Parallel Lives
Comparison of Lucullus and Cimon
Section 1
§1 μάλιστα δʼ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δʼ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον. καὶ τοῦτό γε πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι.
§2 καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλʼ ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδʼ ἀλύων, οὐδέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν ?δου μέθην αἰώνιον.
§3 σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παραμύθιον τὸ δʼ ἐφʼ ἡδονὴν, ὡς τέλος, καταστρέψαντα τὰς καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξια τῆς καλῆς Ἀκαδημείας, οὐδέ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλʼ ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον.
§4 καὶ θαυμαστόν ἐστιν ὑπεναντίως γὰρ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων, βελτίων οὖν πρὸς τὸ βέλτιον μεταβολή· χρηστοτέρα γὰρ φύσις, ἐν γηρᾷ μὲν τὸ χεῖρον, ἐπακμάζει δὲ τὸ ἄμεινον. καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέθεντο τὸν πλοῦτον.
§5 οὐ γὰρ ἄξιον ὁμοιῶσαι τῷ νοτίῳ τείχει τῆς ἀκροπόλεως, τοῖς ὑπὸ Κίμωνος κομισθεῖσιν ἐτελέσθη χρήμασι, τοὺς ἐν Νέᾳ πόλει θαλάμους καὶ τὰς περικλύστους ἀπόψεις, ἃς Λούκουλλος ἀπὸ τῶν βαρβαρικῶν ἐξῳκοδόμει λαφύρων οὐδέ γε τῇ Κίμωνος τραπέζῃ τὴν Λουκούλλου παραβαλεῖν, τῇ δημοκρατικῇ καὶ φιλανθρώπῳ τὴν πολυτελῆ καὶ σατραπικήν.
§6 μὲν γὰρ ἀπὸ μικρᾶς δαπάνης πολλοὺς καθʼ ἡμέραν διέτρεφεν, δʼ εἰς ὀλίγους τρυφῶντας ἀπὸ πολλῶν παρεσκευάζετο χρημάτων, εἰ μὴ νὴ Δία τῶν πραγμάτων ἐποίει διαφορὰν χρόνος· ἄδηλον γὰρ, εἰ καὶ Κίμων ἀπὸ τῶν πράξεων καὶ στρατηγιῶν εἰς ἀπόλεμον καὶ ἀπολίτευτον γῆρας ἀφεὶς αὑτόν ἔτι μᾶλλον ἂν ἐχρήσατο σοβαρᾷ καὶ πρὸς ἡδονὴν ἀνειμένῃ διαίτῃ· καὶ γὰρ φιλοπότης καὶ πανηγυρικὸς καὶ τὰ πρὸς γυναῖκας, ὡς προείρηται, διαβεβλημένος.
§7 αἱ δὲ περὶ τὰς πράξεις καὶ τοὺς ἀγῶνας κατορθώσεις ἡδονὰς ἑτέρας ἔχουσαι τῶν χειρόνων ἐπιθυμιῶν ἀσχολίαν ποιοῦσι καὶ λήθην ταῖς πολιτικαῖς καὶ φιλοτίμοις φύσεσιν. εἰ γοῦν καὶ Λούκουλλος ἐτελεύτησεν ἀγωνιζόμενος καὶ στρατηγῶν, οὐδʼ ἂν ψογερώτατος καὶ φιλομεμφότατος εὑρεῖν μοι δοκεῖ διαβολὴν ἐπʼ αὐτόν, καὶ ταῦτα μὲν περὶ τῆς διαίτης.
Section 2
§1 ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγωνισταί δῆλον ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρατηγοῖς.
§2 καὶ μὴν Λουκούλλῳ μὲν πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε. καὶ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, δʼ ἄλλοις ἑπομένην παραλαβών ἅμα καὶ τῶν συμμάχων ἄρχειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαιμονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.
§3 εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν ἐργάσασθαι διʼ εὐνοίας, Λούκουλλος μὲν ὑπὸ τῶν στρατιωτῶν κατεφρονήθη, Κίμων δʼ ὑπὸ τῶν συμμάχων ἐθαυμάσθη· παρʼ οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέστησαν. καὶ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπολειφθεὶς ἐπανῆλθεν, δὲ μεθʼ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολεμίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.
§4 μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν ἀτελεῖς ἐγένοντο τῶν πράξεων, μὲν καθάπαξ διὰ τὴν τύχην ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν τὸν δʼ οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρʼ αὐτὸν αἰτίας, εἴτʼ ἠγνόησεν εἴτʼ οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιωτικῷ διαφορὰς καὶ μέμψεις, ἀφʼ ὧν εἰς τηλικαύτας ἀπεχθείας προῆλθεν.
§5 τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι· καὶ γὰρ ἐκεῖνον ὑπήγαγόν τε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵνʼ αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν. αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις. ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.
Section 3
§1 πολὺ δʼ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας,
§2 καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δʼ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.
§3 τεκμήριον δὲ μέγα· Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλʼ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδʼ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε,
§4 Τιγράνης δʼ αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηΐῳ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομπήϊον, ἀλλὰ τοῖς ὑπὸ Λουκούλλου τεθριαμβευμένοις. ἠγάπησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον. μείζων οὖν στρατηγὸς, ὥσπερ ἀθλητὴς, τῷ μεθʼ ἑαυτὸν ἀσθενέστερον παραδοὺς τόν ἀντίπαλον.
§5 ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.
§6 πλήθει δʼ οὐδʼ ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λούκουλλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας. ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τήν κρίσιν, ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἔοικεν εὐμενὲς γενέσθαι, τῷ μὲν χρὴ κατορθοῦν, τῷ δʼ φυλάττεσθαι χρὴ προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τήν φύσιν ἀμφοτέροις.
Tap any Greek word to look it up
An open-access project
Sintenis–Ziegler 1914
Teubner
Sintenis–Ziegler, Teubner, 1914 · 1914
The Editor

Bernadotte Perrin (1847–1920) was Lampson Professor of Greek at Yale University. A specialist in Greek historical biography, he devoted the later part of his career to Plutarch, producing the eleven-volume Loeb Classical Library edition of the Parallel Lives (1914–1926). Perrin's work made Plutarch's Lives accessible to a wide English-speaking audience for the first time since the North translation of 1579. He combined careful scholarship with readable prose, and his introductions to each Life remain useful starting points for students.

About This Edition

The Loeb Classical Library, founded by James Loeb in 1911, presents classical texts with facing English translations — Greek on the left page, English on the right. Perrin's Loeb edition of Plutarch's Lives does not present an independent critical text: following Loeb convention, the Greek text is based on an existing standard edition — in this case, primarily the Teubner texts established by Cl. Lindskog and K. Ziegler. Perrin's contribution is the translation and the editorial apparatus (introductions, notes), not the establishment of the Greek text. The text you are reading here is therefore essentially the Teubner tradition as transmitted through the Loeb edition.

Translator

Bernadotte Perrin (Loeb Classical Library)

Text Basis

Text follows the Teubner edition (Sintenis, rev. Ziegler). Perrin translated for the Loeb Classical Library.

Tap any Greek word to look it up