Parallel Lives
Eumenes
Origins and early career
§1 εὐμενῆ δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμενῆ καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι.
§2 δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμενῆ λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον ἐκαλεῖτο μὲν ἀρχιγραμματεύς, τιμῆς δὲ ὥσπερ οἱ μάλιστα φίλοι καὶ συνήθεις ἐτύγχανεν, ὥστε καὶ στρατηγὸς ἀποσταλῆναι κατὰ τὴν Ἰνδικὴν ἐφʼ ἑαυτοῦ μετὰ δυνάμεως, καὶ τὴν Περδίκκου παραλαβεῖν ἱππαρχίαν, ὅτε Περδίκκας, ἀποθανόντος Ἡφαιστίωνος, εἰς τὴν ἐκείνου προῆλθε τάξιν.
§3 διὸ καὶ Νεοπτολέμου τοῦ ἀρχιυπασπιστοῦ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν λέγοντος ὡς αὐτὸς μὲν ἀσπίδα καὶ λόγχην, Εὐμενὴς δὲ γραφεῖον ἔχων καὶ πινακίδιον ἠκολούθει, κατεγέλων οἱ Μακεδόνες, μετὰ τῶν ἄλλων καλῶν τὸν Εὐμενῆ καὶ τῆς κατὰ τὸν γάμον οἰκειότητος ὑπὸ τοῦ βασιλέως εἰδότες ἀξιωθέντα. Βαρσίνην γὰρ τὴν Ἀρταβάζου πρώτην ἐν Ἀσίᾳ γνοὺς Ἀλέξανδρος, ἐξ ἧς υἱὸν ἔσχεν Ἡρακλέα, τῶν ταύτης ἀδελφῶν Πτολεμαίῳ μὲν Ἀπάμαν, Εὐμενεῖ δὲ Βαρσίνην ἐξέδωκεν, ὅτε καὶ τὰς ἄλλας Περσίδας διένειμε καὶ συνῴκισε τοῖς ἑταίροις.
Service under Philip and Alexander
§1 οὐ μὴν ἀλλὰ καὶ προσέκρουσε πολλάκις Ἀλεξάνδρῳ, καὶ παρεκινδύνευσε διʼ Ἡφαιστίωνα, πρῶτον μὲν γὰρ Εὐΐῳ τῷ αὐλητῇ τοῦ Ἡφαιστίωνος οἰκίαν κατανείμαντος ἣν οἱ παῖδες ἔτυχον τῷ Εὐμενεῖ προκατειληφότες, ἐλθὼν ὑπὸ ὀργῆς πρὸς τὸν Ἀλέξανδρον Εὐμενὴς ἐβόα μετὰ Μέντορος ὡς αὐλεῖν εἴη κράτιστον τραγῳδεῖν τὰ ὅπλα ῥίψαντας ἐκ τῶν χειρῶν, ὥστε Ἀλέξανδρον αὐτῷ συναγανακτεῖν καὶ λοιδορεῖσθαι τῷ Ἡφαιστίωνι.
§2 ταχὺ μέντοι μεταπεσὼν αὖθις εἶχε τὸν Εὐμενῆ διʼ ὀργῆς, ὡς ὕβρει μᾶλλον πρὸς ἑαυτὸν παρρησίᾳ πρὸς Ἡφαιστίωνα χρησάμενον. ἔπειτα Νέαρχον ἐκπέμπων με?τὰ νεῶν ἐπὶ τὴν ἔξω θάλασσαν ᾔτει χρήματα τοὺς φίλους· οὐ γὰρ ἦν ἐν τῷ βασιλείῳ. τοῦ δʼ Εὐμενοῦς αἰτηθέντος μὲν τριακόσια τάλαντα, δόντος δὲ ἑκατὸν μόνα, καὶ ταῦτα γχίσχρως καὶ μόλις αὐτῷ συνειλέχθαι διὰ τῶν ἐπιτρόπων φάσκοντος, οὐδὲν ἐγκαλέσας οὐδὲ δεξάμενος ἐκέλευσε τοὺς παῖδας κρύφα τῇ σκηνῇ τοῦ Εὐμενοῦς πῦρ ἐνεῖναι, βουλόμενος ἐκκομιζομένων τῶν χρημάτων λαβεῖν ἐπʼ αὐτοφώρῳ ψευδόμενον.
§3 ἔφθη δὲ σκηνὴ καταφλεχθεῖσα, καὶ μετενόησε τῶν γραμμάτων διαφθαρέντων Ἀλέξανδρος, τὸ δὲ συγχυθὲν χρυσίον καὶ ἀργύριον ὑπὸ τοῦ πυρὸς ἀνευρέθη πλεῖον χιλίων ταλάντων, ἔλαβε δὲ οὐδέν, ἀλλὰ καὶ γράψας τοῖς πανταχοῦ σατράπαις καὶ στρατηγοῖς ἀντίγραφα τῶν διεφθαρμένων ἀποστέλλειν πάντα παραλαμβάνειν ἐκέλευσε τὸν Εὐμενῆ.
§4 πάλιν δὲ περὶ δωρεᾶς τινος εἰς διαφορὰν καταστὰς πρὸς τὸν Ἡφαιστίωνα, καὶ πολλὰ μὲν ἀκούσας κακῶς, πολλὰ δὲ εἰπών, τότε μὲν οὐκ ἔλαττον ἔσχε· μετʼ ὀλίγον δὲ τελευτήσαντος Ἡφαιστίωνος περιπαθῶν βασιλεύς καὶ πᾶσιν οὓς ἐδόκει ζῶντι μὲν ἐκείνῳ φθονεῖν ἐπιχαίρειν δὲ τεθνηκότι τραχέως ὁμιλῶν καὶ χαλεπὸς ὢν, μάλιστα τὸν Εὐμενῆ διʼ ὑποψίας εἶχε, καὶ προὔφερε πολλάκις τὰς διαφορὰς καὶ λοιδορίας ἐκείνας.
§5 δὲ πανοῦργος ὢν καὶ πιθανός ἐπεχείρησεν οἷς ἀπώλλυτο σῴζειν ἑαυτόν, κατέφυγε γὰρ εἰς τὴν πρὸς Ἡφαιστίωνα φιλοτιμίαν Ἀλεξάνδρου καὶ χάριν, ὑφηγούμενός τε τιμὰς αἳ μάλιστα κοσμεῖν ἔμελλον τὸν τεθνηκότα, καὶ χρήματα τελῶν εἰς τὴν τοῦ τάφου κατασκευὴν ἀφειδῶς καὶ προθύμως.
Chief secretary and trusted adviser
§1 ἀποθανόντος δὲ Ἀλεξάνδρου καί τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καί ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ξένῳ ὄντι πολυπραγμονεῖν ἐν ταῖς Μακεδόνων διαφοραῖς. καί τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε πολλοὺς τῶν πεζῶν καί πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν.
§2 ἐπεὶ δὲ ἀναμιχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καί καταστάντες ἐκ τῶν πρώτων ταραχῶν διενέμοντο σατραπείας καί στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καί Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλʼ ἔδει Λεοννάτον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ κατάγοντας ἀποδεῖξαι τῆς χώρας σατράπην.
§3 Ἀντίγονος μὲν ὀὗν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καί περιφρονῶν ἁπάντων, Λεοννάτος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν ἀναδεξόμενος Εὐμενεῖ τὴν στρατείαν· Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου τος αὐτῷ καί δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καί Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὥρμητο διαβαίνειν καί τὸν Εὐμενῆ παρεκάλει καί διήλλαττε πρὸς τὸν Ἑκαταῖον.
§4 ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους· καί πολλάκις Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καί παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν. διὸ καί τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν, καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καί πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο.
§5 λόγος μὲν γὰρ ἦν βοήθεια καί πρόφασις, ἐγνώκει δὲ διαβὰς εὐθὺς ἀντιποιεῖσθαι Μακεδονίας· καί τινας ἐπιστολὰς ἔδειξε Κλεοπάτρας μεταπεμπομένης αὐτὸν εἰς Πέλλαν ὡς γαμησομένης. δʼ Εὐμενής, εἴτε τὸν Ἀντίπατρον δεδοικώς εἴτε τὸν Λεοννάτου ἔμπληκτον ὄντα καί φορᾶς μεστὸν ἀβεβαίου καί ὀξείας ἀπογνούς, νύκτωρ ἀνέζευξε τὴν ἑαυτοῦ λαβὼν ἀποσκευήν. εἶχε δὲ τριακοσίους μὲν ἱππεῖς, διακοσίους δὲ τῶν παίδων ὁπλοφόρους, ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον τάλαντα πεντακισχίλια.
§6 φυγὼν δὲ οὕτως πρὸς Περδίκκαν καί τὰ Λεοννάτου βουλεύματα κατειπών εὐθὺς μὲν ἴσχυε μέγα παρʼ αὐτῷ καί τοῦ συνεδρίου μετεῖχεν, ὀλίγον δὲ ὕστερον εἰς Καππαδοκίαν κατήχθη μετὰ δυνάμεως, αὐτοῦ Περδίκκου παρόντος καί στρατηγοῦντος. Ἀριαράθου δὲ ληφθέντος αἰχμαλώτου καί τῆς χώρας ὑποχειρίου γενομένης ἀποδείκνυται σατράπης.
§7 καί τὰς μὲν πόλεις τοῖς ἑαυτοῦ φίλοις παρέδωκε, καί φρουράρχους ἐγκατέστησε καί δικαστὰς ἀπέλιπε καί διοικητὰς οὓς ἐβούλετο, τοῦ Περδίκκου μηδὲν ἐν τούτοις πολυπραγμονοῦντος, αὐτὸς δὲ συνανέζευξεν ἐκεῖνόν τε θεραπεύων καί τῶν βασιλέων ἀπολείπεσθαι μὴ βουλόμενος,
After Alexander's death
§1 οὐ μὴν ἀλλʼ Περδίκκας ἐφʼ μὲν ὥρμητο πιστεύων διʼ αὑτοῦ προσάξεσθαι, τὰ δὲ ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα.
§2 τοῦτον μὲν οὖν Εὐμενής, καίπερ ὄγκῳ τινὶ καὶ φρονήματι κενῷ διεφθαρμένον, ἐπειρᾶτο ταῖς ὁμιλίαις κατέχειν αὐτὸς δὲ τὴν φάλαγγα τῶν Μακεδόνων ἐπηρμένην καὶ θρασεῖαν εὑρών, ὥσπερ ἀντίταγμα κατεσκεύαζεν αὐτῇ δύναμιν ἱππικήν, τῶν μὲν ἐγχωρίων τοῖς ἱππεύειν δυναμένοις ἀνεισφορίας διδοὺς καὶ ἀτελείας,
§3 τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστα ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὑτὸν ἠθροισμένους ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων.
Assigned Cappadocia
§1 ἐπεὶ δὲ Κρατερὸς καὶ Ἀντίπατρος τῶν Ἑλλήνων περιγενόμενοι διέβαινον εἰς Ἀσίαν τὴν Περδίκκου καταλύσοντες ἀρχήν, καὶ προσηγγέλλοντο μέλλοντες ἐμβαλεῖν εἰς Καππαδοκίαν, Περδίκκας αὐτὸς ἐπὶ Πτολεμαῖον στρατεύων ἀπέδειξε τὸν Εὐμενῆ τῶν ἐν Ἀρμενίᾳ, καὶ Καππαδοκίᾳ δυνάμεων αὐτοκράτορα στρατηγόν·
§2 καὶ περὶ τούτων ἐπιστολὰς ἔπεμψεν, Ἀλκέταν μὲν καὶ Νεοπτόλεμον Εὐμενεῖ προσέχειν κελεύσας, Εὐμενῆ δὲ χρῆσθαι τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκεν. Ἀλκέτας μὲν οὖν ἄντικρυς ἀπείπατο τὴν στρατείαν, ὡς τῶν ὑπʼ αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι διʼ εὔνοιαν ἑτοίμων ὄντων· Νεοπτόλεμος δὲ βουλεύων μὲν ἐπʼ Εὐμενεῖ προδοσίαν οὐκ ἔλαθε, καλούμενος δὲ οὐχ ὑπήκουεν, ἀλλὰ παρέταττε τὴν δύναμιν.
§3 ἔνθα πρῶτον Εὐμενὴς ἀπέλαυσε τῆς ἑαυτοῦ προνοίας καὶ παρασκευῆς· ἡττώμενος γὰρ ἤδη κατὰ τὸ πεζόν ἐτρέψατο τοῖς ἱππεῦσι τὸν Νεοπτόλεμον καὶ τὴν ἀποσκευὴν ἔλαβεν αὐτοῦ, καὶ τῇ φάλαγγι διεσπαρμένῃ περὶ τὴν δίωξιν ἅθρους ἐπελάσας ἠνάγκασε τὰ ὅπλα θέσθαι καὶ δόντας καὶ λαβόντας ὅρκους αὐτῷ συστρατεύειν.
§4 μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς ἔφυγε πρὸς Κρατερὸν καὶ Ἀντίπατρον. παρʼ ἐκείνων δὲ ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρʼ αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντʼ ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον.
§5 ταῦτα Εὐμενὴς ἀκούσας Ἀντιπάτρῳ μὲν οὐκ ἂν ἔφη παλαιὸς ὢν ἐχθρὸς νῦν γενέσθαι φίλος, ὅτε αὐτὸν ὁρᾷ τοῖς φίλοις ὡς ἐχθροῖς χρώμενον, Κρατερὸν δὲ Περδίκκᾳ διαλλάττειν ἕτοιμος εἶναι καὶ συνάγειν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις· ἄρχοντος δὲ πλεονεξίας τῷ ἀδικουμένῳ βοηθήσειν μέχρι ἂν ἐμπνέῃ, καὶ μᾶλλον τὸ σῶμα καὶ τὸν βίον τὴν πίστιν προήσεσθαι.
War with Craterus and Neoptolemus
§1 οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων, Νεοπτόλεμος δὲ μετὰ τήν φυγὴν ἀφικόμενος πρὸς αὐτούς τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν· ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τήν καυσίαν αὐτοῦ καὶ τήν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους,
§2 καὶ γὰρ ἦν ὄντως ὄνομα τοῦ Κρατεροῦ μέγα, καὶ μετὰ τήν Ἀλεξάνδρου τελευτὴν τοῦτον ἐπόθησαν οἱ πολλοί, μνημονεύοντες ὅτι καὶ πρὸς Ἀλέξανδρον ὑπὲρ αὐτῶν ἀνεδέξατο πολλάκις ἀπεχθείας πολλάς, ὑποφερομένου πρὸς τὸν Περσικὸν ζῆλον ἀντιλαμβανόμενος, καὶ τοῖς πατρίοις ἀμύνων διὰ τρυφὴν καὶ ὄγκον ἤδη περιυβριζομένοις.
§3 τότε δὲ οὖν Κρατερὸς τὸν μὲν Ἀντίπατρον εἰς Κιλικίαν ἀπέστειλεν, αὐτὸς δὲ τῆς δυνάμεως ἀναλαβὼν πολύ μέρος ἐπὶ τὸν Εὐμενῆ μετὰ τοῦ Νεοπτολέμου προῆγεν, οἰόμενος οὐ προσδεχομένῳ καὶ μετὰ πρόσφατον νίκην ἐν ἀταξίᾳ καὶ περὶ πότους ἔχοντι τήν δύναμιν ἐπιπεσεῖσθαι. τὸ μὲν οὖν προαισθέσθαι τήν ἔφοδον ἀὺτοῦ τὸν Εὐμενῆ καὶ προπαρασκευάσασθαι νηφούσης ἄν τις ἡγεμονίας, οὐ μὴν ἄκρας θείη δεινότητος·
§4 τὸ δὲ μὴ μόνον τοὺς πολεμίους μὴ καλῶς εἶχεν αἰσθέσθαι διαφυγεῖν, ἀλλὰ καὶ τοὺς μετʼ ἀὐτοῦ στρατευομένους ἀγνοοῦντας μαχοῦνται προενσεῖσαι τῷ Κρατερῷ καὶ ἀποκρύψαι τὸν ἀντιστράτηγον, ἴδιον δοκεῖ τούτου τοῦ ἡγεμόνος ἔργον γενέσθαι, διέδωκε μὲν οὖν λόγον ὡς Νεοπτόλεμος αὖθις ἐπίοι καὶ Πίγρης, ἔχοντες ἱππεῖς καὶ Καππαδοκῶν καὶ Παφλαγόνων. νυκτὸς δὲ ἀναζεῦξαι βουλόμενος, εἶτα καταδαρθών ὄψιν εἶδεν ἀλλόκοτον.
§5 ἐδόκει γὰρ ὁρᾶν Ἀλεξάνδρους δύο παρασκευαζομένους ἀλλήλοις μάχεσθαι, μιᾶς ἑκάτερον ἡγούμενον φάλαγγος· εἶτα τῷ μὲν τήν Ἀθηνᾶν, τῷ δὲ τήν Δήμητραν βοηθοῦσαν ἐλθεῖν, γενομένου δὲ ἀγῶνος ἰσχυροῦ κρατηθῆναι τὸν μετὰ τῆς Ἀθηνᾶς, τῷ δὲ νικῶντι σταχύων δρεπομένην τήν Δήμητραν συμπλέκειν στέφανον.
§6 αὐτόθεν μὲν οὖν τὴν ὄψιν εἴκαζεν εἶναι πρὸς αὑτοῦ, μαχομένου περὶ γῆς ἀρίστης καὶ τότε πολὺν καὶ καλὸν ἐχούσης ἐν κάλυκι στάχυν ἅπασα γὰο κατέσπαρτο καὶ παρεῖχεν εἰρήνῃ πρέπουσαν ὄψιν, ἀμφιλαφῶς τῶν πεδίων κομώντων μᾶλλον δὲ ἐπερρώσθη πυθόμενος σύνθημα τοῖς πολεμίοις Ἀθηνᾶν καὶ Ἀλέξανδρον εἶναι, Δήμητραν δὴ καὶ αὐτὸς ἐδίδου σύνθημα καὶ Ἀλέξανδρον, ἀναδεῖσθαί τε πάντας ἐκέλευε καὶ καταστέφειν τὰ ὅπλα τῶν σταχύων λαμβάνοντας.
§7 ὁρμήσας δὲ πολλάκις ἐξαγορεῦσαι καὶ φράσαι τοῖς περὶ αὑτὸν ἡγεμόσι καὶ στρατηγοῖς πρὸς ὃν ἔμελλεν ἀγὼν ἔσεσθαι, καὶ μὴ μόνος ἐν αὑτῷ θέμενος ἀποκρύψαι καὶ κατασχεῖν ἀπόρρητον οὕτως ἀναγκαῖον, ὅμως ἐνέμεινε τοῖς λογισμοῖς καὶ διεπίστευσε τῇ γνώμῃ τὸν κίνδυνον.
The battle with Craterus
§1 ἀντέταξε δὲ Κρατερῷ Μακεδόνων μὲν οὐδένα, δύο δὲ ἱππαρχίας ξενικάς, ὧν Φαρνάβαζος Ἀρταβάζου καὶ Φοῖνιξ Τενέδιος ἡγοῦντο, διακελευσάμενος ὀφθέντων τῶν πολεμίων ἐλαύνειν κατὰ τάχος καὶ συμπλέκεσθαι, μὴ διδόντας ἀναστροφὴν μηδὲ φωνὴν, μηδὲ κήρυκα πεμπόμενον προσιεμένους. ἐδεδίει γὰρ ἰσχυρῶς τοὺς Μακεδόνας, μὴ γνωρίσαντες τὸν Κρατερὸν οἴχωνται μεταβαλόμενοι πρὸς ἐκεῖνον.
§2 αὐτὸς δὲ τοὺς ἐρρωμενεστάτους ἱππεῖς τριακοσίους εἰς ἄγημα συντάξας καὶ παρελάσας ἐπὶ τὸ δεξιόν ἔμελλε τοῖς περὶ Νεοπτόλεμον ἐπιχειρεῖν. ὡς δὲ τὸν ἐν μέσῳ λόφον ὑπερβαλόντες ὤφθησαν ὀξεῖαν καὶ μεθʼ ὁρμῆς σφοδροτέρας ποιούμενοι τὴν ἔφοδον, ἐκπλαγεὶς Κρατερὸς καὶ πολλὰ λοιδορήσας τὸν Νεοπτόλεμον ὡς ἐξηπατημένος ὑπʼ αὐτοῦ περὶ τῆς τῶν Μακεδόνων μεταβολῆς, ἐγκελευσάμενος ἀνδραγαθεῖν τοῖς περὶ αὑτὸν ἡγεμόσιν ἀντεξήλασε.
§3 γενομένης δὲ τῆς πρώτης συρράξεως βαρείας καὶ τῶν δοράτων ταχὺ συντριβέντων, τοῦ δὲ ἀγῶνος ἐν τοῖς ξίφεσιν ὄντος, οὐ καταισχύνας Κρατερὸς τὸν Ἀλέξανδρον, ἀλλὰ πολλοὺς μὲν καταβαλών, πολλάκις δὲ τρεψάμενος τοὺς ἀντιτεταγμένους, τέλος δὲ πληγεὶς ὑπὸ Θρᾳκὸς ἐκ πλαγίων προσελάσαντος ἀπερρύη τοῦ ἵππου.
§4 πεσόντα δὲ αὑτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δὲ τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος. ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο. μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ διʼ ὀργῆς ἔχοντες ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες.
§5 τῶν δὲ ἵππων ἐξ ἐναντίας βίᾳ συμπεσόντων ὥσπερ τριήρων, τὰς ἡνίας ἀφέντες ἀλλήλων ἐπεδράξαντο ταῖς χερσί, τά τε κράνη περισπῶντες καὶ περιρρηγνύντες ἐκ τῶν ἐπωμίδων τοὺς θώρακας, πρὸς δὲ τὸν σπαραγμὸν ὑπεκδραμόντων ἅμα τῶν ἵππων, ἀπορρυέντες εἰς γῆν καὶ περιπεσόντες ἀλλήλοις ἐν λαβαῖς ἦσαν καὶ διεπάλαιον.
§6 εἶτα μὲν Εὐμενὴς τοῦ Νεοπτολέμου προεξανισταμένου τὴν ἰγνύαν ὑπέκοψεν αὐτὸς εἰς ὀρθὸν φθάσας καταστῆναι, δὲ Νεοπτόλεμος εἰς θάτερον ἐρεισάμενος γόνυ, θάτερον δὲ πεπηρωμένος, ἠμύνετο μὲν εὐρώστως κάτωθεν, οὐ θανασίμους δὲ πληγὰς ὑποφέρων, πληγεὶς δὲ παρὰ τὸν τράχηλον ἔπεσε καὶ παρείθη.
§7 τοῦ δὲ Εὐμενοῦς διʼ ὀργὴν καὶ μῖσος παλαιὸν τά τε ὅπλα περισπῶντος αὐτοῦ καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας, παρέψαυσε τοὑ βουβῶνος ἀποβάς. δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἔβλαψε τὸν Εὐμενῆ, διʼ ἀσθένειαν ἀμυδρὰ γενομένη. σκυλεύσας δὲ τὸν νεκρόν εἶχε μὲν χαλεπῶς ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δὲ ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων.
§8 πυθόμενος δὲ τὴν Κρατεροῦ τελευτὴν καὶ προσελάσας, ὡς εἶδεν ἐμπνέοντα καὶ συνιέντα, καταβὰς ἀπεδάκρυσε καὶ τὴν δεξιὰν ἐνέβαλε, καὶ πολλὰ μὲν ἐλοιδόρησε τὸν Νεοπτόλεμον, πολλὰ δὲ ἐκεῖνον μὲν ᾠκτίσατο τῆς τύχης, αὑτὸν δὲ τῆς ἀνάγκης, διʼ ἣν ἀνδρὶ φίλῳ καὶ συνήθει ταῦτα πεισόμενος δράσων συνηνέχθη.
Condemned by the Macedonian assembly
§1 ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε· καί δόξῃ μὲν ἤρθη μέγας ἀπʼ αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ, τὰ δὲ ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καί μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καί τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καί ξένος ὅπλοις καί χερσὶ τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καί δοκιμώτατον ἀνῃρηκώς.
§2 ἀλλʼ εἰ μὲν ἔφθη Περδίκκας πυθόμενος τὴν Κρατεροῦ τελευτήν, οὐκ ἂν ἄλλος ἐπρώτευσε Μακεδόνων νυνὶ δὲ ἀνῃρημένου Περδίκκου κατὰ στάσιν ἐν Αἰγύπτῳ δυσὶν ἡμέραις πρότερον ἧκεν οὗτος περὶ τῆς μάχης λόγος εἰς τὸ στρατόπεδον, καί πρὸς ὀργὴν εὐθὺς οἱ Μακεδόνες θάνατον τοῦ Εὐμενοῦς κατέγνωσαν. ἀπεδείχθη δὲ τοῦ πολέμου τοῦ πρὸς αὐτὸν Ἀντίγονος μετὰ Ἀντιπάτρου στρατηγός.
§3 ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν λήψεσθαι παρʼ αὐτῶν.
§4 περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς· ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καί Πολέμωνα καί Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, τοῦτο ἦν, ἔφη, τὸ λεγόμενον, ὀλέθρου δὲ οὐθεὶς λόγος.
§5 τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν ἐπίπρασκεν ἐν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καί τετραπυργίας σωμάτων καί βοσκημάτων γεμούσας. δὲ πριάμενος ἡγεμὼν τάγματος ξεναγός ὄργανα καί μηχανὰς τοῦ Εὐμένους παρέχοντος ἐξεπολιόρκει· καί πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον.
§6 ἐκ δὴ τούτου πάλιν Εὐμένης ἠγαπᾶτο καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων διέρριψαν οἱ τῶν πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καί τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καί δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν Περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καί φυλάττειν ἐν περιόδῳ καί παρανυκτερεύειν.
§7 οἱ δὲ ἐπείθοντο, καὶ τιμὰς ἠγάπων παρʼ αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρά τῶν βασιλέων, ἐξῆν γὰρ Εὐμενεῖ καί καυσίας ἁλουργεῖς καί χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρά Μακεδόσι.
War with Antigonus
§1 τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὑτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους· δὲ ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής.
§2 πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπὸ Ἀντιγόνου διὰ προδοσίας καὶ διωκόμενος οὺ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε. φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε λαθὼν, καὶ παραλλάξας, ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, καὶ συναγαγὼν τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν.
§3 ἔπειτα ταῖς ἀποσκευαῖς τοῦ Ἀντιγόνου περιπεσών, καὶ λαβεῖν ῥᾳδίως δυνάμενος πολλὰ μὲν ἐλεύθερα σώματα, πολλὴν δὲ θεραπείαν καὶ πλοῦτον ἐκ πολέμων τοσούτων καὶ λεηλασιῶν ἠθροισμένον, ἔδεισε μὴ καταπλησθέντες ὠφελείας καὶ λαφύρων οἱ σὺν αὐτῷ βαρεῖς γένωνται πρὸς τὴν φυγὴν, καὶ μαλακώτεροι τὰς πλάνας ὑπομένειν καὶ τὸν χρόνον, ἐν μάλιστα τοῦ πολέμου τὰς ἐλπίδας εἶχεν, ὡς ἀποστρέψων τὸν Ἀντίγονον.
§4 ἐπεὶ δὲ ἄντικρυς χαλεπὸν ἦν ἀποτρέπειν Μακεδόνας χρημάτων ἐν ἐφικτῷ παρόντων, ἐκέλευσε θεραπεύσαντας αὑτοὺς καὶ τοῖς ἵπποις χιλὸν ἐμβαλόντας οὕτω βαδίζειν ἐπὶ τοὺς πολεμίους, αὐτὸς δὲ πέμπει κρύφα πρὸς τὸν ἐπὶ τῆς ἀποσκευῆς τῶν πολεμίων Μένανδρον, ὡς κηδόμενος αὐτοῦ φίλου γεγονότος καὶ συνήθους, φυλάξασθαι παραινῶν καὶ ἀναχωρῆσαι τὴν ταχίστην ἐκ τῶν ἐπιδρόμων καὶ ταπεινῶν πρὸς τὴν ἐγγὺς ὑπώρειαν ἄφιππον οὖσαν καὶ κυκλώσεις οὐκ ἔχουσαν.
§5 τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν Εὐμενὴς φανερῶς, καὶ παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος Εὐμενὴς ἀπῆγε τὴν στρατιάν.
§6 λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν, ἄλλʼ ἐκεῖνός γε, φάναι τὸν Ἀντίγονον, οὐχ ὑμῶν, μακάριοι, κηδόμενος παρῆκεν, ἀλλʼ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.
Eumenes' resourcefulness
§1 ἐκ τούτου πλανώμενος Εὐμενὴς καὶ ὑποφεύγων ἔπεισε τοὺς πολλοὺς τῶν στρατιωτῶν ἀπελθεῖν, εἴτε κηδόμενος αὐτῶν εἴτε ἐφέλκεσθαι μή βουλόμενος ἐλάττονας μὲν τοῦ μάχεσθαι, πλείονας δὲ τοῦ λανθάνειν ὄντας, καταφυγὼν δὲ εἰς Νῶρα, χωρίον ἐν μεθορίῳ Λυκαονίας καὶ Καππαδοκίας, μετὰ πεντακοσίων ἱππέων καὶ διακοσίων ὁπλιτῶν, κἀντεῦθεν αὖθις, ὅσοι τῶν φίλων ἐδεήθησαν ἀφεθῆναι τοῦ χωρίου τὴν χαλεπότητα καὶ τῆς διαίτης τὴν ἀνάγκην οὐ φέροντες, πάντας ἀσπασάμενος καὶ φιλοφρονηθεὶς ἀπέπεμψεν.
§2 ὡς δὲ ἐπελθὼν Ἀντίγονος εἰς λόγους αὐτόν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετὰ Ἀντίγονον ἡγεμόνας, ὧν δὲ αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετʼ αὐτόν· ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι, τοῦ δὲ Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν, οὐδένα, εἶπεν, ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν τοῦ ξίφους κύριος.
§3 ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ ἀλλήλοις κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες. λόγων δὲ γενομένων πολλῶν καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους.
§4 ἅμα δὲ πολλοὶ συνέτρεχον τῶν Μακεδόνων ἰδεῖν ὅστις ἐστὶ τὸν Εὐμενῆ ποθοῦντες· οὐ γὰρ ἑτέρου λόγος ἦν τοσοῦτος ἐν τῷ στρατῷ μετὰ τὴν τοῦ Κρατεροῦ τελευτήν. δείσας δὲ Ἀντίγονος ὑπὲρ αὐτοῦ, μή τι πάθῃ βίαιον, πρῶτον μὲν ἀπηγόρευε μή προσιέναι βοῶν, καὶ τοῖς λίθοις ἔβαλλε τοὺς ἐπιφερομένους, τέλος δὲ ταῖς χερσὶ τὸν Εὐμενῆ περιβαλὼν καὶ τὸν ὄχλον ἀπερύκων τοῖς δορυφόροις μόλις εἰς τὸ ἀσφαλὲς ἀποκατέστησε.
Defeat and retreat
§1 τοὐντεῦθεν μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών ἀνέζευξεν Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου σῖτον καὶ ὕδωρ ἄφθονον καὶ ἅλας καὶ ἄλλο μηδὲν ἔχοντος ἐδώδιμον μηδὲ ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων.
§2 ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ διʼ ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς, καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι θαυμαστὴν συμμετρίαν σιν, εἰπεῖν δὲ οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν.
§3 ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι μικροῖς καὶ τόπῳ δυοῖν σταδίοιν ἔχοντι τὴν περίμετρον ἀναστρεφομένους, τροφὴν δὲ ἀγυμνάστους μὲν αὐτοὺς λαμβάνοντας, ἀργοῖς δὲ τοῖς ἵπποις προσφέροντας, οὐ μόνον τὸν ἄλυν αὐτῶν ὑπὸ τῆς ἀπραξίας μαραινομένων ἀπαλλάξαι βουλόμενος, ἀλλὰ καὶ πρὸς φυγήν, εἰ παραπέσοι καιρός, ἁμῶς γέ πως ἠσκημένοις χρήσασθαι,
§4 τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων, τῶν δὲ ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρήγειρε διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δὲ ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν.
§5 οὕτω δὲ ἀνηρτημένους οἱ ἱπποκόμοι παρεστῶτες ἅμα ταῖς τε κραυγαῖς καὶ ταῖς μάστιξιν ἐπηρέθιζον οἱ δὲ πιμπλάμενοι θυμοῦ καὶ ὀργῆς τοῖς μὲν ὀπισθίοις ἐνήλλοντο καὶ διεσκίρτων σκέλεσι, τοῖς δὲ μετεώροις ἐφιέμενοι στηρίξασθαι καὶ κροτοῦντες τὸ ἔδαφος κατετείνοντο πᾶν τὸ σῶμα καὶ πολὺν ἠφίεσαν ἱδρῶτα καὶ σταλαγμόν, οὔτε πρὸς τάχος οὔτε πρὸς ῥώμην γυμναζόμενοι κακῶς, τὰς δὲ κριθὰς ἐνέβαλλον αὐτοῖς ἐπτισμένας, ἵνα κατεργάζωνται θᾶττον καὶ πέττωσι βέλτιον.
Besieged in Nora
§1 ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν· ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος.
§2 Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδʼ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν. ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθʼ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον.
§3 ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθʼ ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον. οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν.
Escape from Nora
§1 φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.
§2 περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν. ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,
§3 ταῖς δὲ φιλονεικίαις καὶ φιλαρχίαις αὐτῶν μήτε ἡγεῖσθαι δυναμένων μήτε ἕπεσθαι βουλομένων ἐπῆγε δεισιδαιμονίαν. ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον· εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.
§4 καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων. ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν,
§5 καὶ φρονήματα τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις.
§6 αἰσθόμενος δὲ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τῶν δανείων ἀγωνιῶντες· ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν.
The Silver Shields
§1 οὐ μὴν ἀλλʼ οἱ Μακεδόνες ἀδείας μὲν οὔσης ἐφθείροντο πρὸς τοὺς διδόντας, καὶ τάς ἐκείνων θύρας ἐθεράπευον, δορυφορουμένων καὶ στρατηγιώντων· ἐπεὶ δὲ Ἀντίγονος αὑτοῖς παρεστρατοπέδευσε μετὰ πολλῆς δυνάμεως καὶ τὰ πράγματα φωνὴν ἀφιέντα τὸν ἀληθινὸν ἐκάλει στρατηγόν, οὐ μόνον οἱ στρατευόμενοι τῷ Εὐμενεῖ προσεῖχον, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ καὶ τρυφῇ μεγάλων ἐκείνων ἕκαστος ἐνέδωκε καὶ παρεῖχεν ἑαυτὸν σιωπῇ τὴν δοθεῖσαν φυλάττοντα τάξιν.
§2 καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδὲ ᾔσθοντο, μόνος δὲ Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους, μάλιστα δὲ οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον.
§3 μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατʼ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος· ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας. μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι, καταβαίνοντες εἰς τὸ πεδίον.
§4 ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς, οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος, καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες ἀλλήλοις μένειν διεκελεύοντο, καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν, καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους.
§5 ἀκούσας δὲ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τάς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς. οἱ δὲ ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι Μακεδονιστὶ τῇ φωνῇ τάς τε ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἠλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους ὠς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος.
The empty throne of Alexander
§1 Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγα ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος. διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν.
§2 ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον εἶτα ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον. γελάσας οὖν Ἀντίγονος, ὥσπερ εἰώθει, μέγα, καὶ πρὸς τοὺς φίλους εἰπὼν, τοῦτο ἦν τὸ φορεῖον, ὡς ἔοικε, τὸ ἀντιπαραταττόμενον ἡμῖν, εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν.
§3 οἱ δὲ μικρὸν ἀναπνεύσαντες αὖθις ἐδημαγωγοῦντο, καὶ τοῖς ἡγεμόσιν ἐντρυφῶντες σχεδὸν ὅλην εἰς τὰ χειμάδια κατενείμαντο τὴν Γαβηνῶν, ὥστε τοὺς ἐσχάτους τῶν πρώτων ἀποσκηνοῦν ὁμοῦ τι χιλίους σταδίους. ταῦτα γνοὺς Ἀντίγονος ὥρμησεν ἐξαίφνης ἐπʼ αὐτοὺς ὑποστρέψας χαλεπὴν ὁδὸν καὶ ἄνυδρον, σύντομον δὲ καὶ βραχεῖαν, ἐλπίζων, εἰ διεσπαρμένοις ἐπιπέσοι περὶ τὰ χειμάδια, μηδʼ ἂν συνελθεῖν ἔτι τὸ πλῆθος ῥᾳδίως εἰς τὸ αὐτὸ τοῖς στρατηγοῖς. ἐμβαλόντι δὲ εἰς γῆν ἀοίκητον αὐτῷ πνεύματά τε δεινὰ καὶ κρύη μεγάλα διελυμαίνετο τὴν πορείαν ἐνοχλουμένου τοῦ στρατεύματος.
§4 ἦν οὖν ἀναγκαία βοήθεια πυρὰ πολλὰ καίειν ὅθεν οὐκ ἔλαθε τοὺς πολεμίους, ἀλλὰ τῶν βαρβάρων οἱ τὰ βλέποντα πρὸς τὴν ἀοίκητον ὄρη νεμόμενοι θαυμάσαντες τὸ τῶν πυρῶν πλῆθος ἔπεμψαν ἱππαστρίαις καμήλοις ἀγγέλους πρὸς Πευκέσταν. δὲ ὡς ἤκουσεν, αὐτός τε παντάπασιν ἔκφρων ὑπὸ δέους γενόμενος καὶ τοὺς ἄλλους ὁρῶν ὁμοίως ἔχοντας ὥρμητο φεύγειν, ἀναστήσας τοὺς καθʼ ὁδὸν ὄντας αὐτοῖς μάλιστα τῶν στρατιωτῶν·
§5 εὐμενὴς δὲ τὴν ταραχὴν ἀφῄρει καὶ τὸν φόβον, ὑπισχνούμενος ἐπιστήσειν τῶν πολεμίων τὸ τάχος, ὥστε τρισὶν ὕστερον ἡμέραις προσδοκῶνται παραγενέσθαι. πεισθέντων δὲ αὐτῶν ἅμα μὲν ἀγγέλους περιέπεμπε τὰς δυνάμεις ἐκ τῶν χειμαδίων καὶ τοὺς ἄλλους ἀθροίζεσθαι κατὰ τάχος κελεύων, ἅμα δὲ αὐτὸς ἐξιππασάμενος μετὰ τῶν ἄλλων ἡγεμόνων, καὶ τόπον ἐξ ἀπόπτου καταφανῆ τοῖς ὁδεύουσι τὴν ἔρημον περιβαλόμενος καὶ διαμετρήσας, ἐκέλευε πυρὰ πολλὰ καίειν ἐν διαστήμασιν, ὥσπερ οἱ στρατοπεδεύοντες.
§6 γενομένου δὲ τούτου καὶ τῶν πυρῶν τοῖς περὶ Ἀντίγονον ἐκ τῆς ὀρεινῆς καταφανέντων, ἄχθος ἔσχε καὶ δυσθυμία τὸν Ἀντίγονον, οἰόμενον ᾐσθημένους ἔκπαλαι τοὺς πολεμίους ἀπαντᾶν. ἵνʼ οὖν μὴ κατάκοπος καὶ τετρυμένος ἐκ πορείας ἀναγκάζηται μάχεσθαι πρὸς ἀνθρώπους ἑτοίμους καὶ καλῶς κεχειμακότας, προέμενος τὴν σύντομον ἦγε διὰ κωμῶν καὶ πόλεων, καθʼ ἡσυχίαν ἀναλαμβάνων τὸ στράτευμα.
§7 μηδενὸς δὲ ἐμποδὼν ὄντος, ὥσπερ εἴωθεν ἀντικαθημένων πολεμίων, τῶν δὲ περιχώρων λεγόντων στράτευμα μηδὲν ὦφθαι, πυρῶν δὲ κεκαυμένων μεστὸν εἶναι τὸν τόπον, ᾔσθετο κατεστρατηγημένος ὑπὸ Εὐμένους, καὶ βαρέως φέρων προσῆγεν ὡς φανερᾷ μάχῃ κριθησόμενος.
The eastern campaign
§1 ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν· ἐφʼ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι.
§2 συνδόξαν δὲ πᾶσιν ἀποχρήσασθαι πρὸς τὴν μάχην αὐτῷ, μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελεῖν Εὔδαμος τῶν ἐλεφάντων ἡγεμὼν καὶ Φαίδιμος ἐξαγγέλλουσι,ʼ, κρύφα τῷ Εὐμενεῖ τὰ δεδογμένα, διʼ εὔνοιαν μὲν οὐδεμίαν χάριν, εὐλαβούμενοι δὲ μὴ τῶν χρημάτων, δεδανείκεσαν αὐτῷ, στερηθῶσιν. εὐμενὴς δὲ τούτους μὲν ἐπῄνεσεν, εἰς δὲ τὴν σκηνὴν ἀπελθών καὶ πρὸς τοὺς φίλους εἰπὼν ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο, διαθήκας ἔγραψε καὶ τὰ γραμματεῖα κατέσχισε καὶ διέφθειρεν, οὐ βουλόμενος αὐτοῦ τελευτήσαντος ἐκ τῶν ἀπορρήτων αἰτίας καὶ συκοφαντήματα τοῖς γράψασι γενέσθαι.
§3 ταῦτα διοικησάμενος ἐβουλεύετο τὴν νίκην παρεῖναι τοῖς ἐναντίοις, φυγὼν διὰ Μηδίας καὶ Ἀρμενίας ἐμβαλεῖν εἰς Καππαδοκίαν. οὐδὲν δὲ κυρώσας τῶν φίλων παρόντων, ἀλλʼ ἐπὶ πολλὰ τῇ γνώμῃ πολυτρόπῳ παρὰ τὰς τύχας οὔσῃ κινήσας αὑτόν, ἐξέταττε τὴν δύναμιν, τοὺς μὲν Ἕλληνας καὶ τοὺς βαρβάρους παρορμῶν, ὑπὸ δὲ τῆς φάλαγγος καὶ τῶν ἀργυρασπίδων αὐτὸς παρακαλούμενος θαρρεῖν, ὡς οὐ δεξομένων τῶν πολεμίων.
§4 καὶ γὰρ ἦσαν οἱ πρεσβύτατοι τῶν περὶ Φίλιππον καὶ Ἀλέξανδρον, ὥσπερ ἀθληταὶ πολέμων ἀήττητοι καὶ ἀπτῶτες εἰς ἐκεῖνο χρόνου, πολλοὶ μὲν ἑβδομήκοντα ἔτη γεγονότες, νεώτερος δὲ οὐδεὶς ἑξηκονταετοῦς. διὸ καὶ τοῖς περὶ τὸν Ἀντίγονον ἐπιόντες ἐβόων· ἐπὶ τοὺς πατέρας ἁμαρτάνετε, κακαὶ κεφαλαί· καὶ μετʼ ὀργῆς ἐμπεσόντες ὅλην ὁμοῦ τὴν φάλαγγα συνέτριψαν, οὐδενὸς ὑποστάντος αὐτούς, τῶν δὲ πλείστων ἐν χερσὶ διαφθαρέντων.
§5 ταύτῃ μὲν οὖν Ἀντίγονος ἡττᾶτο κατὰ κράτος, τοῖς δὲ ἱππεῦσιν ἐπεκράτει· τοῦ δὲ Πευκέστου παντάπασιν ἐκλελυμένως καὶ ἀγεννῶς ἀγωνισαμένου καὶ τὴν ἀποσκευὴν ἔλαβε πᾶσαν, αὑτῷ τε νήφοντι χρησάμενος παρὰ τὰ δεινὰ καὶ τοῦ τόπου συνεργοῦντος.
§6 ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύτερον οὔτε ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, τοσούτων μὲν ἵππων τοσούτων δὲ ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν. καὶ ῥᾴδιον λαθὼν Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε.
The battle of Paraetacene
§1 παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς. Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα.
§2 καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν παραίτησιν, ἀλλʼ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
§3 γενομένης δὲ σιωπῆς ἐν ὑψηλῷ τινι καταστὰς καὶ τὰς χεῖρας δεδεμένας προτείνας, ποῖον, εἶπεν, κάκιστοι Μακεδόνων, τρόπαιον Ἀντίγονος ἐθελήσας ἂν ἔστησε καθʼ ὑμῶν, οἷον ὑμεῖς καθʼ αὑτῶν ἀνίστατε τὸν στρατηγὸν αἰχμάλωτον ἐκδιδόντες; οὐκ ἄρα δεινὸν ἦν κρατοῦντας ὑμᾶς ἧτταν ἐξομολογεῖσθαι διὰ τὰς ἀποσκευάς, ὡς ἐν τοῖς χρήμασιν, οὐκ ἐν τοῖς ὅπλοις τοῦ κρατεῖν ὄντος, ἀλλὰ καὶ τὸν ἡγεμόνα πέμπετε λύτρον τῆς ἀποσκευῆς.
§4 ἐγώ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος· ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με διʼ αὑτῶν κτείνατε. πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί. μέμψεται δὲ οὐδὲν Ἀντίγονος· νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος, εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον.
§5 εἰ δὲ οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον. καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπʼ ἐμοὶ δίκης ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους.
The battle of Gabiene
§1 ταῦτα τοῦ Εὐμενοῦς λέγοντος τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δὲ ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν οὐ γὰρ εἶναι δεινόν εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλʼ εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρʼ ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν. ἅμα δὲ ἦγον αὐτὸν ἐπιταχύνοντες.
§2 Ἀντίγονος δὲ δείσας τὸν ὄχλον ἀπελείφθη γὰρ οὐδεὶς ἐν τῷ στρατοπέδῳ δέκα τοὺς κρατιστεύοντας ἐλέφαντας ἐξέπεμψε καὶ λογχοφόρους συχνοὺς Μήδους καὶ Παρθυαίους διακρουσομένους τὸ πλῆθος, εἶτʼ αὐτὸς μὲν ἰδεῖν οὐχ ὑπέμεινε τὸν Εὐμενῆ διὰ τὴν προγεγενημένην φιλίαν καὶ συνήθειαν, πυνθανομένων δὲ τῶν παρειληφότων τὸ σῶμα πῶς φυλάξουσιν, οὕτως, εἶπεν, ὡς ἐλέφαντα ὡς λέοντα.
§3 μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια, βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δὲ ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν.
§4 λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι τί δήποτε Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτε ἀποκτίννυσι ταχέως οὔτε εὐγενῶς ἀφίησι· τοῦ δὲ Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος ὡς οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, ναὶ μὰ τὸν Δία, φάναι τὸν Εὐμενῆ, καὶ τότε εἶχον ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλʼ οὐδενὶ κρείττονι προστυχὼν οἶδα. καὶ τὸν Ὀνόμαρχον, οὐκοῦν ἐπεὶ νῦν, φάναι, τὸν κρείττονα εὕρηκας, τί οὐκ ἀναμένεις τὸν ἐκείνου καιρόν;
Betrayal and death
§1 τὸ δὲ οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν ἀὐτοῦ τὴν τροφὴν ἀφελεῖν. καὶ δύο μὲν ἡμέρας τρεῖς ἄσιτος οὕτω προσήγετο πρὸς τὴν τελευτήν. αἰφνίδιον δὲ ἀναζυγῆς γενομένης εἰσπέμψαντες ἄνθρωπον ἀποσφάττουσιν αὐτόν. τὸ δὲ σῶμα τοῖς φίλοις παραδοὺς Ἀντίγονος ἐπέτρεψε καῦσαι καὶ τὰ λείψανα συνθέντας εἰς ἀργυρᾶν ὑδρίαν κομίζειν, ἀποδοθησόμενα τῇ γυναικὶ καὶ τοῖς παισίν.
§2 οὕτω δὲ ἀποθανόντος Εὐμενοῦς οὐκ ἐπʼ ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλʼ αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδὲ ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up