Parallel Lives
Comparison of Nicias and Crassus
Section 1
§1
ἐν δὲ τῇ συγκρίσει πρῶτον ὁ Νικίου πλοῦτος τῷ Κράσσου παραβαλλόμενος ἀμεμπτοτέραν ἔχει τὴν κτῆσιν. ἄλλως μὲν γὰρ οὐκ ἄν τις δοκιμάσειε τὴν ἀπὸ μετάλλων ἐργασίαν, ἧς τὰ πλεῖστα περαίνεται διὰ κακούργων ἢ βαρβάρων, ἐνίων δεδεμένων καὶ φθειρομένων ἐν τόποις ὑπούλοις καὶ νοσεροῖς· παραβαλλομένη δὲ πρὸς τὰ Σύλλα δημιόπρατα καὶ τὰς περὶ τὸ πῦρ ἐργολαβίας, ἐπιεικεστέρα φανεῖται.
§2
ταύταις γὰρ ὁ Κράσσος ἀναφανδὸν ὡς τῷ γεωργεῖν ἐχρῆτο καὶ τῷ δανείζειν· ἃ δὲ ἔξαρνος ἦν ἐλεγχόμενος, ἐπὶ κέρδεσιν ἐν βουλῇ λέγειν καὶ τοὺς συμμάχους ἀδικεῖν καὶ γύναια περιιὼν κολακεύειν καὶ συνεπικρύπτειν τοὺς πονηρούς, τούτων αἰτίαν οὐδὲ ψευδῆ ποτε Νικίας ἔλαβεν, ἄλλως δὲ διδοὺς καὶ προϊέμενος ἀργύριον ὑπὸ δειλίας τοῖς συκοφάνταις ἐχλευάζετο, πρᾶγμα ποιῶν Περικλεῖ μὲν ἴσως καὶ Ἀριστείδῃ μὴ πρέπον, αὐτῷ δʼ ἀναγκαῖον οὐκ εὖ πεφυκότι πρὸς τὸ θαρρεῖν.
§3
ᾧ καὶ Λυκοῦργος ὕστερον ὁ ῥήτωρ ἐπαρρησιάσατο πρὸς τὸν δῆμον, αἰτίαν ἔχων ἐξωνήσασθαί τινα τῶν συκοφαντῶν· ἥδομαι γάρ, εἶπεν, εἰ τοσοῦτον χρόνον πεπολιτευμένος παρʼ ὑμῖν διδοὺς πεφώραμαι πρότερον ἢ λαμβάνων.
§4
τὴν δὲ ταῖς δαπάναις πολιτικώτερος μὲν ὁ Νικίας ἀναθήμασι καὶ γυμνασιαρχίαις καὶ διδασκαλίαις χορῶν φιλοτιμούμενος, ὧν δʼ ὁ Κράσσος ἀνάλωσεν ἑστιάσας ἅμα τοσαύτας μυριάδας ἀνθρώπων, εἶτα θρέψας πάλιν, οὐδὲν ἦν μέρος ἃ Νικίας ἐκέκτητο σὺν οἷς ἀνάλωσεν, ὥστε θαυμάζειν, εἴ τινα λέληθε τὸ τὴν κακίαν ἀνωμαλίαν εἶναί τινα τρόπου καὶ ἀνομολογίαν, ὁρῶντα τοὺς αἰσχρῶς συλλέγοντας εἶτʼ ἀχρήστως ἐκχέοντας.
Section 2
§1
περὶ μὲν τοῦ πλούτου τοσαῦτα· τοῖς δὲ πολιτεύμασι τοῦ μὲν Νικίου πανοῦργον οὐδὲν οὐδὲ ἄδικον οὐδὲ βίαιον πρόσεστιν οὐδὲ θρασύτης, ἀλλʼ ἐξηπατᾶτο μᾶλλον ὑπὸ Ἀλκιβιάδου καὶ τῷ δήμῳ προσῄει μετʼ εὐλαβείας, τοῦ δὲ Κράσσου πολλὴν μὲν ἐν ταῖς πρὸς ἔχθραν καὶ φιλίαν μεταβολαῖς ἀπιστίαν καὶ ἀνελευθερίαν κατηγοροῦσι, βίᾳ δʼ οὐδʼ αὐτὸς ἠρνεῖτο τὴν ὑπατείαν μετιέναι, μισθωσάμενος ἄνδρας τοὺς Κάτωνι καὶ Δομιτίῳ τὰς χεῖρας προσοίσοντας.
§2
ἐν δὲ τῇ περί τῶν ἐπαρχιῶν ψηφοφορίᾳ τοῦ δήμου πολλοὶ μὲν ἐτρώθησαν, ἔπεσον δὲ τέσσαρες, αὐτὸς δʼ, ὅπερ ἡμᾶς ἐν τῇ διηγήσει παρελήλυθε, Λεύκιον Ἀννάλιον, ἄνδρα βουλευτήν, ἀντιλέγοντα πὺξ πατάξας εἰς τὸ πρόσωπον ἐξέβαλεν ᾑμαγμένον.
§3
ὡς δὲ περί ταῦτα βίαιος ὁ Κράσσος καὶ τυραννικός, οὕτως αὖ πάλιν ἐκείνου τὸ ψοφοδεὲς ἐν τῇ πολιτείᾳ καὶ ἄτολμον καὶ τοῖς κακίστοις ὑφειμένον τῶν μεγίστων ἐπιλήψεων ἄξιον ὁ δὲ Κράσσος ὑψηλὸς περί γε ταῦτα καὶ μεγαλόφρων, οὐ πρὸς Κλέωνας οὐδʼ Ὑπερβόλους, μὰ Δία, τοῦ ἀγῶνος ὄντος, ἀλλὰ πρὸς τὴν Καίσαρος λαμπρότητα καὶ τρεῖς τοῦ Πομπηΐου θριάμβους, οὐχ ὑπείξας, ἀλλʼ ἀντάρας ἑκατέρῳ τὴν δύναμιν, ἀξιώματι δὲ τῆς τιμητικῆς ἀρχῆς καὶ Πομπήιον ὑπερβαλόμενος.
§4
δεῖ γὰρ ἐπὶ μεγίστοις οὐ τὸ ἀνεπίφθονον, ἀλλὰ τὸ λαμπρὸν ἐν πολιτείᾳ λαμβάνειν, μεγέθει δυνάμεως ἐξαμαυροῦντα τὸν φθόνον. εἰ δʼ ἐξ ἅπαντος ἀγαπᾶς ἀσφάλειαν καὶ ἡσυχίαν, καὶ δέδιας Ἀλκιβιάδην μὲν ἐπὶ τοῦ βήματος, ἐν δὲ Πύλῳ Λακεδαιμονίους, Περδίκκαν δʼ ἐν Θρᾴκῃ, πολλὴν εὐρυχωρίαν ἡ πόλις ἔχει σχολῆς ἐκ μέσου γενόμενον καθῆσθαι πλέκοντα τῆς ἀταραξίας σεαυτῷ στέφανον, ὡς ἔνιοι σοφισταὶ λέγουσιν.
§5
ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα· καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐδʼ εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.
Section 3
§1
πόλει μέντοι χρώμενον ἀρετῆς αἰσθανομένῃ καὶ κρείττονα ὄντα τῇ δυνάμει χώραν οὐ δοτέον τοῖς πονηροῖς οὐδʼ ἀρχὴν μὴ ἄρχουσιν οὐδὲ πίστιν ἀπιστουμένοις, ὅπερ ἐποίησεν ὁ Νικίας, τὸν Κλέωνα μηδὲν ὄντα πλέον ἐν τῇ πόλει τῆς ἀπὸ τοῦ βήματος ἀναισχυντίας καὶ κραυγῆς αὐτὸς εἰς τὸ στρατηγεῖν καταστήσας.
§2
οὐκ ἐπαινῶ μὲν γὰρ ἐγὼ τὸν Κράσσον ἐν τοῖς Σπαρτακείοις ἐπειχθέντα θᾶσσον ἢ ἀσφαλέστερον διαγωνίσασθαι, καίτοι φιλοτιμίας ἦν τὸ δεῖσαι μὴ Πομπήιος ἐλθὼν ἀφέληται τὴν δόξαν αὐτοῦ, καθάπερ ἀφείλετο Μετέλλου Μόμμιος τὴν Κόρινθον τὸ δὲ τοῦ Νικίου παντάπασιν ἄτοπον καὶ δεινόν. οὐ γὰρ ἐλπίδας οὐδὲ ῥᾳστώνην ἐχούσης ἐξέστη τῷ ἐχθρῷ φιλοτιμίας καὶ ἀρχῆς, ἀλλὰ κίνδυνον ὑφορώμενος ἐν τῇ στρατηγίᾳ μέγαν ἠγάπησε, τὸ καθʼ αὑτὸν ἐν ἀσφαλεῖ θέμενος, προέσθαι τὸ κοινόν·
§3
καίτοι ὅ γε Θεμιστοκλῆς, ἵνα μὴ φαῦλος ἄνθρωπος ἐν τοῖς Περσικοῖς καὶ ἄφρων στρατηγήσας ἀπολέσῃ τὴν πόλιν, ἀργυρίῳ τῆς ἀρχῆς ἀπέστησεν αὐτόν, καὶ Κάτων, ὅτε μάλιστα ἑώρα πράγματα καὶ κινδύνους ἔχουσαν ὑπὲρ τῆς· πόλεως τὴν δημαρχίαν, μετῆλθεν·
§4
ὁ δʼ αὑτὸν ἐπὶ τὴν Μίνῳαν καὶ Κύθηρα καὶ Μηλίους τοὺς ταλαιπώρους φυλάττων στρατηγόν, εἰ δὲ δέοι μάχεσθαι Λακεδαιμονίοις, ἀποδυόμενος τὴν χλανύδα καὶ τῇ Κλέωνος ἀπειρίᾳ καὶ θρασύτητι ναῦς καὶ ἄνδρας καὶ ὅπλα καὶ στρατηγίαν ἐμπειρίας ἄκρας δεομένην παραδιδούς, οὐ τὴν ἑαυτοῦ προΐεται δόξαν, ἀλλὰ τὴν τῆς πατρίδος ἀσφάλειαν καὶ σωτηρίαν.
§5
ὅθεν ὕστερον οὐχ ἑκὼν οὐδὲ βουλόμενος Συρακουσίοις πολεμεῖν ἠναγκάζετο, δοκῶν οὐ λογισμῷ τοῦ συμφέροντος, ἀλλὰ ῥᾳστώνῃ καὶ μαλακίᾳ τὸ παρʼ αὑτὸν ἀποστερεῖν Σικελίας τὴν πόλιν. ἐκεῖνο μέντοι μεγάλης ἐπιεικείας σημεῖον, ὅτι δυσχεραίνοντα τὸ πολεμεῖν ἀεὶ καὶ φεύγοντα τὸ στρατηγεῖν οὐκ ἐπαύοντο χειροτονοῦντες ὡς ἐμπειρότατον καὶ βέλτιστον·
§6
τῷ δὲ Κράσσῳ παρὰ πάντα τὸν χρόνον ἐφιεμένῳ στρατηγίας οὐχ ὑπῆρξε τυχεῖν, πλὴν ἐπὶ τὸν δουλικὸν πόλεμον ἐξ ἀνάγκης, Πομπηΐου καὶ Μετέλλου καὶ Λουκούλλων ἀμφοτέρων ἀπόντων, καίτοι τότε τιμωμένῳ μάλιστα καὶ δυναμένῳ πλεῖστον, ἀλλʼ, ὡς ἔοικε, καὶ τοῖς σπουδάζουσι περὶ αὑτὸν ἐδόκει κατὰ τὸν κωμικὸν ἀνὴρ ἄριστος εἶναι τἆλλα πλὴν ἐν ἀσπίδι.
§7
καὶ τοῦτο Ῥωμαίους οὐδὲν ὤνησεν ἐκβιασθέντας ὑπὸ τῆς φιλαρχίας αὐτοῦ καὶ φιλοτιμίας. Ἀθηναῖοι μὲν γὰρ ἄκοντα Νικίαν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. Ῥωμαίους δὲ Κράσσος ἄκοντας ἐξήγαγεν· καὶ διὰ μὲν τοῦτον ἡ πόλις, ἐκεῖνος δὲ διὰ τὴν πόλιν ἠτύχησεν.
Section 4
§1
οὐ μὴν ἀλλὰ μᾶλλον ἔστιν ἐν τούτοις τὸν Νικίαν ἐπαινεῖν ἢ ψέγειν τὸν Κράσσον. ὁ μὲν γὰρ ἐμπειρίᾳ καὶ λογισμῷ χρησάμενος ἡγεμόνος ἔμφρονος οὐ συνηπατήθη ταῖς ἐλπίσι τῶν πολιτῶν, ἀλλʼ ἀπεῖπε καὶ ἀπέγνω λήψεσθαι Σικελίαν· ὁ δʼ ὡς ἐπὶ ῥᾷστον ἔργον τὸν Παρθικὸν ὁρμήσας πόλεμον ἥμαρτεν.
§2
ὠρέχθη δὲ μεγάλων, Καίσαρος τὰ ἑσπέρια καὶ Κελτοὺς καὶ Γερμανοὺς καταστρεφομένου καὶ Βρεττανίαν, αὐτὸς ἐπὶ τὴν ἕω καὶ τὴν Ἰνδικὴν ἐλάσαι θάλασσαν καὶ προσεργάσασθαι τὴν Ἀσίαν οἷς Πομπήιος ἐπῆλθε καὶ Λούκουλλος ἀντέσχεν, ἄνδρες εὐμενεῖς καὶ πρὸς πάντας ἀγαθοὶ διαμείναντες, προελόμενοι δʼ ὅμοια Κράσσῳ καὶ τὰς αὐτὰς ὑποθέσεις λαβόντες,
§3
ἐπεὶ καὶ Πομπηΐῳ τῆς ἀρχῆς διδομένης ἡ σύγκλητος ἠναντιοῦτο, καὶ Καίσαρα μυριάδας τριάκοντα Γερμανῶν τρεψάμενον συνεβούλευεν ὁ Κάτων ἐκδοῦναι τοῖς ἡττημένοις καὶ τρέψαι τὸ μήνιμα τοῦ παρασπονδήματος εἰς ἐκεῖνον ὁ δὲ δῆμος ἐρρῶσθαι φράσας Κάτωνι, πεντεκαίδεκα ἡμέρας ἔθυεν ἐπινίκια καὶ περιχαρὴς ἦν.
§4
πῶς οὖν ἂν διετέθη καὶ πόσας ἔθυσεν ἡμέρας, εἰ Κράσσος ἐκ Βαβυλῶνος ἔγραψε νικᾶν, εἶτʼ ἐπελθὼν Μηδίαν, Περσίδα, Ὑρκανούς, Σοῦσα, Βάκτρα, Ῥωμαίων ἐπαρχίας ἀπέδειξεν; εἴπερ γὰρ ἀδικεῖν χρή, κατὰ τὸν Εὐριπίδην, ἡσυχίαν ἄγειν μὴ δυναμένους μηδὲ χρῆσθαι τοῖς παροῦσιν ἀγαθοῖς εἰδότας, οὐ Σκάνδειαν, οὐ Μένδην ἐκκοπτέον, οὐδὲ φεύγοντας Αἰγινήτας ἀπολελοιπότας τὴν ἑαυτῶν,
§5
ὥσπερ ὄρνιθας εἰς ἑτέραν χώραν ἀποκεκρυμμένους, ἐκθηρατέον, ἀλλὰ πολλοῦ τιμητέον τὸ ἀδικεῖν, μὴ ῥᾳδίως μηδʼ ἐπὶ τοῖς τυχοῦσιν, ὥς τι φαῦλον ἢ μικρὸν, προϊεμένους τὸ δίκαιον, οἱ δὲ τὴν μὲν τῆς Ἀλεξάνδρου στρατείας ὁρμὴν ἐπαινοῦντες, τὴν δὲ Κράσσου ψέγοντες, οὐκ εὖ τὰ πρῶτα κρίνουσιν ἀπὸ τῶν τελευταίων.
Section 5
§1
ἐν δὲ ταῖς στρατηγίαις αὐταῖς Νικίου μὲν οὐκ ὀλίγα γενναῖα· καὶ γὰρ μάχαις πολλαῖς ἐνίκησε τοὺς πολεμίους, καὶ τοῦ λαβεῖν Συρακούσας ὀλίγον ἐδέησε, καὶ πάντα διʼ αὑτὸν οὐκ ἔπταισεν, ἀλλὰ καὶ νόσον ἄν τις αἰτιάσαιτο καὶ φθόνον τῶν οἴκοι πολιτῶν Κράσσος δὲ διὰ πλῆθος ἁμαρτημάτων οὐδὲν τῇ τύχῃ χρηστὸν ἀποδείξασθαι παρῆκεν, ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην.
§2
ἐπεὶ δʼ ὁ μὲν μηδενὸς τῶν ἀπὸ μαντικῆς καταφρονῶν, ὁ δὲ πάντα ὑπερορῶν ὁμοίως ἀπώλοντο, χαλεπὴ μὲν ἐν τούτοις ἡ ἀσφάλεια καὶ δύσκριτος, ἐπιεικέστερον δὲ τοῦ παρανόμου καὶ αὐθάδους τὸ μετὰ δόξης παλαιᾶς καὶ συνήθους διʼ εὐλάβειαν ἁμαρτανόμενον. περὶ μέντοι τὴν τελευτὴν ἀμεμπτότερος ὁ Κράσσος οὐ παραδοὺς ἑαυτὸν οὐδὲ δεθεὶς οὐδὲ φενακισθείς, ἀλλʼ εἴξας τοῖς φίλοις δεομένοις καὶ παρασπονδηθεὶς ὑπὸ τῶν πολεμίων ὁ δὲ Νικίας αἰσχρᾶς καὶ ἀκλεοῦς ἐλπίδι σωτηρίας ὑποπεσὼν τοῖς πολεμίοις αἰσχίονα ἑαυτῷ τὸν θάνατον ἐποίησεν.
Tap any Greek word to look it up