τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τε ὄψιν καὶ τήν φωνήν. δὲ καθʼ ἑαυτὸν ἐγκεκαλυμμένος ὑπὸ σκότους ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δʼ εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, διʼ ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλʼ ὅτι δυεῖν μόνον ἀνδρῶν ὕστερος ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν νομίζων.
§5 τότε δʼ οὖν αὑτὸν Ὀκταούϊος πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον, ὡς δʼ ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ διʼ ἡσυχίας τὸ πρῶτον· εἶτʼ αἰσθομένων ὡς ἀπελείποντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετʼ οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν.
§6 ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπόμενοι, πολλάκις δὲ εἰς τάξιν καθιστάμενοι, τῶν δὲ τραυματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δὲ ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων, οὓς Ἰγνάτιος ἔχων προσέμιξε ταῖς Κάρραις περὶ μέσας νύκτας.
§7 φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευσε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν ὅτι γέγονε μάχη μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δʼ οὐδὲν εἰπὼν οὐδʼ αὑτὸν ὅστις ἦν ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δʼ ἤκουσε καταλιπὼν τὸν στρατηγόν.
§8 οὐ μὴν ἀλλʼ ὤνησέ γε τὸν Κράσσον προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή· συμφρονήσας γὰρ ὅτι οὐδὲν χρηστὸν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγειλεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας· καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τήν στρατιὰν εἰς τήν πόλιν.
The death of Crassus
§1 οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δʼ ἡμέρᾳ τοὺς μὲν ἐν τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππασάμενοι συνέλαβον.
§2 τέσσαρας δʼ ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέρρηξε Βαργοντήιος πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τινι λόφῳ διέφθειραν ἀμυνομένας, πλὴν ἀνδρῶν εἴκοσιν. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους διʼ αὐτῶν θαυμάσαντες εἶξαν, καὶ διέξοδον ἀπιοῦσι βάδην εἰς τὰς Κάρρας ἐδίδοσαν. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δʼ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων.
§3 οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δʼ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρʼ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι.
§4 ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις· καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπʼ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν· τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης.
§5 δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.
The false parley
§1 ἡσθεὶς οὖν Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ, μεθʼ ἡμέραν ἐπῆγε τοὺς Πάρθους πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον δεδεμένους.
§2 οἱ δʼ ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες εἴχοντο δρασμοῦ· καὶ τοῦτʼ ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι, πυνθάνεται δʼ πάντων ἀπιστότατος Ἀνδρόμαχος, ὑπὸ Κράσσου καὶ τοῦτο πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθʼ ἕκαστον.
§3 ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις.
§4 ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δʼ ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ἀλλʼ ἔγωγε, εἰπών, ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην, ἀπήλαυνεν εἰς Συρίαν μεθʼ ἱππέων πεντακοσίων·
§5 ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δʼ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον ὑπʼ Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος.
§6 ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαοφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθʼ ὧν ἐπιπόνως εἰς τὴν ὁδὸν καὶ μόλις καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι τοῖς περὶ τὸν Ὀκταούϊον ἐπʼ ἄλλον ἀναφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδʼ ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς τοῦτον, ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκταούϊον κίνδυνος αὐτοῦ.
§7 καὶ πρῶτος Ὀκταούϊος ἔθει μετʼ ὀλίγων ἄνωθεν ἐπιβοηθῶν, εἶτα οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐπεφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ λόφου περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προεβάλλοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος προσπεσεῖται τῷ σώματι τοῦ αὐτοκράτορος πρὶν σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχομένους ἀποθανεῖν.
Crassus killed
§1 ὁρῶν οὖν Σουρήνας τούς τε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, καὶ ἤν τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥωμαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους, ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ τὸν πόλεμον εἶναι πρὸς Ῥωμαίους, τὴν δὲ φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως,
§2 ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, εἰπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δʼ αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι.
§3 ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, δὲ Κράσσος οὐδὲν τι μὴ διʼ ἀπάτης ἐσφαλμένος ὑπʼ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλʼ ἐβουλεύετο.
§4 τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης.
§5 ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς Ὀκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δʼ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.
The Parthian mockery
§1 οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομένους Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους.
§2 δὲ Κράσσος ἀπεκρίνατο μέν ὡς, εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἷς χεῖρας αὐτοῖς ἦλθεν, ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπί τίσι καὶ πόσοι συνίασιν. οὓς εὐθὺς συλλαβὼν Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ τί τοῦτʼ, ἔφη, πεζὸς Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δὲ ὀχούμεθα ; καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ.
§3 τοῦ δὲ Κράσσου φήσαντος οὔτε αὐτὸν ἁμαρτάνειν οὔτʼ ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μέν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην Σουρήνας Ὑρώδῃ τε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τόν ποταμὸν προσελθόντας· οὐ γὰρ ὑμεῖς γε, ἔφη, πάνυ μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι, καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. μεταπεμπομένου δʼ ἵππον οὐδὲν ἔφη δεῖν βασιλεὺς γάρ σοι δίδωσι τοῦτον.
§4 ἅμα δʼ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες. Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόν τε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἐκατέρου μέρους ἀφέλκοντες.
§5 ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας. Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἷς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν.
§6 οἱ δʼ οὔ φασιν, ἀλλʼ ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον γινώσκεται· τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δʼ εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον.
§7 ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δʼ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν· τοὺς δʼ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δʼ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.
The head of Crassus at the Parthian court
§1 δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπʼ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον.
§2 μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν, ἐφʼ ἵππου καθήμενος ἤγετο· πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις ἤλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι.
§3 κατόπιν δʼ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα διʼ ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτά μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥωσκίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων.
§4 τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην,
§5 κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν. ψεκτὸς μὲν γὰρ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.
The fate of the survivors
§1 τούτων δὲ πραττομένων Ὑρώδης ἐτύγχανεν ἤδη διηλλαγμένος Ἀρταουάσδῃ τῷ Ἀρμενίῳ καὶ τὴν ἀδελφὴν αὐτοῦ γυναῖκα Πακόρῳ τῷ παιδὶ καθωμολογημένος, ἑστιάσεις τε καὶ πότοι διʼ ἀλλήλων ἦσαν αὐτοῖς, καὶ πολλὰ παρεισήγετο τῶν ἀπὸ τῆς Ἑλλάδος ἀκουσμάτων.
§2 ἦν γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων Ὑρώδης Ἑλληνικῶν ἄπειρος, δʼ Ἀρταοθάσδης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγραφε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται, τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δὲ ὑποκριτὴς Ἰάσων ὄνομα Τραλλιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην. εὐδοκιμοῦντος δʼ αὐτοῦ Σιλλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν κεφαλήν.
§3 κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων, τὸν μὲν Σιλλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, δʼ Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετʼ ἐνθουσιασμοῦ καὶ ᾠδῆς· φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακαρίαν θήραν. καὶ ταῦτα μὲν πάντας ἔτερπεν·
§4 ᾀδομένων δὲ τῶν ἑφεξῆς ἀμοιβαίων πρὸς τὸν χορόν, Χόρος τίς ἐφόνευσεν; Ἀγαύη ἐμὸν τὸ γέρας· ἀναπηδήσας Πομαξάθρης ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ; ἐκείνῳ προσῆκον. ἡσθεὶς δʼ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δʼ Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.
§5 δίκη μέντοι καὶ τῆς ὠμότητος Ὑρώδην καὶ τῆς ἐπιορκίας Σουρήναν ἀξία μετῆλθεν. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὑρώδης φθόνῶ τῆς δόξης ἀπέκτεινεν, Ὑρώδῃ δὲ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα, καὶ νοσήσαντι νόσον εἰς ὓδρωπα τραπεῖσαν, Φραάτης υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν, ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν Φραάτης ἀπέπνιξεν αὐτόν.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up