Preface: the Sicilian disaster
§1
ἐπεὶ δοκοῦμεν οὐκ ἀτόπως τῷ Νικίᾳ τὸν Κράσσον παραβάλλειν, καὶ τὰ Παρθικὰ παθήματα τοῖς Σικελικοῖς, ὥρα παραιτεῖσθαι καὶ παρακαλεῖν ὑπὲρ ἐμοῦ τοὺς ἐντυγχάνοντας τοῖς συγγράμμασι τούτοις, ὅπως ἐπὶ ταῖς διηγήσεσιν αἷς Θουκυδίδης, αὐτὸς αὑτοῦ περὶ ταῦτα παθητικώτατος, ἐναργέστατος, ποικιλώτατος γενόμενος, ἀμιμήτως ἐξενήνοχε, μηδὲν ἡμᾶς ὑπολάβωσι πεπονθέναι Τιμαίῳ πάθος ὅμοιον,
§2
ὃς ἐλπίσας τὸν μὲν Θουκυδίδην ὑπερβαλεῖσθαι δεινότητι, τὸν δὲ Φίλιστον ἀποδείξειν παντάπασι φορτικὸν καὶ ἰδιώτην, διὰ μέσων ὠθεῖται τῇ ἱστορίᾳ τῶν μάλιστα κατωρθωμένων ἐκείνοις ἀγώνων καὶ ναυμαχιῶν καὶ δημηγοριῶν, οὐ μὰ Δίαπαρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων Fragmenta Incerta; Bergk, Poet. Lyr. Graeci, i(4). p. 450ὥς φησι Πίνδαρος, ἀλλʼ ὅλως τις ὀψιμαθὴς καὶ μειρακιώδης φαινόμενος ἐν τούτοις, καὶ κατὰ τὸν Δίφιλονπαχύς, ὠνθυλευμένος στέατι Σικελικῷ, Diphilus; Kock, Com. Att. Frag. ii. p. 576.
§3
πολλαχοῦ δʼ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν λέγῃ τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι γεγονέναι τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν, καὶ τῇ περικοπῇ τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιον, ὡς ὑπὸ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον· ἔτι δʼ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συρακουσίοις βοηθεῖν διὰ τὴν Κόρην, παρʼ ἧς ἔλαβε τὸν Κέρβερον, ὀργίζεσθαι δὲ τοῖς Ἀθηναίοις, ὅτι τοὺς Αἰγεστέας, ἀπογόνους ὄντας Τρώων, ἔσωζον, αὐτὸς δʼ ὑπὸ Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλιν.
§4
ἀλλὰ τούτῳ μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπῄει καὶ τὴν Φιλίστου διάλεκτον εὐθύνειν, καὶ τοῖς περὶ Πλάτωνα καὶ Ἀριστοτέλην λοιδορεῖσθαι· ἐμοὶ δʼ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέρους μικροπρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ ἀμίμητα γίγνηται, καὶ τελέως ἀναίσθητον.
§5
ἃς γοῦν Θουκυδίδης ἐξήνεγκε πράξεις καὶ Φίλιστος, ἐπεὶ παρελθεῖν οὐκ ἔστι, μάλιστά γε δὴ τὸν τρόπον καὶ τὴν διάθεσιν τοῦ ἀνδρὸς ὑπὸ πολλῶν καὶ μεγάλων παθῶν καλυπτομένην περιεχούσας, ἐπιδραμὼν βραχέως καὶ διὰ τῶν ἀναγκαίων, ἵνα μὴ παντάπασιν ἀμελὴς δοκῶ καὶ ἀργὸς εἶναι, τὰ διαφεύγοντα τοὺς πολλούς, ὑφʼ ἑτέρων δʼ εἰρημένα σποράδην ἢ πρὸς ἀναθήμασιν ἢ ψηφίσμασιν εὑρημένα παλαιοῖς πεπείραμαι συναγαγεῖν, οὐ τὴν ἄχρηστον ἀθροίζων ἱστορίαν, ἀλλὰ τὴν πρὸς κατανόησιν ἤθους καὶ τρόπου παραδιδούς.
Nicias' wealth and caution
§1
ἔνεστιν οὖν περὶ Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν Ἀριστοτέλης, ὅτι τρεῖς ἐγένοντο βέλτιστοι τῶν πολιτῶν καὶ πατρικὴν ἔχοντες εὔνοιαν καὶ φιλίαν πρὸς τὸν δῆμον, Νικίας ὁ Νικηράτου καὶ Θουκυδίδης ὁ Μελησίου καὶ Θηραμένης ὁ Ἅγνωνος, ἧττον δὲ οὗτος ἢ ἐκεῖνοι· καὶ γὰρ εἰς δυσγένειαν ὡς ξένος ἐκ Κέω λελοιδόρηται, καὶ διὰ τὸ μὴ μόνιμον, ἀλλʼ ἐπαμφοτερίζον ἀεὶ τῇ προαιρέσει τῆς πολιτείας ἐπεκλήθη Κόθορνος.
§2
ἐκείνων δὲ πρεσβύτερος μὲν ὁ Θονκυδίδης ἦν, καὶ πολλὰ καὶ Περικλεῖ δημαγωγοῦντι τῶν καλῶν καὶ ἀγαθῶν προϊστάμενος ἀντεπολιτεύσατο, νεώτερος δὲ Νικίας γενόμενος ἦν μὲν ἔν τινι λόγῳ καὶ Περικλέους ζῶντος, ὥστε κἀκείνῳ συστρατηγῆσαι καὶ καθʼ αὑτὸν ἄρξαι πολλάκις, Περικλέους δʼ ἀποθανόντος εὐθὺς εἰς τὸ πρωτεύειν προήχθη, μάλιστα μὲν ὑπὸ τῶν πλουσίων καὶ γνωρίμων, ἀντίταγμα ποιουμένων αὐτὸν πρὸς τὴν Κλέωνος βδελυρίαν καὶ τόλμαν, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον εἶχεν εὔνουν καὶ συμφιλοτιμούμενον.
§3
ἴσχυε μὲν γὰρ ὁ Κλέων μέγα γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς, ὅμως δὲ καὶ τὴν πλεονεξίαν αὐτοῦ καὶ τὴν ἰταμότητα καὶ τὸ θράσος ὁρῶντες αὐτοὶ οἷς πρὸς χάριν ἔπραττεν, οἱ πολλοὶ τὸν Νικίαν ἐπήγοντο. καὶ γὰρ οὐκ ἦν αὐστηρὸν οὐδʼ ἐπαχθὲς ἄγαν αὐτοῦ τὸ σεμνόν, ἀλλʼ εὐλαβείᾳ τινὶ μεμιγμένον αὐτῷ τῷ δεδιέναι δοκοῦντι τοὺς πολλοὺς δημαγωγοῦν.
§4
τῇ φύσει γὰρ ὢν ἀθαρσὴς καὶ δύσελπις, ἐν μὲν τοῖς πολεμικοῖς ἀπέκρυπτεν εὐτυχίᾳ τὴν δειλίαν· κατώρθου γὰρ ὁμαλῶς στρατηγῶν· τὸ δʼ ἐν τῇ πολιτείᾳ ψοφοδεὲς καὶ πρὸς τοὺς συκοφάντας εὐθορύβητον αὐτοῦ καὶ δημοτικὸν ἐδόκει, καὶ δύναμιν οὐ μικρὰν ἀπʼ εὐνοίας τοῦ δήμου παρεῖχε τῷ δεδιέναι τοὺς ὑπερορῶντας, αὔξειν δὲ τοὺς δεδιότας. τοῖς γὰρ πολλοῖς τιμὴ μεγίστη παρὰ τῶν μειζόνων τὸ μὴ καταφρονεῖσθαι.
His character: pious, cautious, anxious
§1
Περικλῆς μὲν οὖν ἀπό τε ἀρετῆς ἀληθινῆς καὶ λόγου δυνάμεως τὴν πόλιν ἄγων οὐδενὸς ἐδεῖτο σχηματισμοῦ πρὸς τὸν ὄχλον οὐδὲ πιθανότητος, Νικίας δὲ τούτοις μὲν λειπόμενος, οὐσίᾳ δὲ προέχων, ἀπʼ αὐτῆς ἐδημαγώγει.
§2
καὶ τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχίᾳ πρὸς ἡδονὴν μεταχειριζομένῃ τοὺς Ἀθηναίους διὰ τῶν ὁμοίων ἀντιπαρεξάγειν ἀπίθανος ὤν, χορηγίαις ἀνελάμβανε καὶ γυμνασιαρχίαις ἑτέραις τε τοιαύταις φιλοτιμίαις τὸν δῆμον, ὑπερβαλλόμενος πολυτελείᾳ καὶ χάριτι τοὺς πρὸ ἑαυτοῦ καὶ καθʼ ἑαυτὸν ἅπαντας.
§3
εἱστήκει δὲ καὶ τῶν ἀναθημάτων αὐτοῦ καθʼ ἡμᾶς τό τε Παλλάδιον ἐν ἀκροπόλει, τὴν χρύσωσιν ἀποβεβληκός, καὶ ὁ τοῖς χορηγικοῖς τρίποσιν ὑποκείμενος ἐν Διονύσου νεώς· ἐνίκησε γὰρ πολλάκις χορηγήσας, ἐλείφθη δὲ οὐδέποτε. λέγεται δʼ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν· ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.
§4
μνημονεύεται δʼ αὐτοῦ καὶ τὰ περὶ Δῆλον ὡς λαμπρὰ καὶ θεοπρεπῆ φιλοτιμήματα. τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσπλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δʼ ὄχλου πρὸς τὴν ναῦν ἀπαντῶντος ᾄδειν κελευομένων κατʼ οὐδένα κόσμον, ἀλλʼ ὑπὸ σπουδῆς ἀσυντάκτως ἀποβαινόντων ἅμα καὶ στεφανουμένων καὶ μεταμφιεννυμένων,
§5
ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν· εἶθʼ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾄδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.
§6
μετὰ δὲ τὴν θυσίαν καὶ τὸν ἀγῶνα καὶ τὰς ἑστιάσεις τόν τε φοίνικα τὸν χαλκοῦν ἔστησεν ἀνάθημα τῷ θεῷ, καὶ χωρίον μυρίων δραχμῶν πριάμενος καθιέρωσεν, οὗ τὰς προσόδους ἔδει Δηλίους καταθύοντας ἑστιᾶσθαι, πολλὰ καὶ ἀγαθὰ Νικίᾳ παρὰ τῶν θεῶν αἰτουμένους· καὶ γὰρ τοῦτο τῇ στήλῃ ἐνέγραψεν, ἣν ὥσπερ φύλακα τῆς δωρεᾶς ἐν Δήλῳ κατέλιπεν. ὁ δὲ φοῖνιξ ἐκεῖνος ὑπὸ τῶν πνευμάτων ἀποκλασθεὶς ἐνέπεσε τῷ Ναξίων ἀνδριάντι τῷ μεγάλῳ καὶ ἀνέτρεψε.
Nicias and the demagogues
§1
τούτοις δʼ ὅτι μὲν πολὺ τὸ πρὸς δόξαν καὶ φιλοτιμίαν πανηγυρικὸν καὶ ἀγοραῖον ἔνεστιν, οὐκ ἄδηλον, ἀλλὰ τῷ λοιπῷ τρόπῳ τοῦ ἀνδρὸς καὶ ἤθει πιστεύσειεν ἄν τις εὐσεβείας ἐπακολούθημα τὴν τοιαύτην χάριν καὶ δημαγωγίαν γενέσθαι σφόδρα γὰρ ἦν τῶν ἐκπεπληγμένων τὰ δαιμόνια καὶ θειασμῷ προσκείμενος, ὥς φησι Θουκυδίδης.
§2
ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται ὅτι καθʼ ἡμέραν ἔθυε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλιστα περὶ τῶν ἀργυρείων μετάλλων· ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεωτικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκινδύνους δὲ τὰς ἐργασίας ἔχοντα· καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον εἶχεν.
§3.1
ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμβάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρωπία.
§3.2
λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι.
§4
Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε· Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵνʼ αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου· τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δʼ ἕκατι τοῦτʼ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ. Teleclides; Kock, Com. Att. Frag. i. p. 219.
§5
ὁ δʼ ὑπʼ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει· Α. πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ; Β. οὐδʼ εἶδον, εἰ μὴ ἔναγχος ἑστῶτʼ ἐν ἀγορᾷ. Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι. καίτοι τί μαθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου; Γ. ἠκούσατʼ, ὦ ξυνήλικες, ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον. Β. ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς, λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι; Eupolis, Maricas; Kock, Com. Att. Frag. i. p. 308
§6
ὁ δʼ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει·λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. Arisoph. Kn. 358ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις·ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδʼ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας. Phrynichus; Kock, Com. Att. Frag. i. p. 385
Political career
§1
οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάντας οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν οὔτε κοινολογίαις οὔτε συνδιημερεύσεσιν ἐνέβαλλεν ἑαυτόν, οὐδʼ ὅλως ἐσχόλαζε ταῖς τοιαύταις διατριβαῖς, ἀλλʼ ἄρχων μὲν ἐν τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστατος ἀπῄει πρῶτος ἀφικνούμενος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι, δυσπρόσοδος ἦν καὶ δυσέντευκτος οἰκουρῶν καὶ κατακεκλεισμένος.
§2.1
οἱ δὲ φίλοι τοῖς ἐπὶ ταῖς θύραις φοιτῶσιν ἐνετύγχανον, καὶ παρῃτοῦντο συγγνώμην ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος.
§2.2
καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμπεριτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου, περί τε γράμματα καὶ μουσικὴν ἐξησκημένος ὑπʼ αὐτοῦ, προσποιούμενος δʼ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευθέντος, οὗ καὶ ποιήματα σώζεται, καὶ τῆς εἰς Ἰταλίαν ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους.
§3
οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάντεις ἀπόρρητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον ὡς ἐπίπονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν ζῶντος αὐτοῦ βίον· ᾧ γʼ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τι προσπίπτειν δημόσιον· ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ πρῶτον ὕπνον.
§4
ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δʼ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προσπαίζουσι τῇ πολιτείᾳ. τῷ δʼ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος ὥστʼ αὐτὸν εἰπεῖν τὰ τοῦ Ἀγαμέμνονος εἰς αὑτόν·προστάτην γε τοῦ βίου τὸν ὄγκον ἔχομεν, τῷ τʼ ὄχλῳ δουλεύομεν. Eur. IA 445 f.
Generalship and military caution
§1
ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δʼ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάημωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον,
§2
ὃς εὐθύνας διδοὺς τῆς στρατηγίας ἐν αὐτῷ τῷ δικαστηρίῳ στασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δʼ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος.
§3
ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα· πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δʼ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου.
§4
Νικίας δὲ τούτων ἁπάντων ἀναίτιος ἔμεινε· καὶ στρατηγῶν εἷλε μὲν Κύθηρα, νῆσον εὖ κατὰ τῆς Λακωνικῆς πεφυκυῖαν καὶ Λακεδαιμονίους ἔχουσαν οἰκήτορας, ἔλαβε δὲ καὶ πολλὰ τῶν ἐπὶ Θρᾴκης ἀφεστώτων καὶ προσηγάγετο, κατακλείσας δὲ Μεγαρεῖς εἰς τὴν πόλιν εὐθὺς μὲν ἔσχε Μίνῶαν τὴν νῆσον, ὀλίγῳ δʼ ὕστερον ἐκ ταύτης ὁρμώμενος Νισαίας ἐκράτησεν, εἰς δὲ τὴν Κορινθίαν ἀποβὰς ἐνίκησε μάχῃ καὶ διέφθειρε Κορινθίων πολλοὺς καὶ Λυκόφρονα τὸν στρατηγόν.
§5
ἔθα δʼ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτʼ ἔγνω, τάχιστα τὸν στόλον ἐπιστήσας ἔπεμψε κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναιρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑποσπόνδων λαβόντες ἀναίρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστάναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον ἦν· νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦντας, ὡς λαβεῖν μὴ δυναμένους.
§6.1
ἀλλʼ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα καὶ τὴν δόξαν ἢ καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν.
§6.2
πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψάμενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρεθέντας ἀπήγαγε ζῶντας εἰς Ἀθήνας.
Successes in the Peloponnese
§1
ἐπεὶ δὲ Δημοσθένους Πύλον τειχίσαντος ἐπεστράτευσαν ἅμα πεζῷ καὶ ναυσὶ Πελοποννήσιοι, καὶ μάχης γενομένης ἀπελήφθησαν ἐν τῇ Σφακτηρίᾳ νήσῳ Σπαρτιατῶν ἄνδρες ἀμφὶ τοὺς τετρακοσίους, μέγα μέν, ὥσπερ ἦν, ἡγούμενοι τὸ λαβεῖν αὐτοὺς Ἀθηναῖοι, χαλεπῆς δὲ καὶ δυσέργου τῆς πολιορκίας οὔσης ἐν χωρίοις ἀνύδροις, καὶ θέρους μὲν μακρὰν καὶ πολυτελῆ τὴν περιαγωγὴν τῶν ἐπιτηδείων ἐχούσης, σφαλερὰν δὲ χειμῶνος καὶ παντελῶς ἄπορον, ἤχθοντο καὶ μετεμέλοντο πρεσβείαν Λακεδαιμονίων ἀπωσάμενοι περὶ σπονδῶν καὶ εἰρήνης ἀφικομένην πρὸς αὐτούς.
§2
ἀπεώσαντο δὲ Κλέωνος ἐναντιωθέντος οὐχ ἥκιστα διὰ Νικίαν· ἐχθρὸς γὰρ ὢν αὐτοῦ, καὶ προθύμως ὁρῶν συμπράττοντα τοῖς Λακεδαιμονίοις, ἔπεισε τὸν δῆμον ἀποψηφίσασθαι τὰς σπονδάς. ὡς οὖν ἥ τε πολιορκία μῆκος ἐλάμβανε καὶ δεινὰς ἀπορίας ἐπυνθάνοντο περιεστάναι τὸ στρατόπεδον, διʼ ὀργῆς εἶχον τὸν Κλέωνα.
§3
τοῦ δʼ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐεται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον, τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη· τί δʼ οὐχὶ καὶ νῦν αὐτὸς σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας; ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε, καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλʼ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπουδῆς.
§4
ὁ δὲ τὸ μὲν πρῶτον ἀνεδύετο, τῷ μὴ προσδοκῆσαι τοῦτο θορυβούμενος· ἐγκελευομένων δὲ ταὐτὰ τῶν Ἀθηναίων καὶ τοῦ Νικίου καταβοῶντος, ἐξαρθεὶς καὶ ἀναφλεχθεὶς τὸ φιλότιμον ὑπεδέξατό τε τὴν στρατηγίαν, καὶ προσδιωρίσατο πλεύσας ἐντὸς ἡμερῶν εἴκοσιν ἢ κατακτενεῖν ἐκεῖ τοὺς ἄνδρας ἢ ζῶντας ἄξειν Ἀθήναζε. τοῖς δʼ Ἀθηναίοις ἐπῆλθε γελάσαι μέγα μᾶλλον ἢ πιστεῦσαι· καὶ γὰρ ἄλλως εἰώθεσαν αὐτοῦ τὴν κουφότητα καὶ μανίαν φέρειν μετὰ παιδιᾶς οὐκ ἀηδῶς.
§5
λέγεται γὰρ ἐκκλησίας ποτὲ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δʼ εἰσελθεῖν ἐκεῖνον ἐστεφανωμένον καὶ παρακαλεῖν ὑπερθέσθαι τὴν ἐκκλησίαν εἰς αὔριον· ἀσχολοῦμαι γάρ, ἔφη, σήμερον, ἑστιᾶν μέλλων ξένους καὶ τεθυκὼς τοῖς θεοῖς. τοὺς δʼ Ἀθηναίους γελάσαντας ἀναστῆναι καὶ διαλῦσαι τὴν ἐκκλησίαν.
The capture of Cythera
§1
οὐ μὴν ἀλλὰ καὶ τότε τύχῃ χρησάμενος ἀγαθῇ καὶ στρατηγήσας ἄριστα μετὰ Δημοσθένους, ἐντὸς οὗ προεῖπε χρόνου τῶν Σπαρτιατῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους. καὶ τοῦτο τῷ Νικίᾳ μεγάλην ἤνεγκεν ἀδοξίαν. οὐ γὰρ ἀσπίδος ῥῖψις, ἀλλʼ αἴσχιόν τι καὶ χεῖρον ἐδόκει τὸ δειλίᾳ τὴν στρατηγίαν ἀποβαλεῖν ἑκουσίως, καὶ προέσθαι τῷ ἐχθρῷ τηλικούτου κατορθώματος ἀφορμάς, αὑτὸν ἀποχειροτονήσαντα τῆς ἀρχῆς.
§2
σκώπτει δʼ αὐτὸν εἰς ταῦτα πάλιν Ἀριστοφάνης ἐν μὲν Ὄρνισιν οὕτω πως λέγων·καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν γʼ ἔτι ὥρα ʼστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Aristoph. Birds 638 f. ἐν δὲ Γεωργοῖς ταῦτα γράφων· Α. ἐθέλω γεωργεῖν. Β. εἶτα τίς σε κωλύει; Α. ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς, ἐάν με τῶν ἀρχῶν ἀφῆτε. Β. δεχόμεθα· δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου. Aristophanes, The Farmers; Kock, Com. Att. Frag. i. p. 416
§3
καὶ μέντοι καὶ τὴν πόλιν ἔβλαψεν οὐ μικρὰ τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως, ὑφʼ ἧς εἰς βαρὺ φρόνημα καὶ θράσος ἐμπεσὼν ἀκάθεκτον ἄλλας τε τῇ πόλει προσετρίψατο συμφοράς, ὧν οὐχ ἥκιστα καὶ αὐτὸς ἀπέλαυσε, καὶ τὸν ἐπὶ τοῦ βήματος κόσμον ἀνελὼν καὶ πρῶτος ἐν τῷ δημηγορεῖν ἀνακραγὼν καὶ περισπάσας τὸ ἱμάτιον καὶ τὸν μηρὸν πατάξας καὶ δρόμῳ μετὰ τοῦ λέγειν ἅμα χρησάμενος, τὴν ὀλίγον ὕστερον ἅπαντα τὰ πράγματα συγχέασαν εὐχέρειαν καὶ ὀλιγωρίαν τοῦ πρέποντος ἐνεποίησε τοῖς πολιτευομένοις.
The Peace of Nicias
§1
ἤδη δέ που καὶ Ἀλκιβιάδης ἐνεφύετο τηνικαῦτα τοῖς Ἀθηναίοις δημαγωγὸς οὐχ ὁμοίως ἄκρατος, ἀλλʼ οἷον ἡ Αἰγυπτίων χώρα λέγεται διʼ ἀρετὴν ἐκφέρειν ὁμοῦφάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά, Hom. Od. 4.230οὕτως ἡ Ἀλκιβιάδου φύσις ἐπʼ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά, μεγάλων ἐνέδωκεν ἀρχὰς νεωτερισμῶν.
§2.1
ὅθεν οὐδʼ ἀπαλλαγεὶς τοῦ Κλέωνος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀναπαῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλʼ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς Ἀλκιβιάδου φιλοτιμίας αὖθις ἐξωσθεὶς εἰς τὸν πόλεμον.
§2.2
ἐπράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρασίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε.
§3
τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ Ἀμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγομένους, τοὺς δʼ Ἀθηναίους οὐκέτι τῷ πολέμῳ θαρροῦντας, ἀμφοτέρους δʼ οἷον ἐκλελυμένους καὶ παρακαθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγὼν καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλλάξας κακῶν καὶ ἀναπαυσάμενος, βέβαιον οὕτω τὸ τῆς εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο.
§4
τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος αὐτόθεν εἰρηνικὸν εἶχεν· ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολλοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προεκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης. οἱ δʼ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις ἐπιμελόμενος καὶ περιέπων φιλανθρώπως ἐλαφροτέραν ἐποίει τὴν ἀτυχίαν.
§5
ἦσαν οὖν πρότερον πεποιημένοι τινὰ πρὸς ἀλλήλους ἐκεχειρίαν ἐνιαύσιον, ἐν ᾗ συνιόντες εἰς ταὐτὸ καὶ γευόμενοι πάλιν ἀδείας καὶ σχολῆς καὶ πρὸς ξένους καὶ οἰκείους ἐπιμιξίας, ἐπόθουν τὸν ἀμίαντον καὶ ἀπόλεμον βίον, ἡδέως μὲν ᾀδόντων τὰ τοιαῦτα χορῶν ἀκούοντες·κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις· Euripides, Erechtheus; Nauck, Trag. Graec. Frag. (2) p. 474ἡδέως δὲ μεμνημένοι τοῦ εἰπόντος ὅτι τοὺς ἐν εἰρήνῃ καθεύδοντας οὐ σάλπιγγες, ἀλλʼ ἀλεκτρυόνες ἀφυπνίζουσι.
§6
λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθʼ οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ διʼ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγαθῶ.
§7
δέδωκε· τῷ γὰρ ὄντι Νικίου τὴν εἰρήνην ἐνόμιζον ἔργον, ὡς Περικλέους τὸν πόλεμον. ὁ μὲν γὰρ ἐπʼ αἰτίαις μικραῖς εἰς συμφορὰς μεγάλας ἐμβαλεῖν ἐδόκει τοὺς Ἕλληνας, ὁ δὲ τῶν μεγίστων κακῶν ἔπεισεν ἐκλαθέσθαι φίλους γενομένους. διὸ καὶ τὴν εἰρήνην ἐκείνην ἄχρι νῦν Νικίειον καλοῦσι.
Rivalry with Cleon and Alcibiades
§1
γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις, ἃς εἶχον ἀλλήλων, καὶ τοὺς αἰχμαλώτους ἀποδιδῶσι, προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων, ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν, ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους.
§2
καὶ τοῦτο μὲν ἱστορεῖ Θεόφραστος. ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πραττόμενα δυσκολαίνοντες αἰτίαις καὶ μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπεισεν ὁ Νικίας τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρήνῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλήλοις γενέσθαι.
§3
πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δʼ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δʼ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλʼ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδʼ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφʼ ἑκάστῃ.
§4
τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς διʼ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδʼ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι.
§5
πεισθέντων δὲ καὶ μεταστάντων ἀπὸ τοῦ Νικίου πρὸς ἐκεῖνον, ἐμβαλὼν αὐτοὺς εἰς τὸν δῆμον ἠρώτα πρῶτον εἰ περὶ πάντων ἥκουσιν αὐτοκράτορες· ὡς δʼ ἠρνοῦντο, παρʼ ἐλπίδας μεταβαλόμενος τήν τε βουλὴν ἐπεκαλεῖτο μάρτυρα τῶν λόγων, καὶ τὸν δῆμον ἐκέλευε μὴ προσέχειν μηδὲ πιστεύειν οὕτω περιφανῶς ψευδομένοις καὶ νῦν μὲν ταῦτα, νῦν δὲ τἀναντία περὶ τῶν αὐτῶν λέγουσι.
§6
θορυβουμένων δʼ, ὡς εἰκός, αὐτῶν, καὶ τοῦ Νικίου μηδὲν ἔχοντος εἰπεῖν, ἀλλʼ ἄχει καὶ θαύματι πεπληγότος, ὁ μὲν δῆμος εὐθὺς ὥρμητο τοὺς Ἀργείους καλεῖν καὶ ποιεῖσθαι συμμάχους, ἐβοήθησε δὲ τῷ Νικίᾳ σεισμός τις διὰ μέσου γενόμενος καὶ διαλύσας τὴν ἐκκλησίαν. τῇ δʼ ὑστεραίᾳ πάλιν τοῦ δήμου συνελθόντος πολλὰ ποιήσας καὶ εἰπὼν ἔπεισε μόλις ἐπισχεῖν τὰ πρὸς Ἀργείους, αὐτὸν δὲ πέμψαι πρὸς Λακεδαιμονίους, ὡς πάντων καλῶς γενησομένων.
§7
ἐλθὼν δʼ εἰς Σπάρτην τἆλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτιμήθη, πράξας δʼ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτιαζόντων ἐπανῆλθεν, οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων, ἀλλὰ καὶ δεδιὼς τοὺς Ἀθηναίους λυπουμένους καὶ ἀγανακτοῦντας ὅτι πεισθέντες ὑπʼ ἐκείνου τοσούτους καὶ τοιούτους ἄνδρας ἀπέδωκαν· οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης, καὶ φίλους καὶ συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες.
§8
οὐ μὴν ἔπραξάν τι τραχύτερον ὀργῇ πρὸς ἐκεῖνον, ἀλλὰ τὸν Ἀλκιβιάδην στρατηγὸν εἵλοντο, καὶ Μαντινεῖς καὶ Ἠλείους Λακεδαιμονίων ἀποστάντας ἐποιήσαντο συμμάχους μετʼ Ἀργείων, καὶ λῃστὰς εἰς Πύλον ἔπεμψαν κακουργεῖν τὴν Λακωνικήν· ἐξ ὧν αὖθις εἰς πόλεμον κατέστησαν.
The peace treaty
§1
ἀκμαζούσης δὲ τῆς πρὸς τὸν Νικίαν τοῦ Ἀλκιβιάδου διαφορᾶς, καὶ γιγνομένης ὀστρακοφορίας, ἣν εἰώθει διὰ χρόνου τινὸς ὁ δῆμος ποιεῖσθαι, ἕνα τῶν ὑπόπτων ἢ διὰ δόξαν ἄλλως ἢ πλοῦτον ἐπιφθόνων ἀνδρῶν τῷ ὀστράκῳ μεθιστὰς εἰς δέκα ἔτη, πολὺς θόρυβος ἀμφοτέρους περιΐστατο καὶ κίνδυνος, ὡς θατέρου πάντως ὑποπεσουμένου τῷ ἐξοστρακισμῷ.
§2
τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν, ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει καὶ μάλιστα τῆς διαίτης τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλʼ ἄμικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δʼ ἤδη ταῖς ἐπιθυμίαις αὐτῶν ἀντιτείνων, παρὰ γνώμην βιαζόμενος πρὸς τὸ συμφέρον, ἐπαχθὴς ἦν.
§3
ὡς δʼ ἁπλῶς εἰπεῖν, νέων ἦν καὶ πολεμοποιῶν ἅμιλλα πρὸς εἰρηνοποιοὺς καὶ πρεσβυτέρους, τῶν μὲν εἰς τοῦτον, τῶν δʼ εἰς ἐκεῖνον τὸ ὄστρακον τρεπόντων. ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς· Attributed to Callimachus ὥς που καὶ τότε διαστὰς ὁ δῆμος δίχα χώραν ἔδωκε τοῖς ἰταμωτάτοις καὶ πανουργοτάτοις, ὧν ἦν καὶ Ὑπέρβολος ὁ Περιθοίδης, ἄνθρωπος ἀπʼ οὐδεμιᾶς τολμῶν δυνάμεως, ἀλλʼ ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν προελθών, καὶ γενόμενος διʼ ἣν εἶχεν ἐν τῇ πόλει δόξαν ἀδοξία τῆς πόλεως.
§4
οὗτος ἐν τῷ τότε χρόνῳ τοῦ μὲν ὀστράκου πόρρω τιθέμενος ἑαυτόν, ἅτε δὴ τῷ κύφωνι μᾶλλον προσήκων, ἐλπίζων δὲ θατέρου τῶν ἀνδρῶν ἐκπεσόντος αὐτὸς ἀντίπαλος τῷ λειπομένῳ γενέσθαι, καταφανὴς ἦν ἡδόμενός τε τῇ διαφορᾷ καὶ παροξύνων τὸν δῆμον ἐπʼ ἀμφοτέρους. συνιδόντες οὖν τὴν μοχθηρίαν οἱ περὶ τὸν Νικίαν καὶ τὸν Ἀλκιβιάδην, καὶ λόγον δόντες ἀλλήλοις κρύφα, καὶ τὰς στάσεις συναγαγόντες εἰς ἓν ἀμφοτέρας καὶ ἀναμίξαντες, ἐκράτησαν ὥστε μηδέτερον αὐτῶν, ἀλλὰ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι.
§5
καὶ παραυτίκα μὲν ἡδονὴν τοῦτο καὶ γέλωτα τῷ δήμῳ παρέσχεν, ὕστερον δὲ ἠγανάκτουν ὡς καθυβρισμένον τὸ πρᾶγμα τοῦτο πρὸς ἄνθρωπον ἀνάξιον γεγονέναι νομίζοντες, εἶναι γάρ τι καὶ κολάσεως ἀξίωμα, μᾶλλον δὲ κόλασιν τὸν ἐξοστρακισμὸν ἡγούμενοι Θουκυδίδῃ καὶ Ἀριστείδῃ καὶ τοῖς ὁμοίοις, Ὑπερβόλῳ δὲ τιμὴν καὶ προσποίησιν ἀλαζονείας, εἰ διὰ μοχθηρίαν ἔπαθε ταὐτὰ τοῖς ἀρίστοις, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε περὶ αὐτοῦ.
§6
καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια· οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη. Plato comicus, unknownκαὶ τὸ πέρας οὐδεὶς ἔτι τὸ παράπαν ἐξωστρακίσθη μετὰ Ὑπέρβολον, ἀλλʼ ἔσχατος ἐκεῖνος, πρῶτος δʼ Ἵππαρχος ὁ Χολαργεὺς συγγενής τις ὢν τοῦ τυράννου.
§7.1
ἄκριτον δʼ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νικίας γάρ, εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει πρὸ τῶν ἐσχάτων ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλάξας.
§7.2
οὐκ ἀγνοῶ δʼ ὅτι Θεόφραστος ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος. ἀλλʼ οἱ πλείονες οὕτω γεγράφασιν.
Alcibiades undermines the peace
§1
ὁ δʼ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσβεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς Ἀθηναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθιστάμενος ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν γενέσθαι, κατασχόντος ἤδη πλῆθος ἐλπίσι καὶ λόγοις προδιεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομένους ὑπογράφειν τὸ σχῆμα τῆς Σικελίας, καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης, καὶ λιμένας καὶ τόπους οἷς τέτραπται πρὸς Λιβύην ἡ νῆσος.
§2.1
οὐ γὰρ ἆθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλʼ ὁρμητήριον, ὡς ἀπʼ αὐτῆς διαγωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν.
§2.2
ὡς οὖν ὥρμηντο πρὸς ταῦτα, ὁ Νικίας ἐναντιούμενος οὔτε πολλοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀποδιδράσκειν, παρὰ γνώμην ἡσύχαζον·
§3
ὁ δʼ οὐκ ἔκαμνεν οὐδʼ ἀπηγόρευεν, ἀλλὰ καὶ μετὰ τὸ ψηφίσασθαι τὸν πόλεμον Ἀθηναίους καὶ στρατηγὸν ἑλέσθαι πρῶτον ἐκεῖνον μετʼ Ἀλκιβιάδου καὶ Λαμάχου, πάλιν ἐκκλησίας γενομένης, ἀναστὰς ἀπέτρεπε καὶ διεμαρτύρετο, καὶ τελευτῶν διέβαλε τὸν Ἀλκιβιάδην ἰδίων ἕνεκα κερδῶν καὶ φιλοτιμίας τὴν πόλιν εἰς χαλεπὸν ἐξωθεῖν καὶ διαπόντιον κίνδυνον.
§4
ἔπραξε δʼ οὐδὲν μᾶλλον, ἀλλʼ ὑπὸ ἐμπειρίας δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν. ἀναστὰς γὰρ ὁ μάλιστα τῶν δημαγωγῶν ἐπὶ τὸν πόλεμον παροξύνων τοὺς Ἀθηναίους, Δημόστρατος, ἔφη τὸν Νικίαν προφάσεις λέγοντα παύσειν· καὶ ψήφισμα γράψας ὅπως αὐτοκράτορες ὦσιν οἱ στρατηγοὶ κἀνταῦθα κἀκεῖ βουλευόμενοι καὶ πράττοντες, ἔπεισε τὸν δῆμον ψηφίσασθαι.
The alliance with Argos
§1
καίτοι λέγεται πολλὰ καὶ παρὰ τῶν ἱερέων ἐναντιοῦσθαι πρὸς τὴν στρατείαν· ἀλλʼ ἑτέρους ἔχων μάντεις ὁ Ἀλκιβιάδης ἐκ δή τινων λογίων προὔφερε παλαιῶν μέγα κλέος τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔσεσθαι. καὶ θεοπρόποι τινὲς αὐτῷ παρʼ Ἄμμωνος ἀφίκοντο χρησμὸν κομίζοντες ὡς λήψονται Συρακουσίους ἅπαντας Ἀθηναῖοι· τὰ δʼ ἐναντία φοβούμενοι δυσφημεῖν ἔκρυπτον.
§2
οὐδὲ γὰρ τὰ προὖπτα καὶ καταφανῆ τῶν σημείων ἀπέτρεπεν, ἥ τε τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ πάντων ἀκρωτηριασθέντων πλὴν ἑνός, ὃν Ἀνδοκίδου καλοῦσιν, ἀνάθημα μὲν τῆς Αἰγηΐδος φυλῆς, κείμενον δὲ πρὸ τῆς τότε οὔσης Ἀνδοκίδου οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν. ἄνθρωπος γάρ τις ἐξαίφνης ἀναπηδήσας ἐπʼ αὐτόν, εἶτα περιβὰς ἀπέκοψεν αὑτοῦ λίθῳ τὸ αἰδοῖον.
§3
ἐν δὲ Δελφοῖς Παλλάδιον ἕστηκε χρυσοῦν ἐπὶ φοίνικος χαλκοῦ βεβηκός, ἀνάθημα τῆς πόλεως ἀπὸ τῶν Μηδικῶν ἀριστείων· τοῦτʼ ἔκοπτον ἐφʼ ἡμέρας πολλὰς προσπετόμενοι κόρακες, καὶ τὸν καρπὸν ὄντα χρυσοῦν τοῦ φοίνικος ἀπέτρωγον καὶ κατέβαλλον.
§4
οἱ δὲ ταῦτα μὲν ἔφασαν εἶναι Δελφῶν πλάσματα πεπεισμένων ὑπὸ Συρακουσίων· χρησμοῦ δέ τινος κελεύοντος αὐτοὺς ἐκ Κλαζομενῶν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἄγειν, μετεπέμψαντο τὴν ἄνθρωπον· ἐκαλεῖτο δὲ Ἡσυχία. καὶ τοῦτο ἦν, ὡς ἔοικεν, ὃ παρῄνει τῇ πόλει τὸ δαιμόνιον ἐν τῷ παρόντι, τὴν ἡσυχίαν ἄγειν.
§5
εἴτε δὴ ταῦτα δείσας εἴτʼ ἀνθρωπίνῳ λογισμῷ τὴν στρατείαν φοβηθείς, ὁ ἀστρολόγος Μέτων (ἦν γὰρ ἐφʼ ἡγεμονίας τινὸς τεταγμένος) προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς. οἱ δέ φασιν οὐ μανίαν σκηψάμενον, ἀλλὰ νύκτωρ ἐμπρήσαντα τὴν οἰκίαν προελθεῖν εἰς τὴν ἀγορὰν ταπεινόν, καὶ δεῖσθαι τῶν πολιτῶν ὅπως ἐπὶ συμφορᾷ τοσαύτῃ τὸν υἱὸν αὐτοῦ μέλλοντα πλεῖν τριήραρχον εἰς Σικελίαν ἀφῶσι τῆς στρατείας.
§6
Σωκράτει δὲ τῷ σοφῷ τὸ δαιμόνιον οἷς εἰώθει συμβόλοις χρησάμενον πρὸς αὐτὸν ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπʼ ὀλέθρῳ τῆς πόλεως πραττόμενον. ὁ δὲ τοῖς συνήθεσι καὶ φίλοις ἔφρασε, καὶ διῆλθεν εἰς πολλοὺς ὁ λόγος.
§7
οὐκ ὀλίγους δὲ καὶ τὰ τῶν ἡμερῶν ἐν αἷς τὸν στόλον ἐξέπεμπον ὑπέθραττεν. Ἀδώνια γὰρ εἶχον αἱ γυναῖκες τότε, καὶ προὔκειτο πολλαχόθι τῆς πόλεως εἴδωλα, καὶ ταφαὶ περὶ αὐτὰ καὶ κοπετοὶ γυναικῶν ἦσαν, ὥστε τοὺς ἐν λόγῳ ποιουμένους τινὶ τὰ τοιαῦτα δυσχεραίνειν καὶ δεδιέναι περὶ τῆς παρασκευῆς ἐκείνης καὶ δυνάμεως, μὴ λαμπρότητα καὶ ἀκμὴν ἐπιφανεστάτην σχοῦσα ταχέως μαρανθῇ.
The Sicilian expedition proposed
§1
τὸ μὲν οὖν ἐναντιωθῆναι ψηφιζομένῃ τῇ στρατείᾳ τὸν Νικίαν, καὶ μήθʼ ὑπʼ ἐλπίδων ἐπαρθέντα μήτε πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἐκπλαγέντα μεταθέσθαι τὴν γνώμην, ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος· ἐπεὶ δʼ οὔτε τοῦ πολέμου τὸν δῆμον ἀποτρέψαι πειρώμενος οὔθʼ αὑτὸν ἐξελέσθαι τῆς στρατηγίας δεόμενος ἴσχυσεν, ἀλλʼ ὥσπερ ἀράμενος καὶ φέρων αὐτὸν ὁ δῆμος ἐπέθηκε τῇ δυνάμει στρατηγόν,
§2
οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως, ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμβάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων, ἀλλʼ εὐθὺς ἔδει τοῖς πολεμίοις ἐμφύντα καὶ προσκείμενον ἐλέγχειν τὴν τύχην ἐπὶ τῶν ἀγώνων.
§3
ὁ δέ, Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγιστα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφιστάναι Συρακουσίων, εἶθʼ οὕτως ἐπʼ αὐτοὺς βαδίζειν, τὰ ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτʼ ἀποπλεῖν Ἀθήναζε μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξέλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν.
§4
καὶ μετʼ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀποδειχθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῷ τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος καὶ τὸν φόβον ὃν ἡ πρώτη παρέθηκεν αὐτοῖς ὄψις τῶν δυνάμεων.
§5
ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δʼ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου τότε πρὸς ἐξέτασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν.
§6
ὡς οὖν ὑπὸ τῶν Ἀθηναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι, λέγοντος ὡς Ἀθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλʼ ἑτέρῳ φασιν ἔργῳ τοῦτο τοῖς Ἀθηναίοις γενέσθαι ἐπιτελὲς καθʼ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ Ἀθηναῖος ἔσχε Συρακούσας.
Nicias' speech against the expedition
§1
ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετʼ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καθʼ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ.
§2
τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δʼ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπʼ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, ἐγώ, φάναι, παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.
§3
οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφʼ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικελίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη.
§4
καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα, βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.
The mutilation of the Herms
§1
τοῦ δὲ θέρους διελθόντος, ἐπεὶ τοὺς Συρακουσίους ἐπυνθάνετο προτέρους ἐπʼ αὐτοὺς ἀφίξεσθαι τεθαρρηκότας, οἱ δʼ ἱππεῖς ὕβρει προσελαύνοντες ἤδη πρὸς τὸ στρατόπεδον ἠρώτων εἰ Καταναίοις συνοικήσοντες ἢ Λεοντίνους κατοικιοῦντες ἥκουσι, μόλις ὁ Νικίας ὥρμησε πλεῖν ἐπὶ Συρακούσας.
§2
καὶ βουλόμενος ἀδεῶς καὶ καθʼ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρωπον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρημον ἀνδρῶν τὸ στρατόπεδον καὶ τὰ ὅπλα τῶν Ἀθηναίων, ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι, τῶν δʼ Ἀθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκείνους προσιόντας αἴσθωνται, τάς τε πύλας καταλαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπράναι· πολλοὺς δὲ εἶναι τοὺς συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν.
§3
τοῦτʼ ἄριστα Νικίας ἐστρατήγησε περὶ Σικελίαν. πανστρατιᾷ γὰρ ἐξαγαγὼν τοὺς πολεμίους καὶ τὴν πόλιν ὁμοῦ τι ποιήσας ἔρημον ἀνδρῶν, αὐτὸς ἐκ Κατάνης ἀναχθεὶς τῶν τε λιμένων ἐκράτησε καὶ τῷ στρατοπέδῳ κατέλαβε χώραν, ὅθεν ἥκιστα βλαπτόμενος οἷς ἐλείπετο τῶν πολεμίων, ἤλπιζεν ἐξ ὧν ἐθάρρει πολεμήσειν ἀκωλύτως.
§4
ἐπεὶ δʼ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν ταχὺ τοὺς Ἀθηναίους ἐκράτησε. καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων· οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει· τοῦ δὲ ποταμοῦ διαφθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἑρμοκράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους ὅτι γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν, ὥσπερ οὐκ ἐπὶ μάχῃ πεπλευκώς.
§5
οὐ μὴν ἀλλὰ φόβον τε καὶ κατάπληξιν ἰσχυρὰν ἐνειργάσατο τοῖς Συρακουσίοις, ὥστʼ ἀντὶ τῶν ὄντων τότε πεντεκαίδεκα στρατηγῶν ἑτέρους ἑλέσθαι τρεῖς, οἷς πίστιν ἔδωκεν ὁ δῆμος διʼ ὅρκων, ἦ μὴν ἐάσειν ἄρχειν αὐτοκράτορας.
§6
τοῦ δʼ Ὀλυμπιείου πλησίον ὄντος ὥρμησαν οἱ Ἀθηναῖοι καταλαβεῖν, πολλῶν ὄντων ἐν αὐτῷ χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων. ὁ δὲ Νικίας ἐπίτηδες ἀναβαλλόμενος ὑστέρησε καὶ περιεῖδε φρουρὰν εἰσελθοῦσαν παρὰ τῶν Συρακουσίων, ἡγούμενος, ἐὰν τὰ χρήματα διαρπάσωσιν οἱ στρατιῶται, τὸ μὲν κοινὸν οὐκ ὠφεληθήσεσθαι, τὴν δʼ αἰτίαν αὐτὸς ἕξειν τοῦ ἀσεβήματος.
§7
τῇ δὲ νίκῃ περιβοήτῳ γενομένῃ χρησάμενος εἰς οὐδέν, ὀλίγων ἡμερῶν διαγενομένων αὖθις ἀνεχώρησεν εἰς Νάξον, κἀκεῖ διεχείμασε, πολλὰ μὲν ἀναλίσκων στρατιᾷ τοσαύτῃ, πράττων δὲ μικρὰ πρὸς Σικελούς τινας ἀφισταμένους πρὸς αὐτόν, ὥστε τοὺς Συρακουσίους αὖθις ἀναθαρρήσαντας ἐξελάσαι πρὸς Κατάνην καὶ τήν τε χώραν τεμεῖν καὶ τὸ στρατόπεδον κατακαῦσαι τῶν Ἀθηναίων.
§8
ἃ δὴ πάντες ᾐτιῶντο τὸν Νικίαν, ὡς ἐν τῷ διαλογίζεσθαι καὶ μέλλειν καὶ φυλάττεσθαι τὸν τῶν πράξεων ἀπολλύντα καιρόν· ἐπεὶ τάς γε πράξεις οὐδεὶς ἂν ἐμέμψατο τοῦ ἀνδρός· ὁρμήσας γὰρ ἦν ἐνεργὸς καὶ δραστήριος, τολμῆσαι δὲ μελλητὴς καὶ ἄτολμος.
The fleet sails for Sicily
§1
ὡς δʼ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρακούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών, τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν.
§2
ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν.
§3
ἀλλὰ τοῦτʼ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδʼ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι. θαυμάζω δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν.
§4
ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν·οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν ἄνδρες, ὅτʼ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις· Euripides; Bergk, Poet. Lyr. Graeci, ii (4) p. 265
§5
οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακουσίους νενικημένους ὑπʼ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως.
The campaign in Sicily
§1
ταῖς μὲν οὖν πλείσταις πράξεσι βιαζόμενος τὸ σῶμα παρῆν ὁ Νικίας· ἀκμὴν δέ ποτε τῆς ἀρρωστίας λαβούσης ὁ μὲν ἐν τείχεσι μετʼ ὀλίγων ὑπηρετῶν κατέκειτο, τὴν δὲ στρατιὰν ἔχων ὁ Λάμαχος προσεμάχετο τοῖς Συρακουσίοις ἐκ τῆς πόλεως τεῖχος ἀνάγουσι πρὸς τὸ τῶν Ἀθηναίων, ὃ κωλύσειν ἔμελλε διὰ μέσου τὸν ἀποτειχισμόν.
§2
τῷ δὲ κρατεῖν τῶν Ἀθηναίων ἀτακτότερον φερομένων πρὸς τὰς διώξεις, ἀπομονωθεὶς ὁ Λάμαχος ὑπέστη τῶν Συρακουσίων τοὺς ἱππεῖς ἐπιφερομένους. ἦν δὲ πρῶτος αὐτῶν Καλλικράτης, ἀνὴρ πολεμικὸς καὶ θυμοειδής. πρὸς τοῦτον ἐκ προκλήσεως καταστὰς ὁ Λάμαχος ἐμονομάχησε, καὶ λαβὼν πληγὴν πρότερος, εἶτα δοὺς καὶ πεσὼν ὁμοῦ συναπέθανε τῷ Καλλικράτει.
§3
καὶ τὸ μὲν σῶμα κρατήσαντες αὐτοῦ μετὰ τῶν ὅπλων ἐξῆραν οἱ Συρακούσιοι, δρόμῳ δʼ ἐφέροντο πρὸς τὰ τείχη τῶν Ἀθηναίων, ἐν οἷς ὁ Νικίας ἦν οὐκ ἔχων τοὺς βοηθοῦντας. ὅμως δʼ ὑπὸ τῆς ἀνάγκης ἐξαναστὰς καὶ κατιδὼν τὸν κίνδυνον ἐκέλευσε τοὺς καθʼ ἑαυτόν, ὅσα ξύλα πρὸ τῶν τειχῶν ἐτύγχανεν εἰς μηχανὰς παραβεβλημένα, καὶ τὰς μηχανὰς αὐτὰς πῦρ κομίσαντας ἅψαι. τοῦτο τοὺς Συρακουσίους ἐπέσχε καὶ τὸν Νικίαν ἔσωσε καὶ τὰ τείχη καὶ τὰ χρήματα τῶν Ἀθηναίων· φλόγα γὰρ ἀρθεῖσαν διὰ μέσου πολλὴν ἰδόντες ἀπετράπησαν οἱ Συρακούσιοι.
§4
τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δʼ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν ἦλθεν εἰς τὸ στρατόπεδον, τοῖς πράγμασιν εὖ φερομένοις πάντων προστιθεμένων. καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν Συρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπεγνωκότων τὴν πόλιν.
§5
ὅπου καὶ Γύλιππος ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτειχισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχομένης μὲν ἤδη τῆς Σικελίας, Ἰταλιώταις δὲ τὰς πόλεις διαφυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς Ἀθηναίους καὶ στρατηγὸν ἔχειν ἄμαχον διʼ εὐτυχίαν καὶ φρόνησιν.
§6
ὁ δὲ Νικίας εὐθὺς αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥώμης καὶ τύχης ἀνατεθαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακουσῶν διαλεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐδένα τοῦ Γυλίππου λόγον ἔσχε προσπλέοντος, οὐδὲ φυλακὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν ὁ ἀνὴρ εἰσέπλευσε διὰ πορθμοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρακουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδʼ εἰ πάρεστι τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκώντῶν.
§7
διὸ καὶ παρήγγελτο μὲν αὐτοῖς ἐκκλησία περὶ τῶν πρὸς τὸν Νικίαν ὁμολογιῶν, καί τινες ἐβάδιζον ἤδη, πρὶν ἢ παντελῶς ἀποτειχισθῆναι τὴν πόλιν οἰόμενοι δεῖν γενέσθαι τὰς διαλύσεις· βραχὺ γὰρ ἦν κομιδῇ τὸ ἀπολειπόμενον τοῦ ἔργου, καὶ τοῦτο παραβεβλημένην εἶχε τὴν παρασκευὴν τῆς τειχοδομίας σύμπασαν.
Early operations around Syracuse
§1
ἐν τούτῳ δὲ καιροῦ παρόντος τοῦ κινδύνου ἀφικνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ τριήρει· καὶ συνδραμόντων πρὸς αὐτόν, ὡς εἰκός, πάντων ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέουσιν.
§2
οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο· καὶ προσῆγεν εὐθὺς ὁ Γύλιππος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς Ἀθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος ἐπὶ τοὺς Ἀθηναίους ὁ Γύλιππος τὰ ὅπλα καὶ κήρυκα πέμψας ἔλεγε διδόναι τοῖς Ἀθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας.
§3
ὁ μὲν οὖν Νικίας οὐθὲν ἠξίωσεν ἀποκρίνασθαι· τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων εἰ διὰ παρουσίαν ἑνὸς τρίβωνος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακουσίων ἐξαίφνης γέγονεν ὥστʼ Ἀθηναίων καταφρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακεδαιμονίοις.
§4
Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγῳ ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτὸς ὅτι τῷ Γυλίππῳ φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι. καὶ ταῦτα τῶν πρώτων ἀληθέστερά εἰσιν· ἐν γὰρ τῇ βακτηρίᾳ καὶ τῷ τρίβωνι τὸ σύμβολον καὶ τὸ ἀξίωμα τῆς Σπάρτης καθορῶντες συνίσταντο.
§5.1
κἀκείνου τὸ πᾶν ἔργον γεγονέναι φησὶν οὐ Θουκυδίδης μόνον, ἀλλὰ καὶ Φίλιστος, ἀνὴρ Συρακούσιος καὶ τῶν πραγμάτων ὁρατὴς γενόμενος.
§5.2
τῇ μὲν οὖν πρώτῃ μάχῃ κρατήσαντες οἱ Ἀθηναῖοι τῶν Συρακουσίων ὀλίγους τινὰς ἀπέκτειναν καὶ Γογγύλον τὸν Κορίνθιον, εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔδειξεν ὁ Γύλιππος οἷόν ἐστιν ἐμπειρία. τοῖς γὰρ αὐτοῖς ὅπλοις καὶ ἵπποις καὶ χωρίοις χρησάμενος οὐχ ὡσαύτως, ἀλλὰ μεταθεὶς τὴν τάξιν, ἐνίκησε τοὺς Ἀθηναίους·
§6.1
καὶ φυγόντων εἰς τὸ στρατόπεδον ἐπιστήσας τοὺς Συρακουσίους, τοῖς λίθοις οἷς ἐκεῖνοι προσεκόμιζον καὶ τῇ ὕλῃ παροικοδομῶν εἰς διαστολὰς ἀπέκοψε τὸν ἐκείνων περιτειχισμόν, ὥστʼ αὐτοῖς μηδὲν εἶναι πλέον κρατοῦσιν.
§6.2
ἐκ τούτου δὲ θαρρήσαντες οἱ Συρακούσιοι τάς τε ναῦς ἐπλήρουν, καὶ τοῖς ἱππεῦσι τοῖς ἑαυτῶν καὶ ἀκολούθοις περιελαύνοντες πολλοὺς ᾕρουν.
§7
καὶ ὁ Γύλιππος ἐπιὼν ἐπὶ τὰς πόλεις αὐτὸς ἐξώρμα καὶ συνίστη πάντας ἐρρωμένως ὑπακούοντας αὐτῷ καὶ συλλαμβανομένους, ὥστε τὸν Νικίαν αὖθις εἰς ἐκείνους ἀποτρεπόμενον τοὺς πρώτους λογισμοὺς καὶ συμφρονοῦντα τὴν τῶν πραγμάτων μεταβολὴν ἀθυμεῖν, καὶ γράφειν τοῖς Ἀθηναίοις κελεύοντα πέμπειν ἕτερον στρατὸν ἢ καὶ τοῦτον ἀπαγαγεῖν ἐκ Σικελίας, αὑτῷ δὲ πάντως αἰτούμενον τῆς στρατηγίας ἄφεσιν διὰ τὴν νόσον.
The siege of Syracuse
§1
οἱ δʼ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον.
§2
ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλʼ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε·
§3
τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλʼ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευαζόμενοι λαμπρότερον.
§4
ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμαχεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσούτου προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς, ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπʼ ἐλαττόνων καὶ χορηγουμένων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν, ὑπερβαλέσθαι δὲ τὸν Νικίαν.
§5
πρόσχημα δʼ ἦν ἡ δόξα τῆς πόλεως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκοντες εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξεβιάσαντο ναυμαχῆσαι. καὶ καταστρατηγηθέντες ὑπʼ Ἀρίστωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης, κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν Νικίαν τῇ τε μοναρχίᾳ κακοπαθοῦντα καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.
Gylippus arrives from Sparta
§1
ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαίνετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολεμίοις, ἐπὶ νεῶν ἑβδομήκοντα καὶ τριῶν ἄγων ὁπλίτας πεντακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος.
§2.1
ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους αὑτοὺς μάτην ὁρώντων.
§2.2
τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλʼ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως.
§3
τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων οὔτε χρήματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπʼ αὐτὸν ἐπὶ συμβάσεις τραπησομένων, ὡς πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρακούσαις διαλεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύοντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνωσιν αἱ ἀνάγκαι, παντάπασιν ἀπαγορευσόντων.
§4
τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δʼ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτʼ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας, αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλʼ ἕωλος καὶ καταφρονούμενος, τῷ Δημοσθένει προσετίθεντο. καὶ ὁ Νικίας μόλις συνεχώρησεν ἐκβιασθείς.
§5
οὕτω δὴ τὴν πεζὴν στρατιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπιπολαῖς· καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δʼ ἀμυνομένους ἐτρέψατο. καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλʼ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο καὶ πολλοὺς αὐτοῦ κατέβαλον.
§6
διʼ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή, καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.
§7
ἡ γὰρ ἄτακτος ἀνάμιξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοίας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρατον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλʼ οἵαν εἰκὸς ἤδη καταφερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτὸς μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναίους.
§8
ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες ἀπέκρυπτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δʼ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει.
§9
τέλος δὲ πανταχόθεν αὐτοῖς, ὡς ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντες οἱ μὲν ὑπʼ ἐκείνων, οἱ δʼ ὑπʼ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες· τοὺς δʼ ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.
The tide turns against Athens
§1
ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν· ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην· οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτʼ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν,
§2.1
ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὂν στρατοπέδῳ, νῦν δʼ, ὡς βλέπουσι, καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή· καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν.
§2.2
ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι.
§3
δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδοκᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια φρονῶν οἷς ὕστερον ὁ Βυζάντιος Λέων εἶπε πρὸς τοὺς ἑαυτοῦ πολίτας· βούλομαι γὰρ, ἔφη, μᾶλλον ὑφʼ ὑμῶν ἢ μεθʼ ὑμῶν ἀποθανεῖν . περὶ μέντοι τόπου καὶ χώρας εἰς ἣν μετατάξουσι τὸ στρατόπεδον, βουλεύσεσθαι καθʼ ἡσυχίαν.
§4
ταῦτα δʼ αὐτοῦ λέγοντος ὁ μὲν Δημοσθένης οὐδὲ τῇ προτέρᾳ γνώμῃ κατευτυχήσας ἐπαύσατο βιαζόμενος, τοῖς δʼ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύοντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι περὶ τῆς ἀποβάσεως· διὸ καὶ συνεχώρησαν. ὡς μέντοι στρατιὰ Συρακουσίοις ἐπῆλθεν ἄλλη καὶ μᾶλλον ἥπτετο τῶν Ἀθηναίων ἡ νόσος, ἤδη καὶ τῷ Νικίᾳ συνεδόκει μεθίστασθαι, καὶ παρήγγειλε τοῖς στρατιώταις εὐτρεπεῖς εἶναι πρὸς ἀπόπλουν.
Reinforcements under Demosthenes
§1
ὡς δʼ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν, ἅτε δὴ μὴ προσδοκώντων, ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῷ Νικίᾳ καὶ τῶν ἄλλων τοῖς ὑπὸ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα. τοῦ μὲν γὰρ ἡλίου τὴν περὶ τὰς τριακάδας ἐπισκότησιν ἁμῶς γέ πως ἤδη συνεφρόνουν καὶ οἱ πολλοὶ γενομένην ὑπὸ τῆς σελήνης·
§2.1
αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν καταλαβεῖν, ἀλλʼ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον.
§2.2
ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτʼ αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος, ἀλλʼ ἀπόρρητος ἔτι καὶ διʼ ὀλίγων καὶ μετʼ εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων.
§3
οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον, ἀλλὰ καὶ Πρωταγόρας ἔφυγε, καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς, καὶ Σωκράτης, οὐδὲν αὐτῷ τῶν γε τοιούτων προσῆκον, ὅμως ἀπώλετο διὰ φιλοσοφίαν.
§4
ὀψὲ δʼ ἡ Πλάτωνος ἐκλάμψασα δόξα διὰ τὸν βίον τοῦ ἀνδρός, καὶ ὅτι ταῖς θείαις καὶ κυριωτέραις ἀρχαῖς ὑπέταξε τὰς φυσικὰς ἀνάγκας, ἀφεῖλε τὴν τῶν λόγων τούτων διαβολήν, καὶ τοῖς μαθήμασιν εἰς ἅπαντας ὁδὸν ἐνέδωκεν. ὁ γοῦν ἑταῖρος αὐτοῦ Δίων, καθʼ ὃν χρόνον ἔμελλεν ἄρας ἐκ Ζακύνθου πλεῖν ἐπὶ Διονύσιον, ἐκλιπούσης τῆς σελήνης, οὐδὲν διαταραχθεὶς ἀνήχθη, καὶ κατασχὼν ἐν Συρακούσαις ἐξέβαλε τὸν τύραννον.
§5
τῷ μέντοι Νικίᾳ συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγουσιν οὐκ ἦν πονηρόν, ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβῳ πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐταῖς.
§6
ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν, ὡς Αὐτοκλείδης διέγραψεν ἐν τοῖς ἐξηγητικοῖς· ὁ δὲ Νικίας ἄλλην ἔπεισε σελήνης ἀναμένειν περίοδον, ὥσπερ οὐκ εὐθὺς θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθε.
The night attack on Epipolae fails
§1
μικροῦ δὲ πάντων ἀφέμενος τῶν ἄλλων ἔθυέ τε καὶ διεμαντεύετο καθήμενος, ἕως ἐπῆλθον αὐτοῖς οἱ πολέμιοι, τῷ μὲν πεζῷ τὰ τείχη καὶ τὸ στρατόπεδον αὐτῶν πολιορκοῦντες, ταῖς δὲ ναυσὶ κύκλῳ τὸν λιμένα περιλαμβάνοντες, οὐκ αὐτοὶ μόνον ταῖς τριήρεσιν, ἀλλὰ καὶ τὰ παιδάρια πανταχόθεν ἐπιβαίνοντα τῶν ἁλιάδων καὶ ταῖς σκάφαις προσπλέοντα προὐκαλεῖτο τοὺς Ἀθηναίους καὶ προὐπηλάκιζεν.
§2
ὧν ἕνα, παῖδα γνωρίμων γονέων, Ἡρακλείδην, προεξελάσαντα τῷ πλοίῳ ναῦς Ἀττικὴ διώκουσα κατελάμβανε. δείσας δὲ περὶ αὐτῷ Πόλλιχος ὁ θεῖος ἀντελαύνει δέκα τριήρεσιν ὧν ἦρχεν· οἱ δʼ ἄλλοι περὶ τοῦ Πολλιχου φοβηθέντες ὡσαύτως ἀνήγοντο. καὶ ναυμαχίας ἰσχυρᾶς γενομένης ἐνίκησαν οἱ Συρακούσιοι, καὶ τὸν Εὐρυμέδοντα πολλῶν μετʼ ἄλλων διέφθειραν.
§3
ἦν οὖν οὐκέτι μένειν ἀνασχετὰ Ἀθηναίοις, ἀλλὰ τῶν στρατηγῶν κατεβόων πεζῇ κελεύοντες ἀναχωρεῖν. καὶ γὰρ οἱ Συρακούσιοι νικήσαντες εὐθὺς ἐνέφραξαν καὶ ἀπέκλεισαν τὸν διέκπλουν τοῦ λιμένος. οἱ δὲ περὶ τὸν Νικίαν τοῦτο μὲν οὐκ ἐπείθοντο· δεινὸν γὰρ ἦν ἀπολιπεῖν ὁλκάδας τε πολλὰς καὶ τριήρεις ὀλίγον ἀριθμῷ διακοσίω.
§4
ἀποδεούσας· ἐμβιβάσαντες δὲ τῶν πεζῶν τοὺς ἀρίστους καὶ τῶν ἀκοντιστῶν τοὺς ἀλκιμωτάτους ἐπλήρωσαν ἑκατὸν καὶ δέκα τριήρεις· αἱ γὰρ ἄλλαι ταρσῶν ἐνδεεῖς ἦσαν. τὸν δὲ λοιπὸν ὄχλον ἔστησε παρὰ θάλασσαν ὁ Νικίας, ἐκλιπὼν τὸ μέγα στρατόπεδον καὶ τὰ τείχη τὰ συνάπτοντα πρὸς τὸ Ἡράκλειον, ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρακουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας ἤδη πληρουμένων τῶν τριήρων.
Demosthenes urges retreat; Nicias refuses
§1.1
ἐπεὶ δʼ οἱ μάντεις τοῖς Συρακουσίοις ἀπήγγειλαν ἐκ τῶν ἱερῶν λαμπρότητα καὶ νίκην μὴ καταρχομένοις μάχης, ἀλλʼ ἀμυνομένοις (καὶ γὰρ τὸν Ἡρακλέα πάντων κρατεῖν ἀμυνόμενον καὶ προεπιχειρούμενον), ἀνήχθησαν.
§1.2
ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος, ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους.
§2
ἀθρόαις γὰρ ἐμάχοντο ταῖς ναυσὶ καὶ βαρείαις πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύμασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ πάντα κατʼ αἰχμὴν προσφέρεσθαι. ταῦτα δʼ Ἀρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνιζόμενος προθύμως ἔπεσεν ἤδη κρατούντων τῶν Συρακουσίων.
§3
γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθηναίοις ἀποκέκοπτο· χαλεπὴν δὲ καὶ διὰ γῆς τὴν σωτηρίαν ὁρῶντες οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ ταὐτὸ πάντως ἀφιξομένους τέλος.
The lunar eclipse
§1
ὡρμημένων δʼ αὐτῶν ἀπαίρειν διὰ νυκτὸς οἱ μὲν περὶ τὸν Γύλιππον, ὁρῶντες ἐν θυσίαις καὶ πότοις τοὺς Συρακουσίους διά τε τὴν νίκην καὶ τὴν ἑορτὴν ὄντας, οὔτε πείσειν οὔτε βιάσεσθαι προσεδόκων ἀναστάντας ἤδη προσφέρεσθαι τοῖς πολεμίοις ἀπιοῦσιν, Ἑρμοκράτης δʼ αὐτὸς ἀφʼ ἑαυτοῦ συνθεὶς ἐπὶ τὸν Νικίαν ἀπάτην,
§2
ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπʼ ἐκείνων μὲν ἥκειν τῶν ἀνδρῶν φάσκοντας, οἳ καὶ πρότερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι, παραινοῦντας δὲ μὴ πορεύεσθαι διὰ τῆς νυκτός, ὡς τῶν Συρακουσίων ἐνέδρας πεποιημένων αὐτοῖς καὶ προκατεχόντων τὰς παρόδους. τούτῳ δὲ καταστρατηγηθεὶς ὁ Νικίας ὑπέμενεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν.
§3.1
προελθόντες γὰρ ἅμʼ ἡμέρα τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον καὶ τὰς διαβάσεις τῶν ποταμῶν ἀπετείχισαν τάς τε γεφύρας ἀπέκοψαν, ἐν δὲ τοῖς ὁμαλοῖς καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον ἀμαχεὶ προελθεῖν.
§3.2
οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέραν ἐπιμείναντες ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ, καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνάτων φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφότερα τῶν προσδοκωμένων νομίζοντες εἶναι.
§4
πολλῶν δὲ δεινῶν ἐν τῷ στρατοπέδῳ φαινομένων, οὐδὲν ἦν οἰκτρότερον αὐτοῦ Νικίου θέαμα, κεκακωμένου μὲν ὑπὸ τῆς ἀσθενείας, συνεσταλμένου δὲ παρʼ ἀξίαν εἰς ἀναγκαίαν δίαιταν καὶ τὰ μικρότατα τῶν ἐφοδίων εἰς τὸ σῶμα πολλῶν διὰ τὴν νόσον δεόμενον, πράττοντος δὲ μετʼ ἀρρωστίας καὶ καρτεροῦντος ἃ πολλοὶ τῶν ἐρρωμένων μόλις ὑπέμενον, καταφανοῦς δὲ πᾶσιν ὄντος οὐ διʼ αὑτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ διʼ ἐκείνους τὴν ἐλπίδα μὴ προϊεμένου.
§5
καὶ γὰρ εἰς δάκρυα καὶ ὀδυρμοὺς τῶν ἄλλων ὑπὸ φόβου καὶ λύπης τρεπομένων, ἐκεῖνος, εἴ ποτε βιασθείη τοῦτο ποιῆσαι, δῆλος ἦν τὸ αἰσχρὸν καὶ τὸ ἀκλεὲς τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν ὧν ἤλπιζε κατορθώσειν.
§6
οὐ μόνον δʼ αὐτοῦ τὴν ὄψιν ὁρῶντες, ἀλλὰ καὶ τῶν λόγων μνημονεύοντες καὶ τῶν παραινέσεων ἃς ἐποιήσατο κωλύων τὸν ἔκπλουν, ἔτι μᾶλλον ἐνόμιζον ἀναξίως ταλαιπωρεῖν· καὶ πρὸς τὰς ἐκ θεῶν ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύματι καὶ ταπεινοτάτων.
The harbour blocked
§1
οὐ μὴν ἀλλʼ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν. καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφʼ ἡμέρας ὀκτὼ βαλλόμενος καὶ τραυματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον ἐφύλαττε τὴν σὺν αὐτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης ἑάλω καὶ τὸ μετʼ ἐκείνου στράτευμα, περὶ τὴν Πολυζήλειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλωθέν.
§2.1
αὐτὸς δὲ Δημοσθένης σπασάμενος τὸ ξίφος ἔπληξε μὲν ἑαυτόν, οὐ μὴν ἀπέθανε, ταχὺ τῶν πολεμίων περισχόντων καὶ συλλαβόντων αὐτόν.
§2.2
ὡς δὲ τῷ Νικίᾳ προσελάσαντες ἔφραζον οἱ Συρακούσιοι καὶ πέμψας ἱππέας ἔγνω τὴν ἐκείνου τοῦ στρατεύματος ἅλωσιν, ἠξίου σπείσασθαι πρὸς τὸν Γύλιππον, ὅπως ἀφῶσι τοὺς Ἀθηναίους ἐκ Σικελίας ὅμηρα λαβόντες ὑπὲρ τῶν χρημάτων ὅσα Συρακουσίοις ἀνάλωτο πρὸς τὸν πόλεμον.
§3
οἱ δʼ οὐ προσεῖχον, ἀλλὰ πρὸς ὕβριν καὶ μετʼ ὀργῆς ἀπειλοῦντες καὶ λοιδοροῦντες ἔβαλλον ἤδη πάντων ἐνδεῶς ἔχοντα τῶν ἀναγκαίων. οὐ μὴν ἀλλὰ καὶ τὴν νύκτα διεκαρτέρησε καὶ τὴν ἐπιοῦσαν ἡμέραν προῄει βαλλόμενος πρὸς τὸν Ἀσίναρον ποταμόν. ἐκεῖ δὲ τοὺς μὲν οἱ πολέμιοι συνενεγκόντες ἐνέσεισαν εἰς τὸ ῥεῖθρον, οἱ δὲ φθάνοντες ὑπὸ δίψους ἔρριπτον ἑαυτούς.
§4
καὶ πλεῖστος ἐνταῦθα μόρος ἦν καὶ ὠμότατος ἐν τῷ ποταμῷ πινόντων ἅμα καὶ σφαττομένων, ἄχρι Νικίας Γυλίππῳ προσπεσὼν εἶπεν· ἔλεος ὑμᾶς, ὦ Γύλιππε, λαβέτω νικῶντας, ἐμοῦ μὲν μηδείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δʼ ἄλλων Ἀθηναίων, ἐννοηθέντας ὅτι κοιναὶ μὲν αἱ τύχαι τοῦ πολέμου, μετρίως δʼ αὐταῖς καὶ πρᾴως ἐχρήσαντο ἐν οἷς εὐτύχουν Ἀθηναῖοι πρὸς ὑμᾶς.
§5
τοιαῦτα τοῦ Νικίου λέγοντος ἔπαθε μέν τι καὶ πρὸς τὴν ὄψιν αὐτοῦ καὶ πρὸς τοὺς λόγους ὁ Γύλιππος· ᾔδει γὰρ τοὺς Λακεδαιμονίους εὖ πεπονθότας ὑπʼ αὐτοῦ περὶ τὰς γενομένας διαλύσεις· μέγα δʼ ἡγεῖτο πρὸς δόξαν εἰ ζῶντας ἀπαγάγοι τοὺς ἀντιστρατήγους. διὸ τόν τε Νικίαν ἀναλαβὼν ἐθάρρυνε καὶ τοὺς ἄλλους ζωγρεῖν παρήγγειλε. βραδέως δὲ τοῦ παραγγέλματος διϊκνουμένου πολλῷ τῶν φονευθέντων ἐλάττονες οἱ διασωθέντες ἐγένοντο· καίτοι πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν.
§6
τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.
The final sea battle
§1
ἐκκλησίας δὲ πανδήμου Συρακουσίων καὶ τῶν συμμάχων γενομένης, Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε πρῶτον μὲν τὴν ἡμέραν ἐν ᾗ τὸν Νικίαν ἔλαβον, ἱερὰν ἔχειν, θύοντας καὶ σχολάζοντας ἔργων, Ἀσιναρίαν τὴν ἑορτὴν ἀπὸ τοῦ ποταμοῦ καλοῦντας· ἡμέρα δʼ ἦν τετρὰς φθίνοντος τοῦ Καρνείου μηνός, ὃν Ἀθηναῖοι Μεταγειτνιῶνα προσαγορεύουσι.
§2.1
τῶν δʼ Ἀθηναίων τοὺς μὲν οἰκέτας ἀποδόσθαι καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ Σικελίας φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας, πλὴν τῶν στρατηγῶν, ἐκείνους δὲ ἀποκτεῖναι.
§2.2
ταῦτα προσδεχομένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῇ νίκῃ, οὐ μετρίως ἐθορυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις ὑβρίζοντες· ἤδη τοῖς εὐτυχήμασιν οἱ Συρακούσιοι κακῶς ἔλεγον,
§3
ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥᾳδίως ἐνηνοχότες, ὡς δὲ Τίμαιός φησι, καὶ μικρολογίαν τινὰ καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῷον, ἐφʼ ᾧ καὶ Κλεανδρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε, καὶ οὗτος αὐτός, ἀπὸ τῶν χιλίων ταλάντων ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην ὑφελόμενος τριάκοντα καὶ κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθείς, αἴσχιστα πάντων ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ Λυσάνδρου βίῳ μᾶλλον διηκρίβωται.
§4
Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος ἔγραψε καὶ Θουκυδίδης, ἀλλʼ Ἑρμοκράτους πέμψαντος, ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ διʼ ἑνὸς τῶν φυλάκων παρέντων αὐτοὺς διʼ αὑτῶν ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.
§5
πυνθάνομαι δὲ μέχρι νῦν ἐν Συρακούσαις ἀσπίδα κειμένην πρὸς ἱερῷ δείκνυσθαι, Νικίου μὲν λεγομένην, χρυσοῦ δὲ καὶ πορφύρας εὖ πως πρὸς ἄλληλα μεμιγμένων διʼ ὑφῆς συγκεκροτημένην.
The retreat by land
§1
τῶν δʼ Ἀθηναίων οἱ μὲν πλεῖστοι διεφθάρησαν ἐν ταῖς λατομίαις ὑπὸ νόσου καὶ διαίτης πονηρᾶς, εἰς ἡμέραν ἑκάστην κοτύλας δύο κριθῶν λαμβάνοντες καὶ μίαν ὕδατος, οὐκ ὀλίγοι δʼ ἐπράθησαν διακλαπέντες ἢ καὶ διαλαθόντες ὡς οἰκέται. καὶ τούτους ὡς οἰκέτας ἐπώλουν, στίζοντες ἵππον εἰς τὸ μέτωπον· ἀλλʼ ἦσαν οἱ καὶ τοῦτο πρὸς τῷ δουλεύειν ὑπομένοντες.
§2
ἐβοήθει δὲ καὶ τούτοις ἥ τʼ αἰδὼς καὶ τὸ κόσμιον· ἢ γὰρ ἠλευθεροῦντο ταχέως ἢ τιμώμενοι παρέμενον τοῖς κεκτημένοις. ἔνιοι δὲ καὶ διʼ Εὐριπίδην ἐσώθησαν. μάλιστα γάρ, ὡς ἔοικε, τῶν ἐκτὸς Ἑλλήνων ἐπόθησαν αὐτοῦ τὴν μοῦσαν οἱ περὶ Σικελίαν· καὶ μικρὰ τῶν ἀφικνουμένων ἑκάστοτε δείγματα καὶ γεύματα κομιζόντων ἐκμανθάνοντες ἀγαπητῶς μετεδίδοσαν ἀλλήλοις.
§3
τότε γοῦν φασι τῶν σωθέντων οἴκαδε συχνοὺς ἀσπάσασθαι τὸν Εὐριπίδην φιλοφρόνως, καὶ διηγεῖσθαι τοὺς μέν, ὅτι δουλεύοντες ἀφείθησαν ἐκδιδάξαντες ὅσα τῶν ἐκείνου ποιημάτων ἐμέμνηντο, τοὺς δʼ, ὅτι πλανώμενοι μετὰ τὴν μάχην τροφῆς καὶ ὕδατος μετέλαβον τῶν μελῶν ᾄσαντες. οὐ δεῖ δὴ θαυμάζειν ὅτι τοὺς Καυνίους φασὶ πλοίου προσφερομένου τοῖς λιμέσιν ὑπὸ λῃστρίδων διωκομένου μὴ δέχεσθαι τὸ πρῶτον, ἀλλʼ ἀπείργειν, εἶτα μέντοι διαπυνθανομένους εἰ γινώσκουσιν ᾄσματα τῶν Εὐριπίδου, φησάντων ἐκείνων, οὕτω παρεῖναι καὶ καταγαγεῖν τὸ πλοῖον.
Surrender and death
§1
Ἀθηναίοις δέ φασι τὴν συμφορὰν οὐχ ἥκιστα διὰ τὸν ἄγγελον ἄπιστον γενέσθαι. ξένος γάρ τις, ὡς ἔοικεν, ἀποβὰς εἰς Πειραιᾶ καὶ καθίσας ἐπὶ κουρεῖον, ὡς ἐγνωκότων ἤδη τῶν Ἀθηναίων λόγους ἐποιεῖτο περὶ τῶν γεγονότων. ὁ δὲ κουρεὺς ἀκούσας, πρὶν ἄλλους πυνθάνεσθαι, δρόμῳ συντείνας εἰς τὸ ἄστυ καὶ προσβαλὼν τοῖς ἄρχουσιν εὐθὺς κατʼ ἀγορὰν ἐνέβαλε τὸν λόγον. ἐκπλήξεως δὲ καὶ ταραχῆς,
§2
ὡς εἰκός, γενομένης, οἱ μὲν ἄρχοντες ἐκκλησίαν συναγαγόντες εἰσήγαγον τὸν ἄνθρωπον· ὡς δʼ ἐρωτώμενος παρʼ οὗ πύθοιτο σαφὲς οὐδὲν εἶχε φράζειν, δόξας λογοποιὸς εἶναι καὶ ταράττειν τὴν πόλιν, εἰς τὸν τροχὸν καταδεθεὶς ἐστρεβλοῦτο πολὺν χρόνον, ἕως ἐπῆλθον οἱ τὸ πᾶν κακόν, ὡς εἶχεν, ἀπαγγέλλοντες. οὕτω μόλις ὁ Νικίας ἐπιστεύθη παθὼν ἃ πολλάκις αὐτοῖς προεῖπεν.
Tap any Greek word to look it up