Preface: worthy action
§1
Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων·
§2
ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν.
§3
πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον,
§4
Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον· οἵδε γάρ φησιν ἔθανον οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, αλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι. οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετʼ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν.
§5
ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει, μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος.
Cato's maxim on service
§1
εἰ γὰρ, ὡς Ἰφικράτης διῄρει, χερσὶ μὲν ἐοίκασιν οἱ ψιλοί, ποσὶ δὲ τὸ ἱππικόν, αὐτὴ δὲ ἡ φάλαγξ στέρνῳ καὶ θώρακι, κεφαλῇ δὲ ὁ στρατηγός, οὐχ αὐτοῦ δόξειεν ἂν ἀποκινδυνεύων παραμελεῖν καὶ θρασυνόμενος, ἀλλʼ ἁπάντων, οἷς ἡ σωτηρία γίνεται διʼ αὐτοῦ καὶ τοὐναντίον, ὅθεν ὁ Καλλικρατίδας, καίπερ ὢν τἆλλα μέγας, οὐκ εὖ πρὸς τὸν μάντιν εἶπε· δεομένου γὰρ αὐτοῦ φυλάττεσθαι θάνατον, ὡς τῶν ἱερῶν προδηλούντων, ἔφη μὴ παρʼ· ἕνα εἶναι τὰν Σπάρταν.
§2
μαχόμενος γὰρ εἷς ἦν καὶ πλέων καὶ στρατευόμενος ὁ Καλλικρατίδας, στρατηγῶν δὲ τὴν ἁπάντων εἶχε συλλαβὼν ἐν αὑτῷ δύναμιν, ὥστε οὐκ ἦν εἷς ᾧ τοσαῦτα συναπώλλυτο. βέλτιον δὲ Ἀντίγονος ὁ γέρων, ὅτε ναυμαχεῖν περὶ Ἄνδρον ἔμελλεν, εἰπόντος τινὸς ὡς πολὺ πλείους αἱ τῶν πολεμίων νῆες εἶεν, ἐμὲ δὲ αὐτὸν, ἔφη, πρὸς πόσας ἀντιστήσεις; μέγα τὸ τῆς ἀρχῆς, ὥσπερ ἐστίν, ἀξίωμα ποιῶν μετὰ ἐμπειρίας καὶ ἀρετῆς ταττόμενον, ἧς πρῶτον ἔργον ἐστὶ σῴζειν τὸν ἅπαντα τἆλλα σώζοντα.
§3
διὸ καλῶς ὁ Τιμόθεος, ἐπιδεικνυμένου ποτὲ τοῖς Ἀθηναίοις τοῦ Χάρητος ὠτειλάς τινας ἐν τῷ σώματι καὶ τὴν ἀσπίδα λόγχῃ διακεκομμένην, ἐγὼ δέ, εἶπεν, ὡς λίαν ᾐσχύνθην ὅτι μου πολιορκοῦντος Σάμον ἐγγὺς ἔπεσε βέλος, ὡς μειρακιωδέστερον ἐμαυτῷ χρώμενος ἢ κατὰ στρατηγοῦ καὶ ἡγεμόνα δυνάμεως τοσαύτης.
§4
ὅπου μὲν γὰρ εἷς τὰ ὅλα μεγάλην φέρει ῥοπὴν ὁ τοῦ στρατηγοῦ κίνδυνος, ἐνταῦθα καὶ χειρὶ καὶ σώματι χρηστέον ἀφειδῶς, χαίρειν φράσαντα τοῖς λέγουσιν ὡς χρὴ τὸν ἀγαθὸν στρατηγὸν μάλιστα μὲν ὑπὸ γήρως, εἰ δὲ μή, γέροντα θνῄσκειν ὅπου δὲ μικρὸν τὸ περιγινόμενον ἐκ τοῦ κατορθώματος, τὸ δὲ πᾶν συναπόλλυται σφαλέντος, οὐδεὶς ἀπαιτεῖ στρατιώτου πρᾶξιν κινδύνῳ πραττομένην στρατηγοῦ.
§5
ταῦτα δέ μοι παρέστη προαναφωνῆσαι γράφοντι τὸν Πελοπίδου βίον καὶ τὸν Μαρκέλλου, μεγάλων ἀνδρῶν παραλόγως πεσόντων, καὶ γὰρ χειρὶ χρῆσθαι μαχιμώτατοι γενόμενοι, καὶ στρατηγίαις ἐπιφανεστάταις κοσμήσαντες ἀμφότεροι τὰς πατρίδας, ἔτι δὲ τῶν βαρυτάτων ἀνταγωνιστῶν ὁ μὲν Ἀννίβαν ἀήττητον ὄντα πρῶτος, ὡς λέγεται, τρεψάμενος, ὁ δὲ γῆς καὶ θαλάττης ἄρχοντας Λακεδαιμονίους ἐκ παρατάξεως νικήσας, ἠφείδησαν ἑαυτῶν, σὺν οὐδενὶ λογισμῷ προέμενοι τὸν βίον ὁπηνίκα μάλιστα τοιούτων καιρὸς ἦν ἀνδρῶν σῳζομένων καὶ ἀρχόντων· διόπερ ἡμεῖς ἑπόμενοι ταῖς ὁμοιότησι παραλλήλους ἀνεγράψαμεν αὐτῶν τοὺς βίους.
Family and character
§1
Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν.
§2
οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος,
§3
ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος·
§4
Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν, ἀναγκαίου, νὴ Δίὰ, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.
The friendship with Epaminondas
§1
ἦσαν δὲ καὶ πρὸς πᾶσαν ἀρετὴν πεφυκότες ὁμοίως, πλὴν ὅτι τῷ γυμνάζεσθαι μᾶλλον ἔχαιρε Πελοπίδας, τῷ δὲ μανθάνειν Ἐπαμεινώνδας, καὶ τὰς διατριβὰς ἐν τῷ σχολάζειν ὁ μὲν περὶ παλαίστρας καὶ κυνηγέσια, ὁ δὲ ἀκούων τι καὶ φιλοσοφῶν ἐποιεῖτο. πολλῶν δὲ καὶ καλῶν ὑπαρχόντων ἀμφοτέροις πρὸς δόξαν, οὐδὲν οἱ νοῦν ἔχοντες ἡγοῦνται τηλικοῦτον ἡλίκον τὴν διὰ τοσούτων ἀγώνων καὶ στρατηγιῶν καὶ πολιτειῶν ἀνεξέλεγκτον εὔνοιαν καὶ φιλίαν ἀπʼ ἀρχῆς μέχρι τέλους ἐμμείνασαν.
§2
εἰ γὰρ τις ἀποβλέψας τὴν Ἀριστείδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος καὶ Περικλέους καὶ Νικίου καὶ Ἀλκιβιάδου πολιτείαν, ὅσων γέγονε μεστὴ διαφορῶν καὶ φθόνων καὶ ζηλοτυπιῶν πρὸς ἀλλήλους, σκέψαιτο πάλιν τὴν Πελοπίδου πρὸς Ἐπαμεινώνδαν εὐμένειαν καὶ τιμήν, τούτους ἂν ὀρθῶς καὶ δικαίως προσαγορεύσειε συνάρχοντας καὶ συστρατήγους ἢ ἐκείνους, οἳ μᾶλλον ἀλλήλων ἢ τῶν πολεμίων ἀγωνιζόμενοι περιεῖναι διετέλεσαν.
§3
αἰτία δὲ ἀληθινὴ μὲν ἦν ἡ ἀρετή, διʼ ἣν οὐ δόξαν, οὐ πλοῦτον ἀπὸ τῶν πράξεων μετιόντες, οἷς ὁ χαλεπὸς καὶ δύσερις ἐμφύεται φθόνος, ἀλλʼ ἔρωτα θεῖον ἀπʼ ἀρχῆς ἐρασθέντες ἀμφότεροι τοῦ τὴν πατρίδα λαμπροτάτην καὶ μεγίστην ἐφʼ ἑαυτῶν ἰδεῖν γενομένην, ὥσπερ ἰδίοις ἐπὶ τοῦτο τοῖς αὑτῶν ἐχρῶντο κατορθώμασιν.
§4
οὐ μὴν ἀλλʼ οἵ γε πολλοὶ νομίζουσιν αὐτοῖς τὴν σφοδρὰν φιλίαν ἀπὸ τῆς ἐν Μαντινείᾳ γενέσθαι στρατείας, ἣν συνεστρατεύσαντο Λακεδαιμονίοις, ἔτι φίλοις καὶ συμμάχοις οὖσι, πεμφθείσης ἐκ Θηβῶν βοηθείας, τεταγμένοι γὰρ ἐν τοῖς ὁπλίταις μετʼ ἀλλήλων καὶ μαχόμενοι πρὸς τοὺς Ἀρκάδας, ὡς ἐνέδωκε τὸ κατʼ αὐτοὺς κέρας τῶν Λακεδαιμονίων καὶ τροπὴ τῶν πολλῶν ἐγεγόνει, συνασπίσαντες ἠμύναντο τοὺς ἐπιφερομένους·
§5
καὶ Πελοπίδας μὲν ἑπτὰ τραύματα λαβὼν ἐναντία πολλοῖς ἐπικατερρύη νεκροῖς ὁμοῦ φίλοις καὶ πολεμίοις, Ἐπαμεινώνδας δέ, καίπερ ἀβιώτως ἔχειν αὐτὸν ἡγούμενος, ὑπὲρ τοῦ σώματος καὶ τῶν ὅπλων ἔστη προελθών καὶ διεκινδύνευσε πρὸς πολλοὺς μόνος, ἐγνωκὼς ἀποθανεῖν μᾶλλον ἢ Πελοπίδαν ἀπολιπεῖν κείμενον· ἤδη δὲ καὶ τούτου κακῶς ἔχοντος, καὶ λόγχῃ μὲν εἰς τὸ στῆθος, ξίφει δὲ εἰς τὸν βραχίονα τετρωμένου, προσεβοήθησεν ἀπὸ θατέρου κέρως Ἀγησίπολις ὁ βασιλεὺς τῶν Σπαρτιατῶν, καὶ περιεποίησεν ἀνελπίστως αὐτοὺς ἀμφοτέρους·
Pelopidas' generosity; Epaminondas' poverty
§1
μετὰ δὲ ταῦτα τῶν Σπαρτιατῶν λόγῳ μὲν ὡς φίλοις καὶ συμμάχοις προσφερομένων τοῖς Θηβαίοις, ἔργῳ δὲ τὸ φρόνημα τῆς πόλεως καὶ τὴν δύναμιν ὑφορωμένων, καὶ μάλιστα τὴν Ἰσμηνίου καὶ Ἀνδροκλείδου μισούντων ἑταιρείαν, ἧς μετεῖχεν ὁ Πελοπίδας, φιλελεύθερον ἅμα καὶ δημοτικὴν εἶναι δοκοῦσαν,
§2
Ἀρχίας καὶ Λεοντίδας καὶ Φίλιππος, ἄνδρες ὀλιγαρχικοὶ καὶ πλούσιοι καὶ μέτριον οὐδὲν φρονοῦντες, ἀναπείθουσι Φοιβίδαν τὸν Λάκωνα μετὰ στρατιᾶς διαπορευόμενον ἐξαίφνης καταλαβεῖν τὴν Καδμείαν καὶ τοὺς ὑπεναντιουμένους αὐτοῖς ἐκβαλόντα πρὸς τὸ Λακεδαιμονίων ὑπήκοον ἁρμόσασθαι διʼ ὀλίγων τὴν πολιτείαν.
§3
πεισθέντος δʼ ἐκείνου καὶ μὴ προσδοκῶσι τοῖς Θηβαίοις ἐπιθεμένου Θεσμοφορίων ὄντων, καὶ τῆς ἄκρας κυριεύσαντος, Ἰσμηνίας μὲν συναρπασθεὶς καὶ κομισθεὶς εἰς Λακεδαίμονα μετʼ οὐ πολὺν χρόνον ἀνῃρέθη, Πελοπίδας δὲ καὶ Φερένικος καὶ Ἀνδροκλείδας μετὰ συχνῶν ἄλλων φεύγοντες ἐξεκηρύχθησαν, Ἐπαμεινώνδας δὲ κατὰ χώραν ἔμεινε τῷ καταφρονηθῆναι διὰ μὲν φιλοσοφίαν ὡς ἀπράγμων, διὰ δὲ πενίαν ὡς ἀδύνατος.
Their complementary characters
§1
ἐπεὶ δὲ Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἀφείλοντο τῆς ἀρχῆς καὶ δέκα δραχμῶν μυριάσιν ἐζημίωσαν, τὴν δὲ Καδμείαν οὐδὲν ἧττον φρουρᾷ κατέσχον, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἐθαύμαζον τὴν ἀτοπίαν, εἰ τὸν μὲν πράξαντα κολάζουσι, τὴν δὲ πρᾶξιν δοκιμάζουσι, τοῖς δὲ Θηβαίοις τὴν πάτριον ἀποβεβληκόσι πολιτείαν καὶ καταδεδουλωμένοις ὑπὸ τῶν περὶ Ἀρχίαν καὶ Λεοντίδαν οὐδὲ ἐλπίσαι περιῆν ἀπαλλαγήν τινα τῆς τυραννίδος,
§2
ἣν ἑώρων τῇ Σπαρτιατῶν δορυφορουμένην ἡγεμονίᾳ καὶ καταλυθῆναι μὴ δυναμένην, εἰ μή τις ἄρα παύσειε κἀκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐ μὴν ἀλλʼ οἱ περὶ Λεοντίδαν πυνθανόμενοι τοὺς φυγάδας Ἀθήνησι διατρίβειν τῷ τε πλήθει προσφιλεῖς ὄντας καὶ τιμὴν ἔχοντας ὑπὸ τῶν καλῶν καὶ ἀγαθῶν, ἐπεβούλευον αὐτοῖς κρύφα· καὶ πέμψαντες ἀνθρώπους ἀγνῶτας Ἀνδροκλείδαν μὲν ἀποκτιννύουσι δόλῳ, τῶν δὲ ἄλλων διαμαρτάνουσιν.
§3
ἧκε δὲ καὶ παρὰ Λακεδαιμονίων γράμματα τοῖς Ἀθηναίοις προστάσσοντα μὴ δέχεσθαι μηδὲ παρακινεῖν, ἀλλʼ ἐξελαύνειν τοὺς φυγάδας ὡς κοινοὺς πολεμίους ὑπὸ τῶν συμμάχων ἀποδεδειγμένους.
§4
οἱ μὲν οὖν Ἀθηναῖοι, πρὸς τῷ πάτριον αὐτοῖς καὶ σύμφυτον εἶναι τὸ φιλάνθρωπον, ἀμειβόμενοι τοὺς Θηβαίους μάλιστα συναιτίους γενομένους τῷ δήμῳ τοῦ κατελθεῖν, καὶ ψηφισαμένους, ἐάν τις Ἀθηναίων ἐπὶ τοὺς τυράννους ὅπλα διὰ τῆς Βοιωτίας κομίζῃ, μηδένα Βοιωτὸν ἀκούειν μηδὲ ὁρᾶν, οὐδὲν ἠδίκησαν τοὺς Θηβαίους.
The Spartan occupation of Thebes
§1
ὁ δὲ Πελοπίδας, καίπερ ἐν τοῖς νεωτάτοις ὤν, ἰδίᾳ τε καθʼ ἕκαστον ἐξώρμα τῶν φυγάδων, καὶ πρὸς τὸ πλῆθος ἐποιήσατο λόγους, ὡς οὔτε καλὸν οὔτε ὅσιον εἴη δουλεύουσαν τὴν πατρίδα καὶ φρουρουμένην περιορᾶν, αὐτοὺς δὲ μόνον τὸ σῴζεσθαι καὶ διαζῆν ἀγαπῶντας ἐκκρέμασθαι τῶν Ἀθήνησι ψηφισμάτων καὶ θεραπεύειν ὑποπεπτωκότας ἀεὶ τοῖς λέγειν δυναμένοις καὶ πείθειν τὸν ὄχλον,
§2
ἀλλὰ κινδυνευτέον ὑπὲρ τῶν μεγίστων, παράδειγμα θεμένους τὴν Θρασυβούλου τόλμαν καὶ ἀρετήν, ἵνα, ὡς ἐκεῖνος ἐκ Θηβῶν πρότερον ὁρμηθεὶς κατέλυσε τοὺς ἐν Ἀθήναις τυράννους, οὕτως αὐτοὶ πάλιν ἐξ Ἀθηνῶν προελθόντες ἐλευθερώσωσι τὰς Θήβας, ὡς οὖν ἔπεισε ταῦτα λέγων, πέμπουσιν εἰς Θήβας κρύφα πρὸς τοὺς ὑπολελειμμένους τῶν φίλων τὰ δεδογμένα φράζοντες.
§3
οἱ δὲ συνεπῄνουν καὶ Χάρων μέν, ὅσπερ ἦν ἐπιφανέστατος, ὡμολόγησε τὴν οἰκίαν παρέξειν, Φιλλίδας δὲ διεπράξατο τῶν περὶ Ἀρχίαν καὶ Φίλιππον γραμματεὺς γενέσθαι πολεμαρχούντων. Ἐπαμεινώνδας δὲ τοὺς νέους πάλαι φρονήματος ἦν ἐμπεπληκώς· ἐκέλευε γὰρ ἐν τοῖς γυμνασίοις ἐπιλαμβάνεσθαι τῶν Λακεδαιμονίων καὶ παλαίειν, εἶτα ὁρῶν ἐπὶ τῷ κρατεῖν καὶ περιεῖναι γαυρουμένους ἐπέπληττεν, ὡς αἰσχύνεσθαι μᾶλλον αὐτοῖς προσῆκον, εἰ δουλεύουσι διʼ ἀνανδρίαν ὧν τοσοῦτον ταῖς ῥώμαις διαφέρουσιν.
Exile in Athens
§1
ἡμέρας δὲ πρὸς τὴν πρᾶξιν ὁρισθείσης, ἔδοξε τοῖς φυγάσι τοὺς μὲν ἄλλους συναγαγόντα Φερένικον ἐν τῷ Θριασίῳ περιμένειν, ὀλίγους δὲ τῶν νεωτάτων παραβαλέσθαι προεισελθεῖν εἷς τὴν πόλιν, ἐὰν δέ τι πάθωσιν ὑπὸ τῶν πολεμίων οὗτοι, τοὺς ἄλλους ἐπιμελεῖσθαι πάντας ὅπως μήτε παῖδες αὐτῶν μήτε γονεῖς ἐνδεεῖς ἔσονται τῶν ἀναγκαίων.
§2
ὑφίσταται δὲ τὴν πρᾶξιν Πελοπίδας πρῶτος, εἶτα Μέλων καὶ Δαμοκλείδας καὶ Θεόπομπος, ἄνδρες οἴκων τε πρώτων καὶ πρὸς ἀλλήλους τὰ ἄλλα μὲν φιλικῶς καὶ πιστῶς, ὑπὲρ δὲ δόξης καὶ ἀνδρείας ἀεὶ φιλονείκως ἔχοντες, γενόμενοι δὲ οἱ σύμπαντες δώδεκα, καὶ τοὺς ἀπολειπομένους ἀσπασάμενοι, καὶ προπέμψαντες ἄγγελον τῷ Χάρωνι, προῆγον ἐν χλαμυδίοις, σκύλακάς τε θηρατικὰς καὶ στάλικας ἔχοντες, ὡς μηδὲ εἷς ὑποπτεύοι τῶν ἐντυγχανόντων καθʼ ὁδόν, ἀλλʼ ἀλύοντες ἄλλως πλανᾶσθαι καὶ κυνηγεῖν δοκοῖεν.
§3
ἐπεὶ δὲ ὁ πεμφθεὶς παρʼ αὐτῶν ἄγγελος ἧκε πρὸς τὸν Χάρωνα καὶ καθʼ ὁδὸν ὄντας ἔφραζεν, αὐτὸς μὲν ὁ Χάρων οὐδὲ ὑπὸ τοῦ δεινοῦ πλησιάζοντος ἔτρεψέ τι τῆς γνώμης, ἀλλʼ ἀνὴρ ἀγαθὸς ἦν καὶ παρεῖχε τὴν οἰκίαν, Ἱπποσθενείδας δέ τις, οὐ πονηρὸς μὲν, ἀλλὰ καὶ φιλόπατρις καὶ τοῖς φυγάσιν εὔνους ἄνθρωπος, ἐνδεὴς δὲ τόλμης τοσαύτης ὅσης ὅ τε καιρὸς ὀξὺς ὢν αἵ τε ὑποκείμεναι πράξεις ἀπῄτουν, ὥσπερ ἰλιγγιάσας πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος ἐν χερσὶ γενομένου,
§4
καὶ μόλις ποτὲ τῷ λογισμῷ συμφρονήσας ὅτι τρόπον τινὰ τὴν τῶν Λακεδαιμονίων σαλεύουσιν ἀρχὴν καὶ τῆς ἐκεῖθεν δυνάμεως ὑποβάλλονται κατάλυσιν, πιστεύσαντες ἀπόροις καὶ φυγαδικαῖς ἐλπίσιν, ἀπελθὼν οἴκαδε σιωπῇ πέμπει τινὰ τῶν φίλων πρὸς Μέλωνα καὶ Πελοπίδαν, ἀναβαλέσθαι κελεύων ἐν τῷ παρόντι καὶ περιμένειν βελτίονα καιρόν αὖθις ἀπαλλαγέντας εἷς Ἀθήνας. Χλίδων ἦν ὄνομα τῷ πεμφθέντι, καὶ κατὰ σπουδὴν οἴκαδε πρὸς αὑτὸν τραπόμενος καὶ τὸν ἵππον ἐξαγαγών ᾔτει τὸν χαλινόν.
§5
ἀπορουμένης δὲ τῆς γυναικὸς ὡς οὐκ εἶχε δοῦναι, καὶ χρῆσαί τινὶ τῶν συνήθων λεγούσης, λοιδορίαι τὸ πρῶτον ἦσαν, εἶτα δυσφημίαι, τῆς γυναικὸς ἐπαρωμένης αὐτῷ τε κακὰς ὁδοὺς ἐκείνῳ καὶ τοῖς πέμπουσιν, ὥστε καὶ τὸν Χλίδωνα πολὺ τῆς ἡμέρας ἀναλώσαντα πρὸς τούτοις διʼ ὀργήν, ἅμα δὲ καὶ τὸ συμβεβηκὸς οἰωνισάμενον, ἀφεῖναι τὴν ὁδὸν ὅλως καὶ πρὸς ἄλλο τι τραπέσθαι. παρὰ τοσοῦτον μὲν ἦλθον αἱ μέγισται καὶ κάλλισται τῶν πράξεων εὐθὺς ἐν ἀρχῇ διαφυγεῖν τὸν καιρόν.
The liberation of Thebes
§1
οἱ δὲ περὶ τὸν Πελοπίδαν ἐσθῆτας γεωργῶν μεταλαβόντες καὶ διελόντες αὑτοὺς ἄλλοι κατʼ ἄλλα μέρη τῆς πόλεως παρεισῆλθον ἔτι ἡμέρας οὔσης. ἦν δέ τι πνεῦμα καὶ νιφετός ἀρχομένου τρέπεσθαι τοῦ ἀέρος, καὶ μᾶλλον ἔλαθον καταπεφευγότων ἤδη διὰ τὸν χειμῶνα τῶν πλείστων εἰς τὰς οἰκίας, οἷς δὲ ἦν ἐπιμελὲς τὰ πραττόμενα γινώσκειν, ἀνελάμβανον τοὺς προσερχομένους καὶ καθίστων εὐθὺς εἰς τήν οἰκίαν τὸν Χάρωνος· ἐγένοντο δὲ σὺν τοῖς φυγάσι πεντήκοντα δυοῖν δέοντες.
§2
τὰ δὲ περὶ τοὺς τυράννους οὕτως εἶχε. Φιλλίδας ὁ γραμματεὺς συνέπραττε μὲν, ὥσπερ εἴρηται, πάντα καὶ συνῄδει τοῖς φυγάσιν, εἰς δὲ τήν ἡμέραν ἐκείνην ἐκ παλαιοῦ κατηγγελκὼς τοῖς περὶ τὸν Ἀρχίαν πότον τινὰ καὶ συνουσίαν καὶ γύναια τῶν ὑπάνδρων, ἔπραττεν ὅτι μάλιστα ταῖς ἡδοναῖς ἐκλελυμένους καὶ κατοίνους μεταχειρίσασθαι παρέξειν τοῖς ἐπιτιθεμένοις.
§3
οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις οὐ ψευδὴς μέν, ἀβέβαιος δὲ καὶ πολλὴν ἀσάφειαν ἔχουσα περὶ τῶν φυγάδων μήνυσις ὡς ἐν τῇ πόλει κρυπτομένων, τοῦ δὲ Φιλλίδου παραφέροντος τὸν λόγον, ὅμως Ἀρχίας ἔπεμψέ τινα τῶν ὑπηρετῶν πρὸς τὸν Χάρωνα, προστάσσων εὐθὺς ἥκειν αὐτόν, ἦν δὲ ἑσπέρα, καὶ συνέταττον ἔνδον αὑτοὺς οἱ περὶ τὸν Πελοπίδαν, ἤδη τεθωρακισμένοι καὶ τὰς μαχαίρας ἀνειληφότες.
§4
ἐξαίφνης δὲ κοπτομένης τῆς θύρας προσδραμών τις, καὶ πυθόμενος τοῦ ὑπηρέτου Χάρωνα μετιέναι παρὰ τῶν πολεμάρχων φάσκοντος, ἀπήγγειλεν εἴσω τεθορυβημένος, καὶ πᾶσιν εὐθὺς παρέστη τήν τε πρᾶξιν ἐκμεμηνῦσθαι καὶ σφᾶς ἅπαντας ἀπολωλέναι, μηδὲ δράσαντάς τι τῆς ἀρετῆς ἄξιον, οὐ μὴν ἀλλʼ ἔδοξεν ὑπακοῦσαι τὸν Χάρωνα καὶ παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν, ἄλλως μέν ἀνδρώδη καὶ βαρὺν ὄντα τῷ θαρρεῖν παρὰ τὰ δεινά,
§5
τότε δὲ διʼ ἐκείνους ἐκπεπληγμένον καὶ περιπαθοῦντα, μή τις ὑποψία προδοσίας ἐπʼ αὐτὸν ἔλθῃ τοσούτων ἅμα καὶ τοιούτων πολιτῶν ἀπολομένων. ὡς οὖν ἔμελλεν ἀπιέναι, παραλαβὼν ἐκ τῆς γυναικωνίτιδος τὸν υἱόν, ἔτι μέν ὄντα παῖδα, κάλλει δὲ καὶ ῥώμῃ σώματος πρωτεύοντα τῶν καθʼ ἡλικίαν, ἐνεχείριζε τοῖς περὶ Πελοπίδαν, εἴ τινα δόλον καὶ προδοσίαν αὐτοῦ καταγνοῖεν, ὡς πολεμίῳ χρῆσθαι κελεύων ἐκείνῳ καὶ μὴ φείδεσθαι.
§6
πολλοῖς μέν οὖν αὐτῶν δάκρυα πρὸς τὸ πάθος καὶ τὸ φρόνημα τοῦ Χάρωνος ἐξέπεσε, πάντες δὲ ἠγανάκτουν εἰ δειλὸν οὕτως εἶναί τινα δοκεῖ καὶ διεφθαρμένον ὑπὸ τοῦ παρόντος, ὥστε ὑπονοεῖν ἐκεῖνον ἢ ὅλως αἰτιᾶσθαι καὶ τὸν υἱὸν ἐδέοντο μὴ καταμιγνύειν αὐτοῖς, ἀλλʼ ἐκποδὼν θέσθαι τοῦ μέλλοντος, ὅπως αὐτός γε τῇ πόλει καὶ τοῖς φίλοις τιμωρὸς ὑποτρέφοιτο περισωθεὶς καὶ διαφυγὼν τοὺς τυράννους.
§7
ὁ δὲ Χάρων τὸν μέν υἱὸν ἀπαλλάξειν οὐκ ἔφη· ποῖον γὰρ αὐτῷ βίον ὁρᾶν ἢ τίνα σωτηρίαν καλλίονα τῆς ὁμοῦ μετὰ πατρὸς καὶ φίλων τοσούτων ἀνυβρίστου τελευτῆς; ἐπευξάμενος δὲ τοῖς θεοῖς καὶ πάντας ἀσπασάμενος καὶ παραθαρρύνας ἀπῄει, προσέχων ἑαυτῷ καὶ ῥυθμίζων σχήματι προσώπου καὶ τόνῳ φωνῆς ἀνομοιότατος οἷς ἔπραττε φανῆναι.
The conspiracy
§1
γενομένου δʼ ἐπὶ ταῖς θύραις αὐτοῦ, προῆλθεν ὁ Ἀρχίας, καὶ Φιλλίδας, καὶ εἶπεν· ὦ Χάρων, τινὰς ἀκήκοα παρεληλυθότας ἐν τῇ πόλει κρύπτεσθαι, καὶ συμπράττειν αὐτοῖς ἐνίους τῶν πολιτῶν. καὶ ὁ Χάρων διαταραχθεὶς τὸ πρῶτον, εἶτα ἐρωτήσας τίνες εἰσὶν οἱ παρεληλυθότες καὶ τίνες οἱ κρύπτοντες αὐτούς, ὡς οὐδὲν ἑώρα σαφὲς εἰπεῖν ἔχοντα τὸν Ἀρχίαν, ὑπονοήσας ἀπʼ οὐδενὸς τῶν ἐπισταμένων γεγονέναι τὴν μήνυσιν, ὁρᾶτε τοίνυν, ἔφη, μὴ κενός τις ὑμᾶς διαταράττῃ λόγος, οὐ μὴν ἀλλὰ σκέψομαι· δεῖ γὰρ ἴσως μηδενὸς καταφρονεῖν.
§2
ταῦτα καὶ Φιλλίδας παρὼν ἐπῄνει, καὶ τὸν Ἀρχίαν ἀπαγαγὼν αὖθις εἰς ἄκρατον πολὺν κατέβαλε, καὶ ταῖς περὶ τῶν γυναικῶν ἐλπίσι διεπαιδαγώγει τὸν πότον. ὡς δʼ ἐπανῆλθεν ὁ Χάρων οἴκαδε καὶ διεσκευασμένους τοὺς ἄνδρας εὗρεν οὐχ ὡς ἄν τινα νίκην ἢ σωτηρίαν ἐλπίζοντας, ἀλλʼ ὡς ἀποθανουμένους λαμπρῶς καὶ μετὰ φόνου πολλοῦ τῶν πολεμίων, τὸ μὲν ἀληθὲς αὐτοῖς ἔφραζε τοῖς περὶ τὸν Πελοπίδαν, πρὸς δὲ τοὺς ἄλλους ἐψεύσατο λόγους τινὰς τοῦ Ἀρχίου περὶ πραγμάτων ἑτέρων πλασάμενος.
§3
ἔτι δὲ τοῦ πρώτου παραφερομένου δεύτερον ἐπῆγεν ἡ τύχη χειμῶνα τοῖς ἀνδράσιν. ἧκε γάρ τις ἐξ Ἀθηνῶν παρὰ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν τὸν ὁμώνυμον, ξένον ὄντα καὶ φίλον, ἐπιστολὴν κομίζων οὐ κενὴν ἔχουσαν οὐδὲ πεπλασμένην ὑπόνοιαν, ἀλλὰ σαφῶς ἕκαστα περὶ τῶν πρασσομένων φάσκουσαν, ὡς ὕστερον ἐπεγνώσθη·
§4
τότε δὲ μεθύοντι τῷ Ἀρχίᾳ προσαχθεὶς ὁ γραμματοφόρος καὶ τὴν ἐπιστολὴν ἐπιδούς, ὁ ταύτην, ἔφη, πέμψας ἐκέλευσεν εὐθὺς ἀναγνῶναι· περὶ σπουδαίων γάρ τινων γεγράφθαι. καὶ ὁ Ἀρχίας μειδιάσας, οὐκοῦν εἰς αὔριον ἔφη, τὰ σπουδαῖα. καὶ τὴν ἐπιστολὴν δεξάμενος ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν, αὐτὸς δὲ πάλιν τῷ Φιλλίδᾳ περὶ ὧν ἐτύγχανον διαλεγόμενοι προσεῖχεν. ὁ μὲν οὖν λόγος οὗτος ἐν παροιμίας τάξει περιφερόμενος μέχρι νῦν διασῴζεται παρὰ τοῖς Ἕλλησι.
The night attack
§1
τῆς δὲ πράξεως δοκούσης ἔχειν ἤδη τὸν οἰκεῖον καιρόν, ἐξώρμων δίχα διελόντες αὑτούς, οἱ μὲν περὶ Πελοπίδαν καὶ Δαμοκλείδαν ἐπὶ τὸν Λεοντίδαν καὶ τὸν Ὑπάτην ἐγγὺς ἀλλήλων οἰκοῦντας, Χάρων δὲ καὶ Μέλων ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον, ἐσθῆτας ἐπενδεδυμένοι γυναικείας τοῖς θώραξι, καὶ δασεῖς στεφάνους ἐλάτης τε καὶ πεύκης περικείμενοι κατασκιάζοντας τὰ πρόσωπα.
§2
διὸ καὶ ταῖς θύραις τοῦ συμποσίου τὸ πρῶτον ἐπιστάντες, κρότον ἐποίησαν καὶ θόρυβον οἰομένων ἃς πάλαι προσεδόκων γυναῖκας ἥκειν. ἐπεὶ δὲ περιβλέψαντες ἐν κύκλῳ τὸ συμπόσιον καὶ τῶν κατακεκλιμένων ἕκαστον ἀκριβῶς καταμαθόντες ἐσπάσαντο τὰς μαχαίρας, καὶ φερόμενοι διὰ τῶν τραπεζῶν ἐπὶ τὸν Ἀρχίαν καὶ Φίλιππον ἐφάνησαν οἵπερ ἦσαν,
§3
ὀλίγους μὲν ὁ Φιλλίδας τῶν κατακειμένων ἔπεισεν ἡσυχίαν ἄγειν, τοὺς δὲ ἄλλους ἀμύνεσθαι μετὰ τῶν πολεμάρχων ἐπιχειροῦντας καὶ συνεξανισταμένους διὰ τὴν μέθην οὐ πάνυ χαλεπῶς ἀπέκτειναν. τοῖς δὲ περὶ τὸν Πελοπίδαν ἐργωδέστερον ἀπήντα τὸ πρᾶγμα· καὶ γὰρ ἐπὶ νήφοντα καὶ δεινὸν ἄνδρα τὸν Λεοντίδαν ἐχώρουν, καὶ κεκλεισμένην τὴν οἰκίαν εὗρον ἤδη καθεύδοντος, καὶ πολὺν χρόνον κόπτουσιν αὐτοῖς ὑπήκουεν οὐδείς.
§4
μόλις δέ ποτε τοῦ θεράποντος αἰσθομένου προϊόντος ἔνδοθεν καὶ τὸν μοχλὸν ἀφαιροῦντος, ἅμα τῷ πρῶτον ἐνδοῦναι καὶ χαλάσαι τὰς θύρας ἐμπεσόντες ἀθρόοι καὶ τὸν οἰκέτην ἀνατρέψαντες ἐπὶ τὸν θάλαμον ὥρμησαν. ὁ δὲ Λεοντίδας αὐτῷ τεκμαιρόμενος τῷ κτύπῳ καὶ δρόμῳ τὸ γιγνόμενον, ἐσπάσατο μὲν τὸ ἐγχειρίδιον ἐξαναστάς,
§5
ἔλαθε δὲ αὐτὸν καταβαλεῖν τὰ λύχνα καὶ διὰ σκότους αὐτοὺς ἑαυτοῖς περιπετεῖς ποιῆσαι τοὺς ἄνδρας, ἐν δὲ φωτὶ πολλῷ καθορώμενος, ὑπήντα πρὸς τὰς θύρας αὐτοῖς τοῦ θαλάμου, καὶ τὸν πρῶτον εἰσιόντα Κηφισόδωρον πατάξας κατέβαλε, πεσόντος δὲ τούτου δευτέρῳ συνεπλέκετο τῷ Πελοπίδᾳ· καὶ τὴν μάχην χαλεπὴν ἐποίει καὶ δύσεργον ἡ στενότης τῶν θυρῶν καὶ κείμενος ἐμποδὼν ἤδη νεκρὸς ὁ Κηφισόδωρος.
§6
ἐκράτησε δʼ οὖν ὁ Πελοπίδας, καὶ κατεργασάμενος τὸν Λεοντίδαν ἐπὶ τὸν Ὑπάτην εὐθὺς ἐχώρει μετὰ τῶν σὺν αὐτῷ. καὶ παρεισέπεσον μὲν εἰς τὴν οἰκίαν ὁμοίως, αἰσθόμενον δὲ ταχέως καὶ καταφυγόντα πρὸς τοὺς γείτονας, ἐκ ποδῶν διώξαντες εἷλον καὶ διέφθειραν.
The tyrants murdered
§1
διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες.
§2
ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, ἡ δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλʼ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον.
§3
ὅθεν ἁμαρτεῖν οἱ τῶν Λακεδαιμονίων ἄρχοντες ἔδοξαν εὐθὺς οὐκ ἐπιδραμόντες οὐδὲ συμβαλόντες, αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες, ἐκ δὲ τῆς πόλεως πρὸς αὐτοὺς πολλῶν συντρεχόντων, ἀλλὰ τὴν βοὴν καὶ τὰ πυρὰ καὶ τὸν ὄχλον χωροῦντα πανταχόθεν πολὺν φοβηθέντες ἡσύχαζον, αὐτὴν τὴν Καδμείαν κατέχοντες.
§4
ἅμα δὲ ἡμέρᾳ παρῆσαν μὲν ἐκ τῆς Ἀττικῆς οἱ φυγάδες ὡπλισμένοι, συνήθροιστο δὲ εἰς τὴν ἐκκλησίαν ὁ δῆμος. εἰσῆγον δὲ τοὺς περὶ Πελοπίδαν Ἐπαμεινώνδας καὶ Γοργίδας ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων καὶ παρακαλούντων τοὺς πολίτας τῇ πατρίδι καὶ τοῖς θεοῖς βοηθεῖν, ἡ δʼ ἐκκλησία ὀρθὴ πρὸς τὴν ὄψιν μετὰ κρότου καὶ βοῆς ἐξανέστη, δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας.
The citadel falls
§1
ἐκ δὲ τούτου βοιωτάρχης αἱρεθεὶς μετὰ Μέλωνος καὶ Χάρωνος ὁ Πελοπίδας εὐθὺς ἀπετείχιζε τὴν ἀκρόπολιν καὶ προσβολὰς ἐποιεῖτο πανταχόθεν, ἐξελεῖν σπουδάζων τοὺς Λακεδαιμονίους καὶ τὴν Καδμείαν ἐλευθερῶσαι πρὶν ἐκ Σπάρτης στρατὸν ἐπελθεῖν.
§2
καὶ παρὰ τοσοῦτον ἔφθασεν ἀφεὶς ὑποσπόνδους τοὺς ἄνδρας ὅσον ἐν Μεγάροις οὖσιν αὐτοῖς ἀπαντῆσαι Κλεόμβροτον ἐπὶ τὰς Θήβας ἐλαύνοντα μετὰ μεγάλης δυνάμεως, οἱ δὲ Σπαρτιᾶται, τριῶν ἁρμοστῶν γενομένων ἐν Θήβαις, Ἡριππίδαν μὲν καὶ Ἄρκισσον ἀπέκτειναν κρίναντες, ὁ δὲ τρίτος Λυσανορίδας χρήμασι πολλοῖς ζημιωθεὶς αὑτὸν ἐκ τῆς Πελοποννήσου μετέστησε.
§3
ταύτην τὴν πρᾶξιν ἀρεταῖς μὲν ἀνδρῶν καὶ κινδύνοις καὶ ἀγῶσι παραπλησίαν τῇ Θρασυβούλου γενομένην, καὶ βραβευθεῖσαν ὁμοίως ὑπὸ τῆς τύχης, ἀδελφὴν ἐκείνης προσηγόρευον οἱ Ἕλληνες, οὐ γὰρ ἔστι ῥᾳδίως ἑτέρους εἰπεῖν οἳ πλειόνων ἐλάττους καὶ δυνατωτέρων ἐρημότεροι τόλμῃ καὶ δεινότητι κρατήσαντες αἴτιοι μειζόνων ἀγαθῶν ταῖς πατρίσι κατέστησαν.
§4
ἐνδοξοτέραν δὲ ταύτην ἐποίησεν ἡ μεταβολὴ τῶν πραγμάτων, ὁ γὰρ καταλύσας τὸ τῆς Σπάρτης ἀξίωμα καὶ παύσας ἄρχοντας αὐτοὺς γῆς τε καὶ θαλάττης πόλεμος ἐξ ἐκείνης ἐγένετο τῆς νυκτός, ἐν ᾗ Πελοπίδας οὐ φρούριον, οὐ τεῖχος, οὐκ ἀκρόπολιν καταλαβών, ἀλλʼ εἰς οἰκίαν δωδέκατος κατελθών, εἰ δεῖ μεταφορᾷ τὸ ἀληθὲς εἰπεῖν, ἔλυσε καὶ διέκοψε τοὺς δεσμοὺς τῆς Λακεδαιμονίων ἡγεμονίας, ἀλύτους καὶ ἀρρήκτους εἶναι δοκοῦντας.
Thebes free
§1
ἐπεὶ τοίνυν στρατῷ μεγάλῳ Λακεδαιμονίων εἰς τήν Βοιωτίαν ἐμβαλόντων οἱ Ἀθηναῖοι περίφοβοι γενόμενοι τήν τε συμμαχίαν ἀπείπαντο τοῖς Θηβαίοις καὶ τῶν βοιωτιαζόντων εἰς τὸ δικαστήριον παραγαγόντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐφυγάδευσαν, τοὺς δὲ χρήμασιν ἐζημίωσαν, ἐδόκει δὲ κακῶς ἔχειν τὰ τῶν Θηβαίων πράγματα μηδενὸς αὐτοῖς βοηθοῦντος, ἔτυχε μὲν ὁ Πελοπίδας μετὰ Γοργίδου βοιωταρχῶν, ἐπιβουλεύοντες δὲ συγκροῦσαι πάλιν τοὺς Ἀθηναίους τοῖς Λακεδαιμονίοις τοιόνδε τι μηχανῶνται.
§2
Σφοδρίας, ἀνὴρ Σπαρτιάτης, εὐδόκιμος μὲν ἐν τοῖς πολεμικοῖς καὶ λαμπρός, ὑπόκουφος δὲ τήν γνώμην καὶ κενῶν ἐλπίδων καὶ φιλοτιμίας ἀνοήτου μεστός, ἀπελείφθη περὶ Θεσπιὰς μετὰ δυνάμεως τοὺς ἀφισταμένους τῶν Θηβαίων δέχεσθαι καὶ βοηθεῖν. πρὸς τοῦτον ὑποπέμπουσιν οἱ περὶ τὸν Πελοπίδαν ἰδίᾳ ἔμπορόν τινα τῶν φίλων, χρήματα κομίζοντα καὶ λόγους, οἳ τῶν χρημάτων μᾶλλον ἀνέπεισαν αὐτόν ὡς χρὴ πραγμάτων ἅψασθαι μεγάλων καὶ τὸν Πειραιᾶ καταλαβεῖν, ἀπροσδόκητον ἐπιπεσόντα μὴ φυλαττομένοις τοῖς Ἀθηναίοις·
§3
Λακεδαιμονίοις τε γὰρ οὐδὲν οὕτως ἔσεσθαι κεχαρισμένον ὡς λαβεῖν τὰς Ἀθήνας, Θηβαίους τε χαλεπῶς ἔχοντας αὐτοῖς καὶ προδότας νομίζοντας οὐκ ἐπιβοηθήσειν. τέλος δὲ συμπεισθεὶς ὁ Σφοδρίας καὶ τοὺς στρατιώτας ἀναλαβών, νυκτὸς εἰς τήν Ἀττικὴν ἐνέβαλε. καὶ μέχρι μὲν Ἐλευσῖνος προῆλθεν, ἐκεῖ δὲ τῶν στρατιωτῶν ἀποδειλιασάντων φανερὸς γενόμενος, καὶ συνταράξας οὐ φαῦλον οὐδὲ ῥᾴδιον τοῖς Σπαρτιάταις πόλεμον, ἀνεχώρησεν εἰς Θεσπιάς.
The Sacred Band
§1
ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας. οἱ δὲ Θηβαῖοι καθʼ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν.
§2
ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων. διὸ καί φασιν Ἀνταλκίδαν τὸν Σπαρτιάτην, ὡς Ἀγησίλαος ἐπανῆλθεν ἐκ Βοιωτίας τετρωμένος, εἰπεῖν πρὸς αὐτόν ἦ καλὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὑτοὺς πολεμεῖν καί μάχεσθαι διδάξας.
§3
ἦν δὲ ὡς ἀληθῶς διδάσκαλος οὐκ Ἀγησίλαος, ἀλλʼ οἱ σὺν καιρῷ καί μετὰ λογισμοῦ τοὺς Θηβαίους ὥσπερ σκύλακας ἐμπείρως προσβάλλοντες τοῖς πολεμίοις, εἶτα γευσαμένους νίκης καί φρονήματος ἀσφαλῶς ἀπάγοντες ὧν μεγίστην δόξαν εἶχεν ὁ Πελοπίδας, ἀφʼ ἧς γὰρ εἵλοντο πρῶτον ἡγεμόνα τῶν ὅπλων, οὐκ ἐπαύσαντο καθʼ ἕκαστον ἐνιαυτὸν ἄρχοντα χειροτονοῦντες, ἀλλʼ ἢ τὸν ἱερὸν λόχον ἄγων ἢ τὰ πλεῖστα βοιωταρχῶν ἄχρι τῆς τελευτῆς ἔπραττεν.
§4
ἐγένοντο μὲν οὖν καί περὶ Πλαταιὰς καί Θεσπιὰς ἧτται καί φυγαὶ τῶν Λακεδαιμονίων, ὅπου καί Φοιβίδας ὁ τὴν Καδμείαν καταλαβὼν ἀπέθανε, πολλοὺς δὲ καί πρὸς Τανάγρᾳ τρεψάμενος αὐτῶν καί Πανθοίδαν τὸν ἁρμοστὴν ἀνεῖλεν. ἀλλʼ οὗτοι μὲν οἱ ἀγῶνες ὥσπερ τοὺς κρατοῦντας εἰς φρόνημα καί θάρσος προῆγον, οὕτως τῶν ἡσσωμένων οὐ παντάπασιν ἐδουλοῦντο τὴν γνώμην·
§5
οὐ γὰρ ἐκ παρατάξεως ἦσαν οὐδὲ μάχης ἐμφανῆ κατάστασιν ἐχούσης καί νόμιμον, ἐκδρομὰς δὲ προσκαίρους τιθέμενοι, καί φυγὰς ἢ διώξεις ἐπιχειροῦντες αὐτοῖς καί συμπλεκόμενοι κατώρθουν.
The theory of the paired lovers
§1
ὁ δὲ περὶ Τεγύρας τρόπον τινὰ τοῦ Λευκτρικοῦ προαγὼν γενόμενος μέγαν ἦρε δόξῃ τὸν Πελοπίδαν, οὔτε πρὸς κατόρθωμα τοῖς συστρατήγοις ἀμφισβήτησιν οὔτε τῆς ἥττης πρόφασιν τοῖς πολεμίοις ἀπολιπών. τῇ γὰρ Ὀρχομενίων πόλει τὰ Σπαρτιατῶν ἑλομένῃ καὶ δύο δεδεγμένῃ μόρας αὐτῶν ὑπὲρ ἀσφαλείας ἐπεβούλευε μὲν ἀεὶ καὶ παρεφύλαττε καιρόν,
§2
ὡς δὲ ἤκουσε τοῖς φρουροῖς εἰς τὴν Λοκρίδα γεγενῆσθαι στρατείαν ἐλπίσας ἔρημον αἱρήσειν τὸν Ὀρχομενὸν ἐστράτευσεν, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἱερὸν λόχον καὶ τῶν ἱππέων οὐ πολλούς, ἐπεὶ δὲ πρὸς τὴν πόλιν προσαγαγὼν εὗρεν ἥκουσαν ἐκ Σπάρτης διαδοχὴν τῆς φρουρᾶς, ἀπῆγεν ὀπίσω τὸ στράτευμα πάλιν διὰ Τεγυρῶν, ᾗ μόνῃ βάσιμον ἦν κύκλῳ παρὰ τὴν ὑπώρειαν.
§3
τὴν γὰρ διὰ μέσου πᾶσαν ὁ Μέλας ποταμός εὐθὺς ἐκ πηγῶν εἰς ἕλη πλωτὰ καὶ λίμνας διασπειρόμενος ἄπορον ἐποίει. μικρὸν δὲ ὑπὸ τὰ ἕλη νεώς ἐστιν Ἀπόλλωνος Τεγυραίου καὶ μαντεῖον ἐκλελειμμένον οὐ πάνυ πολὺν χρόνον, ἀλλʼ ἄχρι τῶν Μηδικῶν ἤκμαζε, τὴν προφητείαν Ἐχεκράτους ἔχοντος, ἐνταῦθα μυθολογοῦσι τὸν θεὸν γενέσθαι· καὶ τὸ μὲν πλησίον ὄρος Δῆλος καλεῖται, καὶ πρὸς αὐτὸ καταλήγουσιν αἱ τοῦ Μέλανος διαχύσεις,
§4
ὀπίσω δὲ τοῦ ναοῦ δύο ῥήγνυνται πηγαὶ γλυκύτητι καὶ πλήθει καὶ ψυχρότητι θαυμαστοῦ νάματος, ὧν τὸ μὲν Φοίνικα, τὸ δὲ Ἐλαίαν ἄχρι νῦν ὀνομάζομεν, οὐ φυτῶν μεταξὺ δυεῖν, ἀλλὰ ῥείθρων τῆς θεοῦ λοχευθείσης. καὶ γὰρ τὸ Πτῷον ἐγγύς, ὅθεν αὐτὴν ἀναπτοηθῆναι προφανέντος ἐξαίφνης κάπρου λέγουσι, καὶ τὰ περὶ Πύθωνα καὶ Τιτυὸν ὡσαύτως οἱ τόποι τῇ γενέσει τοῦ θεοῦ συνοικειοῦσι.
§5
τὰ γὰρ πλεῖστα παραλείπω τῶν τεκμηρίων· οὐ γὰρ ἐν τοῖς ἐκ μεταβολῆς ἀθανάτοις γενομένοις γεννητοῖς ὁ πάτριος λόγος τὸν θεὸν τοῦτον ἀπολείπει δαίμοσιν, ὥσπερ Ἡρακλέα καὶ Διόνυσον, ἐκ μεταβολῆς ἀρετῇ τὸ θνητὸν καὶ παθητὸν ἀποβαλόντας, ἀλλὰ τῶν ἀϊδίων καὶ ἀγεννήτων εἷς ἐστιν, εἰ δεῖ τοῖς ὑπὸ τῶν φρονιμωτάτων καὶ παλαιοτάτων λεγομένοις τεκμαίρεσθαι περὶ τῶν τηλικούτων.
First engagement at Tegyra
§1
εἰς δʼ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες. ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών· ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;
§2
καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπʼ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθʼ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους. ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι.
§3
καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὥρμησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατʼ αὐτοὺς τοὺς ἄρχοντας ἀπʼ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον·
§4
ἔπειτα τῶν περὶ ἐκείνους παιομένων καί ἀποθνῃσκόντων ἅπαν εἰς φόβον κατέστη τὸ στράτευμα, καί διέσχε μὲν ἐπʼ ἀμφότερα τοῖς Θηβαίοις, ὡς διεκπεσεῖν εἰς τοὔμπροσθεν καί διεκδῦναι βουλομένοις, ἐπεὶ δὲ τὴν δεδομένην ὁ Πελοπίδας ἡγεῖτο πρὸς τοὺς συνεστῶτας καί διεξῄει φονεύων, οὕτω πάντες προτροπάδην ἔφευγον. ἐγένετο δὲ οὐκ ἐπὶ πολὺν τόπον ἡ δίωξις· ἐφοβοῦντο γὰρ ἐγγὺς ὄντας οἱ Θηβαῖοι τοὺς Ὀρχομενίους καί τὴν διαδοχὴν τῶν Λακεδαιμονίων.
§5
ὅσον δὲ νικῆσαι κατὰ κράτος καί διεξελθεῖν διὰ παντὸς ἡσσωμένου τοῦ στρατεύματος, ἐξεβιάσαντο· καί στήσαντες τρόπαιον καί νεκροὺς σκυλεύσαντες ἀνεχώρησαν ἐπʼ οἴκου μέγα φρονοῦντες. ἐν γὰρ τοσούτοις, ὡς ἔοικε, πολέμοις Ἑλληνικοῖς καί βαρβαρικοῖς πρότερον οὐδέποτε Λακεδαιμόνιοι πλείονες ὄντες ὑπʼ ἐλαττόνων ἐκρατήθησαν, ἀλλʼ οὐδὲ ἴσοι πρὸς ἴσους ἐκ παρατάξεως συμβαλόντες.
§6
ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπʼ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν, ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδʼ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρʼ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.
The battle of Tegyra
§1
τὸν δʼ ἱερὸν λόχον, ὥς φασι, συνετάξατο Γοργίδας πρῶτος ἐξ ἀνδρῶν ἐπιλέκτων τριακοσίων, οἷς ἡ πόλις ἄσκησιν καὶ δίαιταν ἐν τῇ Καδμείᾳ στρατοπεδευομένοις παρεῖχε, καὶ διὰ τοῦθʼ ὁ ἐκ πόλεως λόχος ἐκαλοῦντο· τὰς γὰρ ἀκροπόλεις ἐπιεικῶς οἱ τότε πόλεις ὠνόμαζον. ἔνιοι δέ φασιν ἐξ ἐραστῶν καὶ ἐρωμένων γενέσθαι τὸ σύστημα τοῦτο.
§2
καὶ Παμμένους ἀπομνημονεύεταί τι μετὰ παιδιᾶς εἰρημένον· οὐ γὰρ ἔφη τακτικὸν εἶναι τὸν Ὁμήρου Νέστορα κελεύοντα κατὰ φῦλα καὶ φρήτρας συλλοχίζεσθαι τοὺς Ἕλληνας, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις, δέον ἐραστὴν παρʼ ἐρώμενον τάττειν. φυλέτας μὲν γὰρ φυλετῶν καὶ φράτορας φρατόρων οὐ πολὺν λόγον ἔχειν ἐν τοῖς δεινοῖς, τὸ δʼ ἐξ ἐρωτικῆς φιλίας συνηρμοσμένον στῖφος ἀδιάλυτον εἶναι καὶ ἄρρηκτον, ὅταν οἱ μὲν ἀγαπῶντες τοὺς ἐρωμένους, οἱ δὲ αἰσχυνόμενοι τοὺς ἐρῶντας ἐμμένωσι τοῖς δεινοῖς ὑπὲρ ἀλλήλων.
§3
καὶ τοῦτο θαυμαστὸν οὐκ ἔστιν, εἴγε δὴ καὶ μὴ παρόντας αἰδοῦνται μᾶλλον ἑτέρων παρόντων, ὡς ἐκεῖνος ὁ τοῦ πολεμίου κείμενον αὑτὸν ἐπισφάττειν μέλλοντος δεόμενος καὶ ἀντιβολῶν διὰ τοῦ στέρνου διεῖναι τὸ ξίφος, ὅπως, ἔφη, μή με νεκρὸν ὁ ἐρώμενος ὁρῶν κατὰ νώτου τετρωμένον αἰσχυνθῇ.
§4
λέγεται δὲ καὶ τὸν Ἰόλεων τοῦ Ἡρακλέους ἐρώμενον ὄντα κοινωνεῖν τῶν ἄθλων καὶ παρασπίζειν. Ἀριστοτέλης δὲ καὶ καθʼ αὑτὸν ἔτι φησὶν ἐπὶ τοῦ τάφου τοῦ Ἰόλεω τὰς καταπιστώσεις ποιεῖσθαι τοὺς ἐρωμένους καὶ τοὺς ἐραστάς. εἰκὸς οὖν καὶ τὸν λόχον ἱερὸν προσαγορεύεσθαι, καθότι καὶ Πλάτων ἔνθεον φίλον τὸν ἐραστὴν προσεῖπε.
§5
λέγεται δὲ διαμεῖναι μέχρι τῆς ἐν Χαιρωνείᾳ μάχης ἀήττητον· ὡς δὲ μετὰ τὴν μάχην ἐφορῶν τοὺς νεκροὺς ὁ Φίλιππος ἔστη κατὰ τοῦτο τὸ χωρίον ἐν ᾧ συνετύγχανε κεῖσθαι τοὺς τριακοσίους, ἐναντίους ἀπηντηκότας ταῖς σαρίσαις ἅπαντας ἐν τοῖς ὅπλοις καὶ μετʼ ἀλλήλων ἀναμεμιγμένους, θαυμάσαντα καὶ πυθόμενον ὡς ὁ τῶν ἐραστῶν καὶ τῶν ἐρωμένων οὗτος εἴη λόχος, δακρῦσαι καὶ εἰπεῖν ἀπόλοιντο κακῶς οἱ τούτους τι ποιεῖν ἢ πάσχειν αἰσχρὸν ὑπονοοῦντες.
The significance of Tegyra
§1
ὅλως δὲ τῆς περὶ τοὺς ἐραστὰς συνηθείας οὐχ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, Θηβαίοις τὸ Λαΐου πάθος ἀρχὴν παρέσχεν, ἀλλʼ οἱ νομοθέται τὸ φύσει θυμοειδὲς αὐτῶν καὶ ἄκρατον ἀνιέναι καὶ ἀνυγραίνειν εὐθὺς ἐκ παίδων βουλόμενοι, πολὺν μὲν ἀνεμίξαντο καὶ σπουδῇ καὶ παιδιᾷ πάσῃ τὸν αὐλόν, εἰς τιμὴν καὶ προεδρίαν ἄγοντες, λαμπρὸν δὲ τὸν ἔρωτα ταῖς παλαίστραις ἐνεθρέψαντο, συγκεραννύντες τὰ ἤθη τῶν νέων.
§2
ὀρθῶς δὲ πρὸς τοῦτο καὶ τὴν ἐξ Ἄρεως καὶ Ἀφροδίτης γεγονέναι λεγομένην θεὸν τῇ πόλει συνῳκείωσαν, ὡς, ὅπου τὸ μαχητικὸν καὶ πολεμικὸν μάλιστα τῷ μετέχοντι πειθοῦς καὶ χαρίτων ὁμιλεῖ καὶ σύνεστιν, εἰς τὴν ἐμμελεστάτην καὶ κοσμιωτάτην πολιτείαν διʼ Ἁρμονίας καθισταμένων ἁπάντων.
§3
τὸν οὖν ἱερὸν λόχον τοῦτον ὁ μὲν Γοργίδας διαιρῶν εἰς τὰ πρῶτα ζυγά καὶ παρʼ ὅλην τὴν φάλαγγα τῶν ὁπλιτῶν προβαλλόμενος ἐπίδηλον οὐκ ἐποίει τὴν ἀρετὴν τῶν ἀνδρῶν, οὐδʼ ἐχρῆτο τῇ δυνάμει πρὸς κοινὸν ἔργον, ἅτε δὴ διαλελυμένῃ καὶ πρὸς πολὺ μεμιγμένῃ τὸ φαυλότερον, ὁ δὲ Πελοπίδας, ὡς ἐξέλαμψεν αὐτῶν ἡ ἀρετὴ περὶ Τεγύρας, καθαρῶς καὶ περὶ αὐτὸν ἀγωνισαμένων, οὐκέτι διεῖλεν οὐδὲ διέσπασεν, ἀλλʼ ὥσπερ σώματι χρώμενος ὅλῳ προεκινδύνευε τοῖς μεγίστοις ἀγῶσιν.
§4
ὥσπερ γὰρ οἱ ἵπποι θᾶσσον ὑπὸ τοῖς ἅρμασιν ἢ καθʼ αὑτοὺς ἐλαυνόμενοι θέουσιν, οὐχ ὅτι μᾶλλον ἐμπίπτοντες ἐκβιάζονται τὸν ἀέρα τῷ πλήθει ῥηγνύμενον, ἀλλʼ ὅτι συνεκκαίει τὸν θυμὸν ἡ μετʼ ἀλλήλων ἅμιλλα καὶ τὸ φιλόνεικον, οὕτως ᾤετο τοὺς ἀγαθοὺς ζῆλον ἀλλήλοις καλῶν ἔργων ἐνιέντας ὠφελιμωτάτους εἰς κοινὸν ἔργον εἶναι καὶ προθυμοτάτους.
The battle of Leuctra
§1
ἐπεὶ δὲ Λακεδαιμόνιοι πᾶσι τοῖς Ἕλλησιν εἰρήνην συνθέμενοι πρὸς μόνους Θηβαίους ἐξήνεγκαν τὸν πόλεμον, ἐνεβεβλήκει δὲ Κλεόμβροτος ὁ βασιλεύς ἄγων ὁπλίτας μυρίους, ἱππεῖς δὲ χιλίους, ὁ δὲ κίνδυνος οὐ περὶ ὧν πρότερον ἦν Θηβαίοις, ἀλλʼ ἄντικρυς ἀπειλὴ καὶ καταγγελία διοικισμοῦ, καὶ φόβος οἷος οὔπω τὴν Βοιωτίαν κατεῖχεν, ἐξιὼν μὲν ἐκ τῆς οἰκίας ὁ Πελοπίδας, καὶ τῆς γυναικὸς ἐν τῷ προπέμπειν δακρυούσης καὶ παρακαλούσης σῴζειν ἑαυτόν,
§2
ταῦτα, εἶπεν, ὦ γύναι, τοῖς ἰδιώταις χρὴ παραινεῖν, τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν· ἐλθὼν δὲ εἰς τὸ στρατόπεδον καὶ τοὺς βοιωτάρχας καταλαβὼν οὐχ ὁμογνωμονοῦντας, πρῶτος Ἐπαμεινώνδᾳ προσέθετο γνώμην ψηφιζομένῳ διὰ μάχης ἰέναι τοῖς πολεμίοις, βοιωτάρχης μὲν οὐκ ἀποδεδειγμένος, ἄρχων δὲ τοῦ ἱεροῦ λόχου, καὶ πιστευόμενος, ὡς ἦν δίκαιον ἄνδρα τηλικαῦτα δεδωκότα τῇ πατρίδι σύμβολα εἰς τὴν ἐλευθερίαν.
§3
ὡς οὖν ἐδέδοκτο διακινδυνεύειν καὶ περὶ τὰ Λεῦκτρα τοῖς Λακεδαιμονίοις ἀντεστρατοπέδευον, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους ὁ Πελοπίδας εὖ μάλα διαταράξασαν αὐτόν, ἔστι γὰρ ἐν τῷ Λευκτρικῷ πεδίῳ τὰ σήματα τῶν τοῦ Σκεδάσου θυγατέρων, ἃς Λευκτρίδας καλοῦσι διὰ τὸν τόπον· ἐκεῖ γὰρ αὐταῖς ὑπὸ ξένων Σπαρτιατῶν βιασθείσαις συνέβη ταφῆναι.
§4
γενομένης δὲ χαλεπῆς οὕτω καὶ παρανόμου πράξεως, ὁ μὲν πατήρ, ὡς οὐκ ἔτυχεν ἐν Λακεδαίμονι δίκης, ἀρὰς κατὰ τῶν Σπαρτιατῶν ἀρασάμενος ἔσφαξεν ἑαυτὸν ἐπὶ τοῖς τάφοις τῶν παρθένων, χρησμοὶ δὲ καὶ λόγια τοῖς Σπαρτιάταις ἀεὶ προὔφαινον εὐλαβεῖσθαι καὶ φυλάττεσθαι τὸ Λευκτρικὸν μήνιμα, μὴ πάνυ τῶν πολλῶν συνιέντων, ἀλλʼ ἀμφιγνοούντων τὸν τόπον, ἐπεὶ καὶ τῆς Λακωνικῆς πολίχνιον πρὸς τῇ θαλάσσῃ Λεῦκτρον ὀνομάζεται, καὶ πρὸς Μεγάλῃ πόλει τῆς Ἀρκαδίας τόπος ἐστὶν ὁμώνυμος, τὸ μὲν οὖν πάθος τοῦτο πολὺ τῶν Λευκτρικῶν ἦν παλαιότερον.
The Theban victory
§1
ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν περὶ τὰ μνήματα θρηνούσας καὶ καταρωμένας τοῖς Σπαρτιάταις, τόν τε Σκέδασον κελεύοντα ταῖς κόραις σφαγιάσαι παρθένον ξανθήν, εἰ βούλοιτο τῶν πολεμίων ἐπικρατῆσαι. δεινοῦ δὲ καὶ παρανόμου τοῦ προστάγματος αὐτῷ φανέντος ἐξαναστὰς ἐκοινοῦτο τοῖς τε μάντεσι καὶ τοῖς ἄρχουσιν.
§2
ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν, τῶν μὲν παλαιῶν προφέροντες Μενοικέα τόν Κρέοντος καὶ Μακαρίαν τὴν Ἡρακλέους, τῶν δʼ ὕστερον Φερεκύδην τε τόν σοφὸν ὑπὸ Λακεδαιμονίων ἀναιρεθέντα καὶ τὴν δορὰν αὐτοῦ κατά τι λόγιον ὑπὸ τῶν βασιλέων φρουρουμένην, Λεωνίδαν τε τῷ χρησμῷ τρόπον τινὰ προθυσάμενον ἑαυτὸν ὑπὲρ τῆς Ἑλλάδος,
§3
ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην.
§4
οἱ δὲ τοὐναντίον ἀπηγόρευον, ὡς οὐδενὶ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ἀρεστὴν οὖσαν οὕτω βάρβαρον καὶ παράνομον θυσίαν· οὐ γὰρ τοὺς Τυφῶνας ἐκείνους οὐδὲ τοὺς Γίγαντας ἄρχειν, ἀλλὰ τόν πάντων πατέρα θεῶν καὶ ἀνθρώπων· δαίμονας δὲ χαίροντας ἀνθρώπων αἵματι καὶ φόνῳ πιστεύειν μὲν ἴσως ἐστὶν ἀβέλτερον, ὄντων δὲ τοιούτων ἀμελητέον ὡς ἀδυνάτων· ἀσθενείᾳ γὰρ καὶ μοχθηρίᾳ ψυχῆς ἐμφύεσθαι καὶ παραμένειν τάς ἀτόπους καὶ χαλεπὰς ἐπιθυμίας.
The invasion of the Peloponnese
§1
ἐν τοιούτοις οὖν διαλόγοις τῶν πρώτων ὄντων, καὶ μάλιστα τοῦ Πελοπίδου διαποροῦντος, ἵππων ἐξ ἀγέλης πῶλος ἀποφυγοῦσα καὶ φερομένη διὰ τῶν ὅπλων, ὡς ἦν θέουσα κατʼ αὐτοὺς ἐκείνους, ἐπέστη· καὶ τοῖς μὲν ἄλλοις θέαν παρεῖχεν ἥ τε χρόα στίλβουσα τῆς χαίτης πυρσότατον ἥ τε γαυρότης καὶ τὸ σοβαρὸν καὶ τεθαρρηκὸς τῆς φωνῆς,
§2
Θεόκριτος δὲ ὁ μάντις συμφρονήσας ἀνεβόησε πρὸς τὸν Πελοπίδαν ἥκει σοι τὸ ἱερεῖον, ὦ δαιμόνιε, καὶ παρθένον ἄλλην μὴ περιμένωμεν, ἀλλὰ χρῶ δεξάμενος ἣν ὁ θεὸς δίδωσιν. ἐκ τούτου λαβόντες τὴν ἵππον ἐπὶ τοὺς τάφους ἦγον τῶν παρθένων, καὶ κατευξάμενοι καὶ καταστέψαντες ἐνέτεμον αὐτοί τε χαίροντες καὶ λόγον εἰς τὸ στρατόπεδον περὶ τῆς ὄψεως τοῦ Πελοπίδου καὶ τῆς θυσίας διδόντες.
The invasion of Laconia
§1
ἐν δὲ τῇ μάχῃ τοῦ Ἐπαμεινώνδου τὴν φάλαγγα λοξὴν ἐπὶ τὸ εὐώνυμον ἕλκοντος, ὅπως τῶν ἄλλων Ἑλλήνων ἀπωτάτω γένηται τὸ δεξιὸν τῶν Σπαρτιατῶν καὶ τὸν Κλεόμβροτον ἐξώσῃ προσπεσὼν ἀθρόως κατὰ κέρας καὶ βιασάμενος, οἱ μὲν πολέμιοι καταμαθόντες τὸ γινόμενον ἤρξαντο μετακινεῖν τῇ τάξει σφᾶς αὐτοὺς,
§2
καὶ τὸ δεξιὸν ἀνέπτυσσον καὶ περιῆγον ὡς κυκλωσόμενοι καὶ περιβαλοῦντες ὑπὸ πλήθους τὸν Ἐπαμεινώνδαν, ὁ δὲ Πελοπίδας ἐν τούτῳ προεξέδραμε, καὶ συστρέψας τοὺς τριακοσίους δρόμῳ φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών.
§3
καίτοι πάντων ἄκροι τεχνῖται καὶ σοφισταὶ τῶν πολεμικῶν ὄντες οἱ Σπαρτιᾶται πρὸς οὐδὲν οὕτως ἐπαίδευον αὑτοὺς καὶ συνείθιζον, ὡς τὸ μὴ πλανᾶσθαι μηδὲ ταράττεσθαι τάξεως διαλυθείσης, ἀλλὰ χρώμενοι πᾶσι πάντες ἐπιστάταις καὶ ζευγίταις, ὅποι ποτὲ καὶ συνίστησιν ὁ κίνδυνος, καταλαμβάνειν καὶ συναρμόττειν καὶ μάχεσθαι παραπλησίως.
§4
τότε δὲ ἡ τοῦ Ἐπαμεινώνδου φάλαγξ ἐπιφερομένη μόνοις ἐκείνοις καὶ παραλλάττουσα τοὺς ἄλλους, ὅ τε Πελοπίδας μετὰ τάχους ἀπίστου καὶ τόλμης ἐν τοῖς ὅπλοις γενόμενος, συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν οὕτως ὥστε φυγὴν καὶ φόνον Σπαρτιατῶν ὅσον οὔπω πρότερον γενέσθαι, διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων. ἴσον ἠνέγκατο δόξης τῆς νίκης ἐκείνης καὶ τοῦ κατορθώματος.
The liberation of Messenia
§1
εἰς μέντοι Πελοπόννησον ἀμφότεροι βοιωταρχοῦντες ἐνέβαλον καὶ τῶν ἐθνῶν τὰ πλεῖστα προσήγοντο, Λακεδαιμονίων ἀποστήσαντες Ἦλιν, Ἄργος, Ἀρκαδίαν σύμπασαν, αὐτῆς τῆς Λακωνικῆς τὰ πλεῖστα, καίτοι χειμῶνος μὲν ἦσαν αἱ περὶ τροπὰς ἀκμαί, μηνὸς δὲ τοῦ τελευταίου φθίνοντος ὀλίγαι περιῆσαν ἡμέραι, καὶ τὴν ἀρχὴν ἔδει παραλαμβάνειν ἑτέρους εὐθὺς ἱσταμένου τοῦ πρώτου μηνός, ἢ θνῄσκειν τοὺς μὴ παραδιδόντας.
§2
οἱ δὲ ἄλλοι βοιωτάρχαι καὶ τὸν νόμον δεδιότες τοῦτον καὶ τὸν χειμῶνα φεύγοντες ἀπάγειν ἔσπευδον ἐπʼ οἴκου τὸ στράτευμα, Πελοπίδας δὲ πρῶτος Ἐπαμεινώνδᾳ γενόμενος σύμψηφος καὶ συμπαρορμήσας τοὺς πολίτας ἦγεν ἐπὶ τὴν Σπάρτην καὶ διεβίβαζε τὸν Εὐρώταν. καὶ πολλὰς μὲν ᾕρει πόλεις αὐτῶν, πᾶσαν δὲ τὴν χώραν ἐπόρθει μέχρι θαλάττης, ἡγούμενος ἑπτὰ μυριάδων Ἑλληνικῆς στρατιᾶς, ἧς ἔλαττον ἢ δωδέκατον ἦσαν αὐτοὶ Θηβαῖοι μέρος.
§3
ἀλλʼ ἡ δόξα τῶν ἀνδρῶν ἄνευ δόγματος κοινοῦ καὶ ψηφίσματος ἐποίει τοὺς συμμάχους ἕπεσθαι σιωπῇ πάντας ἡγουμένοις ἐκείνοις. ὁ γὰρ πρῶτος, ὡς ἔοικε, καὶ κυριώτατος νόμος τῷ σῴζεσθαι δεομένῳ τὸν σῴζειν δυνάμενον ἄρχοντα κατὰ φύσιν ἀποδίδωσι· κἂν ὥσπερ οἱ πλέοντες εὐδίας οὔσης ἢ παρʼ ἀκτὴν ὁρμοῦντες ἀσελγῶς προσενεχθῶσι τοῖς κυβερνήταις καὶ θρασέως, ἅμα τῷ χειμῶνα καὶ κίνδυνον καταλαμβάνειν πρὸς ἐκείνους ἀποβλέπουσι καὶ τὰς ἐλπίδας ἐν ἐκείνοις ἔχουσι.
§4
καὶ γὰρ Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Ἀρκάδες ἐν τοῖς συνεδρίοις ἐρίζοντες καὶ διαφερόμενοι πρὸς τοὺς Θηβαίους ὑπὲρ ἡγεμονίας, ἐπʼ αὐτῶν τῶν ἀγώνων καὶ παρὰ τὰ δεινὰ τοῖς ἐκείνων αὐθαιρέτως πειθόμενοι στρατηγοῖς ἠκολούθουν.
§5
ἐν ἐκείνῃ τῇ στρατείᾳ πᾶσαν μὲν Ἀρκαδίαν εἰς μίαν δύναμιν συνέστησαν, τὴν δὲ Μεσσηνίαν χώραν νεμομένων Σπαρτιατῶν ἀποτεμόμενοι τοὺς παλαιοὺς Μεσσηνίους ἐκάλουν καὶ κατῆγον Ἰθώμην συνοικίσαντες, ἀπιόντες δὲ ἐπʼ οἴκου διὰ Κεγχρεῶν Ἀθηναίους ἐνίκων ἐπιχειροῦντας ἁψιμαχεῖν περὶ τὰ στενὰ καὶ κωλύειν τὴν πορείαν.
The Thessalian campaign
§1
ἐπὶ δὲ τούτοις οἱ μὲν ἄλλοι πάντες ὑπερηγάπων τὴν ἀρετὴν καὶ τὴν τύχην ἐθαύμαζον, ὁ δὲ συγγενὴς καὶ πολιτικὸς φθόνος ἅμα τῇ δόξῃ τῶν ἀνδρῶν συναυξόμενος οὐ καλὰς οὐδὲ πρεπούσας ὑποδοχὰς παρεσκεύαζεν αὐτοῖς. θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον ἐπανελθόντες, ὅτι τοῦ νόμου κελεύοντος ἐν τῷ πρώτῳ μηνὶ παραδοῦναι τὴν βοιωταρχίαν ἑτέροις, ὃν Βουκάτιον ὀνομάζουσι, τέτταρας ὅλους προσεπεβάλοντο μῆνας, ἐν οἷς τὰ περὶ Μεσσήνην καὶ Ἀρκαδίαν καὶ τὴν Λακωνικὴν διῴκησαν.
§2
εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν. τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας.
§3
Μενεκλείδας ὁ ῥήτωρ ἦν μὲν εἷς τῶν μετὰ Πελοπίδου καὶ Μέλωνος εἰς τὴν Χάρωνος οἰκίαν συνελθόντων, ἐπεὶ δὲ τῶν ἴσων οὐκ ἠξιοῦτο παρὰ τοῖς Θηβαίοις, δεινότατος μὲν ὢν λέγειν, ἀκόλαστος δὲ καὶ κακοήθης τὸν τρόπον, ἐχρῆτο τῇ φύσει πρὸς τὸ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς κρείττονας, οὐδὲ μετὰ δίκην ἐκείνην παυσάμενος.
§4
Ἐπαμεινώνδαν μὲν οὖν ἐξέκρουσε τῆς βοιωταρχίας καὶ κατεπολιτεύσατο πολὺν χρόνον, Πελοπίδαν δὲ πρὸς μὲν τὸν δῆμον οὐκ ἴσχυσε διαβαλεῖν, ἐπεχείρει δὲ συγκροῦσαι τῷ Χάρωνι· καὶ κοινήν τινα τοῦ φθόνου παραμυθίαν ἔχοντος, ἂν ὧν αὐτοὶ μὴ δύνανται βελτίους φανῆναι, τούτους ἁμῶς γέ πως ἑτέρων ἀποδείξωσι κακίους, πολὺς ἦν πρὸς τὸν δῆμον αὔξων τὰ τὸν Χάρωνος ἔργα, καὶ τὰς στρατηγίας τὰς ἐκείνου καὶ τὰς νίκας ἐγκωμιάζων.
§5
τῆς δὲ πρὸς Πλαταιὰς ἱππομαχίας, ἣν πρὸ τῶν Λευκτρικῶν ἐνίκησαν ἡγουμένου Χάρωνος, ἐπεχείρησεν ἀνάθημα τοιόνδε ποιῆσαι. Ἀνδροκύδης ὁ Κυζικηνὸς ἐκλαβὼν παρὰ τῆς πόλεως πίνακα γράψαι μάχης ἑτέρας, ἐπετέλει τὸ ἔργον ἐν Θήβαις γενομένης δὲ τῆς ἀποστάσεως καὶ τοῦ πολέμου συμπεσόντος, οὐ πολὺ τοῦ τέλος ἔχειν ἐλλείποντα τὸν πίνακα παρʼ ἑαυτοῖς οἱ Θηβαῖοι κατέσχον.
§6
τοῦτον οὖν ὁ Μενεκλείδας ἔπεισεν ἀναθέντας ἐπιγράψαι τοὔνομα τοῦ Χάρωνος, ὡς ἀμαυρώσων τὴν Πελοπίδου καὶ Ἐπαμεινώνδου δόξαν. ἦν δὲ ἀβέλτερος ἡ φιλοτιμία, παρὰ τοσούτους καὶ τηλικούτους ἀγῶνας ἑνὸς ἔργου καὶ μιᾶς νίκης ἀγαπωμένης, ἐν ᾗ Γεράνδαν τινὰ τῶν ἀσήμων Σπαρτιατῶν καὶ τεσσαράκοντα μετʼ αὐτοῦ πεσεῖν, ἄλλο δὲ οὐδὲν μέγα πραχθῆναι λέγουσι.
§7
τοῦτο τὸ ψήφισμα γράφεται Πελοπίδας παρανόμων, ἰσχυριζόμενος ὅτι Θηβαίοις οὐ πάτριον ἦν ἰδίᾳ κατʼ ἄνδρα τιμᾶν, ἀλλὰ τῇ πατρίδι κοινῶς τὸ τῆς νίκης ὄνομα σῴζειν. καὶ τὸν μὲν Χάρωνα παρὰ πᾶσαν τὴν δίκην ἐγκωμιάζων ἀφθόνως διετέλεσε, τὸν δὲ Μενεκλείδαν βάσκανον καὶ πονηρὸν ἐξελέγχων, καὶ τοὺς Θηβαίους ἐρωτῶν εἰ μηδὲν αὐτοῖς καλὸν πέπρακται, ὥστε Μενεκλείδαν ζημιῶσαι χρήμασιν, ἃ μὴ δυνάμενος ἐκτῖσαι διὰ πλῆθος, ὕστερον ἐπεχείρησε κινῆσαι καὶ μεταστῆσαι τὴν πολιτείαν. ταῦτα μὲν οὖν ἔχει τινὰ καὶ τοῦ βίου ἀποθεώρησιν.
Pelopidas in Thessaly
§1
ἐπεὶ δὲ Ἀλεξάνδρου τοῦ Φερῶν τυράννου πολεμοῦντος μὲν ἐκ προδήλου πολλοῖς Θετταλῶν, ἐπιβουλεύοντος δὲ πᾶσιν, ἐπρέσβευσαν εἰς Θήβας αἱ πόλεις στρατηγὸν αἰτούμεναι καὶ δύναμιν, ὁρῶν ὁ Πελοπίδας τὸν Ἐπαμεινώνδαν τὰς ἐν Πελοποννήσῳ πράξεις διοικεῖν, αὐτὸς ἑαυτὸν ἐπέδωκε καὶ προσένειμε τοῖς Θεσσαλοῖς, μήτε τήν ἰδίαν ἐπιστήμην καὶ δύναμιν ἀργοῦσαν περιορᾶν ὑπομένων, μήτε ὅπου πάρεστιν Ἐπαμεινώνδας ἑτέρου δεῖσθαι στρατηγοῦ νομίζων.
§2
ὡς οὖν ἐστράτευσεν ἐπὶ Θεσσαλίαν μετὰ δυνάμεως, τήν τε Λάρισσαν εὐθὺς παρέλαβε, καὶ τὸν Ἀλέξανδρον ἐλθόντα καὶ δεόμενον διαλλάττειν ἐπειρᾶτο καὶ ποιεῖν ἐκ τυράννου πρᾷον ἄρχοντα τοῖς Θεσσαλοῖς καὶ νόμιμον. ὡς δὲ ἦν ἀνήκεστος καὶ θηριώδης καὶ πολλὴ μὲν ὠμότης αὐτοῦ, πολλὴ δὲ ἀσέλγεια καὶ πλεονεξία κατηγορεῖτο, τραχυνομένου τοῦ Πελοπίδου πρὸς αὐτὸν καὶ χαλεπαίνοντος ἀποδρὰς ᾤχετο μετὰ τῶν δορυφόρων.
§3
ὁ δὲ Πελοπίδας ἄδειάν τε πολλὴν ἀπὸ τοῦ τυράννου τοῖς Θεσσαλοῖς ἀπολιπὼν καὶ πρὸς ἀλλήλους ὁμόνοιαν, αὐτὸς εἰς Μακεδονίαν ἀπῆρε, Πτολεμαίου μὲν Ἀλεξάνδρῳ τῷ βασιλεύοντι τῶν Μακεδόνων πολεμοῦντος, ἀμφοτέρων δὲ μεταπεμπομένων ἐκεῖνον ὡς διαλλακτὴν καὶ δικαστὴν καὶ σύμμαχον καὶ βοηθὸν τοῦ δοκοῦντος ἀδικεῖσθαι γενησόμενον.
§4
ἐλθὼν δὲ καὶ διαλύσας τὰς διαφορὰς καὶ καταγαγὼν τοὺς φεύγοντας, ὅμηρον ἔλαβε τὸν ἀδελφὸν τοῦ βασιλέως Φίλιππον καὶ τριάκοντα παῖδας ἄλλους τῶν ἐπιφανεστάτων, καὶ κατέστησεν εἰς Θήβας, ἐπιδειξάμενος τοῖς Ἕλλησιν ὡς πόρρω διήκει τὰ Θηβαίων πράγματα τῇ δόξῃ τῆς δυνάμεως καὶ τῇ πίστει τῆς δικαιοσύνης.
§5
οὗτος ἦν Φίλιππος ὁ τοῖς Ἕλλησιν ὕστερον πολεμήσας ὑπὲρ τῆς ἐλευθερίας, τότε δὲ παῖς ὢν ἐν Θήβαις παρὰ Παμμένει δίαιταν εἶχεν. ἐκ δὲ τούτου καὶ ζηλωτὴς γεγονέναι ἔδοξεν Ἐπαμεινώνδου, τὸ περὶ τοὺς πολέμους καὶ τὰς στρατηγίας δραστήριον ἴσως κατανοήσας, ὃ μικρὸν ἦν τῆς τοῦ ἀνδρὸς ἀρετῆς μόριον, ἐγκρατείας δὲ καὶ δικαιοσύνης καὶ μεγαλοψυχίας καὶ πρᾳότητος, οἷς ἦν ἀληθῶς μέγας ἐκεῖνος, οὐδὲν οὔτε φύσει Φίλιππος οὔτε μιμήσει μετέσχε.
Captured by Alexander of Pherae
§1
μετὰ δὲ ταῦτα πάλιν τῶν Θετταλῶν αἰτιωμένων τὸν Φεραῖον Ἀλέξανδρον ὡς διαταράττοντα τὰς πόλεις, ἀπεστάλη Μετὰ Ἰσμηνίου πρεσβεύων ὁ Πελοπίδας· καὶ παρῆν οὔτε οἴκοθεν ἄγων δύναμιν οὔτε πόλεμον προσδοκήσας, αὐτοῖς δὲ τοῖς Θετταλοῖς χρῆσθαι πρὸς τὸ κατεπεῖγον τῶν πραγμάτων ἀναγκαζόμενος.
§2
ἐν τούτῳ δὲ πάλιν τῶν κατὰ Μακεδονίαν ταραττομένων ὁ γὰρ Πτολεμαῖος ἀνῃρήκει τὸν βασιλέα καὶ τὴν ἀρχὴν κατέσχεν, οἱ δὲ φίλοι τοῦ τεθνηκότος ἐκάλουν τὸν Πελοπίδαν , βουλόμενος μὲν ἐπιφανῆναι τοῖς πράγμασιν, ἰδίους δὲ στρατιώτας οὐκ ἔχων, μισθοφόρους τινὰς αὐτόθεν προσλαβόμενος Μετὰ τούτων εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Πτολεμαῖον.
§3
ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγένοντο, τοὺς μὲν μισθοφόρους Πτολεμαῖος χρήμασι διαφθείρας ἔπεισεν ὡς αὐτὸν μεταστῆναι, τοῦ δὲ Πελοπίδου τὴν δόξαν αὐτὴν καὶ τοὔνομα δεδοικώς ἀπήντησεν ὡς κρείσσονι, καὶ δεξιωσάμενος καὶ δεηθεὶς ὡμολόγησε τὴν μὲν ἀρχὴν τοῖς τοῦ τεθνηκότος ἀδελφοῖς διαφυλάξειν, Θηβαίοις δὲ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον ὁμήρους δʼ ἐπὶ τούτοις τὸν υἱὸν Φιλόξενον ἔδωκε καὶ πεντήκοντα τῶν ἑταίρων.
§4
τούτους μὲν οὖν ἀπέστειλεν εἰς Θήβας ὁ Πελοπίδας, αὐτὸς δὲ βαρέως φέρων τὴν τῶν μισθοφόρων προδοσίαν, καὶ πυνθανόμενος τὰ πλεῖστα τῶν χρημάτων αὐτοῖς καὶ παῖδας καὶ γυναῖκας ἀποκεῖσθαι περὶ Φάρσαλον, ὥστε τούτων κρατήσας ἱκανὴν δίκην ὧν καθύβρισται λήψεσθαι, συναγαγὼν τῶν Θεσσαλῶν τινας ἧκεν εἰς Φάρσαλον.
§5
ἀρτίως δʼ αὐτοῦ παρεληλυθότος Ἀλέξανδρος ὁ τύραννος ἐπεφαίνετο Μετὰ τῆς δυνάμεως. καὶ νομίσαντες οἱ περὶ τὸν Πελοπίδαν ἀπολογησόμενον ἥκειν ἐβάδιζον αὐτοὶ πρὸς αὐτόν, ἐξώλη μὲν ὄντα καὶ μιαιφόνον εἰδότες, διὰ δὲ τὰς Θήβας καὶ τὸ περὶ αὐτοὺς ἀξίωμα καὶ δόξαν οὐδὲν ἂν παθεῖν προσδοκήσαντες.
§6
ὁ δέ, ὡς εἶδεν ἀνόπλους καὶ μόνους προσιόντας, ἐκείνους μὲν εὐθὺς συνέλαβε, τὴν δὲ Φάρσαλον κατέσχε, φρίκην δὲ καὶ φόβον ἐνειργάσατο τοῖς ὑπηκόοις πᾶσιν ὥς γε μετά τὴν τηλικαύτην ἀδικίαν καὶ τόλμαν ἀφειδήσων ἁπάντων, καὶ χρησόμενος οὕτω τοῖς παραπίπτουσιν ἀνθρώποις καὶ πράγμασιν ὡς τότε γε κομιδῇ τὸν ἑαυτοῦ βίον ἀπεγνωκώς.
Epaminondas rescues Pelopidas
§1
οἱ μὲν οὖν Θηβαῖοι ταῦτα ἀκούσαντες ἔφερόν βαρέως καὶ στρατιὰν ἐξέπεμπον εὐθύς, διʼ ὀργήν τινα πρὸς τὸν Ἐπαμεινώνδαν ἑτέρους ἀποδείξαντες ἄρχοντας, τὸν δὲ Πελοπίδαν εἰς τὰς Φερὰς ἀπαγαγὼν ὁ τύραννος τὸ μὲν πρῶτον εἴα τοὺς βουλομένους αὐτῷ διαλέγεσθαι, νομίζων ἐλεεινὸν γεγονέναι καὶ ταπεινὸν ὑπὸ τῆς συμφορᾶς·
§2
ἐπεὶ δὲ τοὺς μὲν Φεραίους ὁ Πελοπίδας ὀδυρομένους παρεκάλει θαρρεῖν, ὡς νῦν μάλιστα δώσοντος τοῦ τυράννου δίκην, πρὸς δὲ αὐτὸν ἐκεῖνον ἀποστείλας ἔλεγεν ὡς ἄτοπός ἐστι τοὺς μὲν ἀθλίους πολίτας καὶ μηδὲν ἀδικοῦντας ὁσημέραι στρεβλῶν καὶ φονεύων, αὐτοῦ δὲ φειδόμενος, ὃν μάλιστα γινώσκει τιμωρησόμενον αὐτὸν ἄνπερ διαφύγῃ,
§3
θαυμάσας τὸ φρόνημα καὶ τὴν ἄδειαν αὐτοῦ, τί δέ, φησὶ, σπεύδει Πελοπίδας ἀποθανεῖν; κἀκεῖνος ἀκούσας, ὅπως, εἶπε, σὺ τάχιον ἀπολῇ, μᾶλλον ἢ νῦν θεομισὴς γενόμενος. ἐκ τούτου διεκώλυσεν ἐντυγχάνειν αὐτῷ τοὺς ἐκτός. ἡ δὲ Θήβη, θυγάτηρ μὲν Ἰάσονος οὖσα, γυνὴ δὲ Ἀλεξάνδρου, πυνθανομένη παρὰ τῶν φυλαττόντων Πελοπίδαν τὸ θαρραλέον αὐτοῦ καὶ γενναῖον, ἐπεθύμησεν ἰδεῖν τὸν ἄνδρα καὶ προσειπεῖν.
§4
ὡς δὲ ἦλθε πρὸς αὐτόν καὶ ἅτε δὴ γυνὴ τὸ μὲν μέγεθος τοῦ ἤθους οὐκ εὐθὺς ἐν τοσαύτῃ συμφορᾷ κατεῖδε, κουρᾷ δὲ καὶ στολῇ καὶ διαίτῃ τεκμαιρομένη λυπρὰ καὶ μὴ πρέποντα τῇ δόξῃ πάσχειν αὐτόν ἀπεδάκρυσε, τὸ μὲν πρῶτον ἀγνοῶν ὁ Πελοπίδας τίς εἴη γυναικῶν, ἐθαύμαζεν, ὡς δὲ ἔγνω, προσηγόρευσεν αὐτὴν πατρόθεν ἦν γὰρ τῷ Ἰάσονι συνήθης καὶ φίλος, εἰπούσης δὲ ἐκείνης, ἐλεῶ σου τὴν γυναῖκα, καὶ γὰρ ἐγώ σε, εἶπεν, ὅτι ἄδετος οὖσα ὑπομένεις Ἀλέξανδρον.
§5
οὗτος ἔθιγέ πως ὁ λόγος τῆς γυναικός· ἐβαρύνετο γὰρ τὴν ὠμότητα καὶ τὴν ὕβριν τοῦ τυράννου, μετὰ τῆς ἄλλης ἀσελγείας καὶ τὸν νεώτατον αὐτῆς τῶν ἀδελφῶν παιδικὰ πεποιημένου. διὸ καὶ συνεχῶς φοιτῶσα πρὸς τὸν Πελοπίδαν καὶ παρρησιαζομένη περὶ ὧν ἔπασχεν ὑπεπίμπλατο θυμοῦ καὶ φρονήματος καὶ δυσμενείας πρὸς τὸν Ἀλέξανδρον.
The embassy to Persia
§1
ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν, ἀλλὰ διʼ ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.
§2
εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι· τοσοῦτος ἐνεπεπτώκει φόβος τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις, τοσαύτη δὲ τοὺς ὑπηκόους ὁρμὴ πρὸς ἀπόστασιν εἶχε καὶ χαρὰ τοῦ μέλλοντος, ὡς νῦν ἐποψομένους δίκην διδόντα τὸν τύραννον.
§3
οὐ μὴν ἀλλʼ Ἐπαμεινώνδας τὴν αὐτοῦ δόξαν ἐν ὑστέρῳ τῆς Πελοπίδου σωτηρίας τιθέμενος, καὶ δεδοικὼς μὴ τῶν πραγμάτων ταραχθέντων ἀπογνοὺς ἑαυτὸν Ἀλέξανδρος ὥσπερ θηρίον τράπηται πρὸς ἐκεῖνον, ἐπῃωρεῖτο τῷ πολέμῳ, καὶ κύκλῳ περιϊὼν, τῇ παρασκευῇ καὶ τῇ μελλήσει κατεσκεύαζε καὶ συνέστελλε τὸν τύραννον, ὡς μήτε ἀντεῖναι τὸ αὔθαδες αὐτοῦ καὶ θρασυνόμενον μήτε τὸ πικρὸν καὶ θυμοειδὲς ἐξερεθίσαι,
§4
πυνθανόμενος τὴν ὠμότητα καὶ τὴν ὀλιγωρίαν τῶν καλῶν καὶ δικαίων, ὡς ζῶντας μὲν ἀνθρώπους κατώρυττεν, ἑτέροις δὲ δέρματα συῶν ἀγρίων καὶ ἄρκτων περιτιθεὶς καὶ τοὺς θηρατικοὺς ἐπάγων κύνας καὶ διέσπα καὶ κατηκόντιζε, παιδιᾷ ταύτῃ χρώμενος, Μελιβοίᾳ δὲ καὶ Σκοτούσῃ, πόλεσιν ἐνσπόνδοις καὶ φίλαις, ἐκκλησιαζούσαις περιστήσας ἅμα τοὺς δορυφόρους ἡβηδὸν ἀπέσφαξε, τὴν δὲ λόγχην ᾗ Πολύφρονα τὸν θεῖον ἀπέκτεινε καθιερώσας καὶ καταστέψας, ἔθυεν ὥσπερ θεῷ καὶ Τύχωνα προσηγόρευε.
§5
τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλʼ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπʼ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων.
§6
οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς, ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν, καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.
The embassy to the Great King
§1
οἱ δὲ Θηβαῖοι παρὰ τῶν Λακεδαιμονίων καὶ τῶν Ἀθηναίων αἰσθόμενοι πρὸς τὸν μέγαν βασιλέα πρέσβεις ἀναβαίνοντας ὑπὲρ συμμαχίας, ἔπεμψαν καὶ αὐτοὶ Πελοπίδαν, ἄριστα βουλευσάμενοι πρὸς τὴν δόξαν αὐτοῦ. πρῶτον μὲν γὰρ ἀνέβαινε διὰ τῶν βασιλέως ἐπαρχιῶν ὀνομαστὸς ὢν καὶ περιβόητος· οὐ γὰρ ἠρέμα διῖκτο τῆς Ἀσίας οὐδʼ ἐπὶ μικρὸν ἡ δόξα τῶν πρὸς Λακεδαιμονίους ἀγώνων,
§2
ἀλλʼ, ὡς πρῶτος περὶ τῆς ἐν Λεύκτροις μάχης ἐξέδραμε λόγος, ἀεί τινος καινοῦ προστιθεμένου κατορθώματος αὐξανομένη καὶ ἀναβαίνουσα πορρωτάτω κατέσχεν ἔπειτα τοῖς ἐπὶ θύραις σατράπαις καὶ στρατηγοῖς καὶ ἡγεμόσιν ὀφθείς θαῦμα καὶ λόγον παρέσχεν, ὡς οὗτος ἀνήρ ἐστιν ὁ γῆς καὶ θαλάττης ἐκβαλὼν Λακεδαιμονίους καὶ συστείλας ὑπὸ Ταΰγετον καὶ τὸν Εὐρώταν τὴν Σπάρτην τὴν ὀλίγον ἔμπροσθεν βασιλεῖ τῷ μεγάλῳ καὶ Πέρσαις διʼ Ἀγησιλάου τὸν περὶ Σούσων καὶ Ἐκβατάνων ἐπαραμένην πόλεμον.
§3
ταῦτʼ οὖν ὁ Ἀρταξέρξης ἔχαιρε, καὶ τὸν Πελοπίδαν ἐθαύμαζε ἐπὶ τῇ δόξῃ καὶ μέγαν ἐποίει ταῖς τιμαῖς, ὑπὸ τῶν μεγίστων εὐδαιμονίζεσθαι καὶ θεραπεύεσθαι βουλόμενος δοκεῖν. ἐπεὶ δὲ καὶ τὴν ὄψιν αὐτοῦ εἶδε καὶ τοὺς λόγους κατενόησε, τῶν μὲν Ἀττικῶν βεβαιοτέρους, τῶν δὲ Λακεδαιμονίων ἁπλουστέρους ὄντας,
§4
ἔτι μᾶλλον ἠγάπησε, καὶ πάθος βασιλικὸν παθὼν οὐκ ἀπεκρύψατο τὴν πρὸς τὸν ἄνδρα τιμήν, οὐδʼ ἔλαθε τοὺς ἄλλους πρέσβεις πλεῖστον νέμων ἐκείνῳ. καίτοι δοκεῖ μάλιστα τῶν Ἑλλήνων Ἀνταλκίδαν τιμῆσαι τὸν Λακεδαιμόνιον, ὅτι τὸν στέφανον, ὃν πίνων περιέκειτο, βάψας εἰς μύρον ἀπέστειλε.
§5
Πελοπίδᾳ δὲ οὕτω μὲν οὐκ ἐνετρύφησε, δῶρα δὲ λαμπρότατα καὶ μέγιστα τῶν νομιζομένων ἐξέπεμψε καὶ τὰς ἀξιώσεις ἐπεκύρωσεν, αὐτονόμους μὲν εἶναι τοὺς Ἕλληνας, οἰκεῖσθαι δὲ Μεσσήνην, Θηβαίους δὲ πατρικοὺς φίλους νομίζεσθαι βασιλέως. ταύτας ἔχων τὰς ἀποκρίσεις, τῶν δὲ δώρων οὐδὲν ὅ τι μὴ χάριτος ἦν σύμβολον καὶ φιλοφροσύνης δεξάμενος, ἀνέζευξεν· ὃ καὶ μάλιστα τοὺς ἄλλους πρέσβεις διέβαλε.
§6
Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.
§7
Ἐπικράτους γοῦν ποτε τοῦ σακεσφόρου μήτε ἀρνουμένου δῶρα δέξασθαι παρὰ βασιλέως, ψήφισμά τε γράφειν φάσκοντος ἀντὶ τῶν ἐννέα ἀρχόντων χειροτονεῖσθαι κατʼ ἐνιαυτὸν ἐννέα πρέσβεις πρὸς βασιλέα τῶν δημοτικῶν καὶ πενήτων, ὅπως λαμβάνοντες εὐπορῶσιν, ἐγέλασεν ὁ δῆμος· ἀλλʼ ὅτι Θηβαίοις ἐγεγόνει πάντα χαλεπῶς ἔφερον, οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων παρʼ ἀνθρώπῳ θεραπεύοντι τοὺς τῶν ὅπλων ἀεὶ κρατοῦντας.
The return from Persia
§1
ἡ μὲν οὖν πρεσβεία τῷ Πελοπίδᾳ προσέθηκεν οὐ μικρὰν εὔνοιαν ἐπανελθόντι, διὰ τὸν Μεσσήνης συνοικισμὸν καὶ τὴν τῶν ἄλλων Ἑλλήνων αὐτονομίαν· Ἀλεξάνδρου δὲ τοῦ Φεραίου πάλιν εἰς τὴν αὐτοῦ φύσιν ἀναδραμόντος καὶ Θεσσαλῶν μὲν οὐκ ὀλίγας περικόπτοντος πόλεις, Φθιώτας δὲ Ἀχαιοὺς ἅπαντας καὶ τὸ Μαγνήτων ἔθνος ἔμφρουρον πεποιημένου, πυνθανόμεναι Πελοπίδαν ἐπανήκειν αἱ πόλεις εὐθὺς ἐπρέσβευον εἰς Θήβας αἰτούμεναι δύναμιν καὶ στρατηγὸν ἐκεῖνον.
§2
ψηφισαμένων δὲ τῶν Θηβαίων προθύμως, καὶ ταχὺ πάντων ἑτοίμων γενομένων καὶ τοῦ στρατηγοῦ περὶ ἔξοδον ὄντος, ὁ μὲν ἥλιος ἐξέλιπε καὶ σκότος ἐν ἡμέρᾳ τὴν πόλιν ἔσχεν, ὁ δὲ Πελοπίδας ὁρῶν πρὸς τὸ φάσμα συντεταραγμένους ἅπαντας οὐκ ᾤετο δεῖν βιάζεσθαι καταφόβους καὶ δυσέλπιδας ὄντας, οὐδὲ ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις,
§3
ἀλλʼ ἑαυτὸν μόνον τοῖς Θεσσαλοῖς ἐπιδούς καὶ τριακοσίους τῶν ἱππέων ἐθελοντὰς ἀναλαβὼν καὶ ξένους ἐξώρμησεν, οὔτε τῶν μάντεων ἐώντων οὔτε τῶν ἄλλων συμπροθυμουμένων πολιτῶν μέγα γὰρ ἐδόκει καὶ πρὸς ἄνδρα λαμπρὸν ἐξ οὐρανοῦ γεγονέναι σημεῖον. ὁ δὲ ἦν μὲν καὶ διʼ ὀργὴν ὧν καθύβριστο θερμότερος ἐπὶ τὸν Ἀλέξανδρον, ἤλπιζε δὲ καὶ τὴν οἰκίαν αὐτοῦ νοσοῦσαν ἤδη καὶ διεφθαρμένην εὑρήσειν ἐξ ὧν διείλεκτο τῇ Θήβῃ.
§4
μάλιστα δʼ αὐτὸν καὶ παρεκάλει τὸ τῆς πράξεως κάλλος, ἐπιθυμοῦντα καὶ φιλοτιμούμενον, ἐν οἷς χρόνοις Λακεδαιμόνιοι Διονυσίῳ τῷ Σικελίας τυράννῳ στρατηγοὺς καὶ ἁρμοστὰς ἔπεμπον, Ἀθηναῖοι δὲ μισθοδότην Ἀλέξανδρον εἶχον καὶ χαλκοῦν ἵστασαν ὡς εὐεργέτην, τότε τοῖς Ἕλλησιν ἐπιδεῖξαι Θηβαίους μόνους ὑπὲρ τῶν τυραννουμένων στρατευομένους καὶ καταλύοντας ἐν τοῖς Ἕλλησι τὰς παρανόμους καὶ βιαίους δυναστείας.
The battle of Cynoscephalae
§1
ὡς οὖν εἰς Φάρσαλον ἐλθὼν ἤθροισε τὴν δύναμιν, εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν Ἀλέξανδρον. ὁ δὲ Θηβαίους μὲν ὀλίγους περὶ τὸν Πελοπίδαν ὁρῶν, αὐτὸς δὲ πλείους ἔχων ἢ διπλασίους ὁπλίτας τῶν Θεσσαλῶν ἀπήντα πρὸς τὸ Θετίδειον. εἰπόντος δέ τινος τῷ Πελοπίδᾳ πολλοὺς ἔχοντα τὸν τύραννον ἐπέρχεσθαι, βέλτιον, ἔφη, πλείονας γὰρ νικήσομεν.
§2
ἀνατεινόντων δὲ πρὸς τὸ μέσον κατὰ τὰς καλουμένας Κυνὸς κεφαλὰς λόφων περικλινῶν καὶ ὑψηλῶν, ὥρμησαν ἀμφότεροι τούτους καταλαβεῖν τοῖς πεζοῖς. τοὺς δʼ ἱππεῖς ὁ Πελοπίδας πολλοὺς κἀγαθοὺς ὄντας ἐφῆκε τοῖς ἱππεῦσι τῶν πολεμίων, ὡς δὲ οὗτοι μὲν ἐκράτουν καὶ συνεξέπεσον εἰς τὸ πεδίον τοῖς φεύγουσιν, ὁ δὲ Ἀλέξανδρος ἔφθη τοὺς λόφους καταλαβών,
§3
τοῖς ὁπλίταις τῶν Θεσσαλῶν ὕστερον ἐπερχομένοις καὶ πρὸς ἰσχυρὰ καὶ μετέωρα χωρία βιαζομένοις ἐμβαλὼν ἔκτεινε τοὺς πρώτους, οἱ δὲ ἄλλοι πληγὰς λαβόντες οὐδὲν ἔπρασσον. κατιδὼν οὖν ὁ Πελοπίδας τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο καὶ πρὸς τὸ συνεστηκὸς τῶν πολεμίων ἐλαύνειν ἐκέλευεν, αὐτὸς δὲ συνέμιξε δρόμῳ τοῖς περὶ τοὺς λόφους μαχομένοις εὐθὺς τὴν ἀσπίδα λαβών.
§4
καὶ διὰ τῶν ὄπισθεν ὠσάμενος εἰς τοὺς πρώτους τοσαύτην ἐνεποίησε ῥώμην καὶ προθυμίαν ἅπασιν ὥστε καὶ τοῖς πολεμίοις ἑτέρους δοκεῖν γεγονότας καὶ σώμασι καὶ ψυχαῖς ἐπέρχεσθαι. καὶ δύο μὲν ἢ τρεῖς ἀπεκρούσαντο προσβολάς, ὁρῶντες δὲ καὶ τούτους ἐπιβαίνοντας εὐρώστως καὶ τὴν ἵππον ἀπὸ τῆς διώξεως ἀναστρέφουσαν εἶξαν, ἐπὶ σκέλος ποιούμενοι τὴν ἀναχώρησιν.
§5
ὁ δέ Πελοπίδας ἀπὸ τῶν ἄκρων κατιδὼν ἅπαν τὸ στρατόπεδον τῶν πολεμίων οὔπω μὲν εἰς φυγὴν τετραμμένον, ἤδη δὲ θορύβου καὶ ταραχῆς ἀναπιμπλάμενον, ἔστη καὶ περιέβλεψεν αὐτὸν ζητῶν τὸν Ἀλέξανδρον. ὡς δʼ εἶδεν ἐπὶ τοῦ δεξιοῦ παραθαρρύνοντα καὶ συντάττοντα τοὺς μισθοφόρους, οὐ κατέσχε τῷ λογισμῷ τὴν ὀργήν,
§6
ἀλλὰ πρὸς τὴν βλέψιν ἀναφλεχθείς καὶ τῷ θυμῷ παραδοὺς τὸ σῶμα καὶ τὴν ἡγεμονίαν τῆς πράξεως, πολὺ πρὸ τῶν ἄλλων ἐξαλόμενος ἐφέρετο βοῶν καὶ προκαλούμενος τὸν τύραννον. ἐκεῖνος μὲν οὖν οὐκ ἐδέξατο τὴν ὁρμὴν οὐδὲ ὑπέμεινεν, ἀλλʼ ἀναφυγὼν πρὸς τοὺς δοφυφόρους ἐνέκρυψεν ἑαυτόν, τῶν δὲ μισθοφόρων οἱ μὲν πρῶτοι συμβαλόντες εἰς χεῖρας ἀνεκόπησαν ὑπὸ τοῦ Πελοπίδου, τινὲς δὲ καὶ πληγέντες ἐτελεύτησαν,
§7
οἱ δὲ πολλοὶ τοῖς δόρασι πόρρωθεν διὰ τῶν ὅπλων τύπτοντες αὐτὸν κατετραυμάτιζον, ἕως οἱ Θεσσαλοὶ περιπαθήσαντες ἀπὸ τῶν λόφων δρόμῳ προσεβοήθησαν, ἤδη πεπτωκότος, οἵ τε ἱππεῖς προσελάσαντες ὅλην ἐτρέψαντο τὴν φάλαγγα καὶ διώξαντες ἐπὶ πλεῖστον ἐνέπλησαν νεκρῶν τὴν χώραν, πλέον ἢ τρισχιλίους καταβαλόντες.
Pelopidas attacks Alexander
§1
τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν, πατέρα καὶ σωτῆρα καὶ διδάσκαλον τῶν μεγίστων καὶ καλλίστων ἀγαθῶν ἀποκαλοῦντας ἐκεῖνον, οὐ πάνυ θαυμαστὸν ἦν· οἱ δὲ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι πᾶσαν ἀνθρωπίνῃ πρέπουσαν ἀρετῇ τιμὴν τοῖς ψηφίσμασιν ὑπερβαλόντες, ἔτι μᾶλλον ἐπεδείξαντο τοῖς πάθεσι τὴν πρὸς τὸν ἄνδρα χάριν,
§2
τοὺς μὲν γὰρ παραγεγονότας τῷ ἔργῳ λέγουσι μήτε θώρακα θέσθαι μήτε ἵππον ἐκχαλινῶσαι μήτε τραῦμα δήσασθαι πρότερον, ὡς ἐπύθοντο τὴν ἐκείνου τελευτήν, ἀλλὰ μετὰ τῶν ὅπλων θερμοὺς ἰόντας ἐπὶ τὸν νεκρόν ὥσπερ αἰσθανόμενον, τὰ τῶν πολεμίων κύκλῳ περὶ τὸ σῶμα σωρεύειν λάφυρα, κεῖραι δὲ ἵππους, κείρασθαι δὲ καὶ αὐτούς.
§3
ἀπιόντας δὲ πολλοὺς ἐπὶ σκηνὰς μήτε πῦρ ἀνάψαι μήτε δεῖπνον ἑλέσθαι, σιγὴν δὲ καὶ κατήφειαν εἶναι τοῦ στρατοπέδου παντός, ὥσπερ οὐ νενικηκότων ἐπιφανεστάτην νίκην καὶ μεγίστην, ἀλλʼ ἡττημένων ὑπὸ τοῦ τυράννου καὶ καταδεδουλωμένων.
§4
ἐκ δὲ τῶν πόλεων, ὡς ἀπηγγέλθη ταῦτα, παρῆσαν αἵ τε ἀρχαὶ καὶ μετʼ αὑτῶν ἔφηβοι καὶ παῖδες καὶ ἱερεῖς πρὸς τὴν ὑποδοχὴν τοῦ σώματος, τρόπαια καὶ στεφάνους καὶ πανοπλίας χρυσᾶς ἐπιφέροντες. ὡς δὲ ἔμελλεν ἐκκομίζεσθαι τὸ σῶμα, προσελθόντες οἱ πρεσβύτατοι τῶν Θεσσαλῶν ᾐτοῦντο τοὺς Θηβαίους διʼ αὑτῶν θάψαι τὸν νεκρόν. εἷς δὲ αὑτῶν ἔλεγεν· ἄνδρες σύμμαχοι, χάριν αἰτοῦμεν παρʼ ὑμῶν κόσμον ἡμῖν ἐπὶ ἀτυχίᾳ τοσαύτῃ καὶ παραμυθίαν φέρουσαν.
§5
οὐ γὰρ ζῶντα Θεσσαλοὶ Πελοπίδαν προπέμψουσιν, οὐδὲ αἰσθανομένῳ τὰς ἀξίας τιμὰς ἀποδώσουσιν, ἀλλʼ ἐὰν ψαῦσαί τε τοῦ νεκροῦ τύχωμεν καὶ διʼ αὑτῶν κοσμῆσαι καὶ θάψαι τὸ σῶμα, δόξομεν ὑμῖν οὐκ ἀπιστεῖν ὅτι μείζων ἡ συμφορὰ γέγονε Θετταλοῖς ἢ Θηβαίοις· ὑμῖν μὲν γὰρ ἡγεμόνος ἀγαθοῦ μόνον, ἡμῖν δὲ καὶ τούτου καὶ τῆς ἐλευθερίας στέρεσθαι συμβέβηκε. πῶς γὰρ ἔτι τολμήσομεν αἰτῆσαι στρατηγὸν ἄλλον παρʼ ὑμῶν οὐκ ἀποδόντες Πελοπίδαν; ταῦτα μὲν οἱ Θηβαῖοι συνεχώρησαν.
The death of Pelopidas
§1
ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν, ὥσπερ Φίλιστος ὑμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφήν, οἷον τραγῳδίας μεγάλης τῆς τυραννίδος ἐξόδιον θεατρικὸν γενομένην.
§2
Ἀλέξανδρος δὲ ὁ μέγας Ἡφαιστίωνος ἀποθανόντος οὐ μόνον ἵππους ἔκειρε καὶ ἡμιόνους, ἀλλὰ καὶ τὰς ἐπάλξεις ἀφεῖλε τῶν τειχῶν, ὡς ἂν δοκοῖεν αἱ πόλεις πενθεῖν, ἀντὶ τῆς πρόσθεν μορφῆς κούριμον σχῆμα καὶ ἄτιμον ἀναλαμβάνουσαι. ταῦτα μὲν οὖν προστάγματα δεσποτῶν ὄντα, καὶ μετὰ πολλῆς ἀνάγκης περαινόμενα καὶ μετὰ φθόνου τῶν τυχόντων καὶ μίσους τῶν βιαζομένων, οὐδεμιᾶς χάριτος ἦν οὐδὲ τιμῆς, ὄγκου δὲ βαρβαρικοῦ καὶ τρυφῆς καὶ ἀλαζονείας ἐπίδειξις, εἰς κενὰ καὶ ἄζηλα τὴν περιουσίαν διατιθεμένων·
§3
ἀνὴρ δὲ δημοτικὸς ἐπὶ ξένης τεθνηκώς, οὐ γυναικός, οὐ παίδων, οὐ συγγενῶν παρόντων, οὐ δεομένου τινός, οὐκ ἀναγκάζοντος, ὑπὸ δήμων τοσούτων καὶ πόλεων ἁμιλλωμένων προπεμπόμενος καὶ συνεκκομιζόμενος καὶ στεφανούμενος, εἰκότως ἐδόκει τὸν τελειότατον ἀπέχειν εὐδαιμονισμόν.
§4
οὐ γάρ, ὡς Αἴσωπος ἔφασκε, χαλεπώτατός ἐστιν ὁ τῶν εὐτυχούντων θάνατος, ἀλλὰ μακαριώτατος, εἰς ἀσφαλῆ χώραν τὰς εὐπραξίας κατατιθέμενος τῶν ἀγαθῶν καὶ τύχην μεταβάλλεσθαι μὴ ἀπολείπων. διὸ βέλτιον ὁ Λάκων τὸν Ὀλυμπιονίκην Διαγόραν, ἐπιδόντα μὲν υἱοὺς στεφανουμένους Ὀλυμπίασιν, ἐπιδόντα δʼ υἱωνοὺς καὶ θυγατριδοῦς, ἀσπασάμενος, κάτθανε, εἶπε, Διαγόρα· οὐκ εἰς τὸν Ὄλυμπον ἀναβήσῃ.
§5
τὰς δὲ Ὀλυμπιακὰς καὶ Πυθικὰς νίκας οὐκ ἂν, οἶμαί, τις εἰς τὸ αὐτὸ συνθεὶς ἁπάσας ἑνὶ τῶν Πελοπίδου παραβαλεῖν ἀγώνων ἀξιώσειεν, οὓς πολλοὺς ἀγωνισάμενος καὶ κατορθώσας, καὶ τοῦ βίου τὸ πλεῖστον ἐν δόξῃ καὶ τιμῇ βιώσας, τέλος ἐν τῇ τρισκαιδεκάτῃ βοιωταρχίᾳ, τυραννοκτονίᾳ μεμιγμένην ἀριστείαν ἀριστεύων, ὑπὲρ τῆς τῶν Θεσσαλῶν ἐλευθερίας ἀπέθανεν.
Mourning and legacy
§1
ὁ δὲ θάνατος αὐτοῦ μεγάλα μὲν ἐλύπησε τοὺς συμμάχους, μείζονα δὲ ὠφέλησε. Θηβαῖοι γὰρ, ὡς ἐπύθοντο τὴν τοῦ Πελοπίδου τελευτήν, οὐδεμίαν ἀναβολὴν ποιησάμενοι τῆς τιμωρίας κατὰ τάχος ἐστράτευσαν ὁπλίταις ἑπτακισχιλίοις, ἱππεῦσι δʼ ἑπτακοσίοις, ἡγουμένου Μαλκίτου καὶ Διογείτονος.
§2
καταλαβόντες δὲ συνεσταλμένον καὶ περικεκομμένον τῆς δυνάμεως Ἀλέξανδρον ἠνάγκασαν Θεσσαλοῖς μὲν ἀποδοῦναι τὰς πόλεις ἃς εἶχεν αὐτῶν, Μάγνητας δὲ καὶ Φθιώτας Ἀχαιοὺς ἀφεῖναι καὶ τὰς φρουρὰς ἐξαγαγεῖν, ὀμόσαι δὲ αὐτὸν ἐφʼ οὓς ἂν ἡγῶνται Θηβαῖοι καὶ κελεύσωσιν ἀκολουθήσειν. Θηβαῖοι μὲν οὖν τούτοις ἠρκέσθησαν ἣν δὲ ὀλίγον ὕστερον τοῖς θεοῖς ὑπὲρ Πελοπίδου δίκην ἔδωκε διηγήσομαι.
§3
Θήβην τὴν συνοικοῦσαν αὐτῷ πρῶτον μὲν, ὡς εἴρηται, Πελοπίδας ἐδίδαξε μὴ φοβεῖσθαι τὴν ἔξω λαμπρότητα καὶ παρασκευὴν τῆς τυραννίδος, ἐντὸς τῶν ὅπλων καὶ τῶν φυλακῶν οὖσαν ἔπειτα δὲ φοβουμένη τὴν ἀπιστίαν αὐτοῦ καὶ μισοῦσα τὴν ὠμότητα, συνθεμένη μετὰ τῶν ἀδελφῶν, τριῶν ὄντων, Τισιφόνου, Πειθολάου, Λυκόφρονος, ἐπεχείρει τόνδε τὸν τρόπον.
§4
τὴν μὲν ἄλλην οἰκίαν τοῦ τυράννου κατεῖχον αἱ φυλακαὶ τῶν παρανυκτερευόντων, ὁ δὲ θάλαμος, ἐν ᾧ καθεύδειν εἰώθεσαν, ὑπερῷος ἦν, καὶ πρὸ αὐτοῦ φυλακὴν εἶχε κύων δεδεμένος, πᾶσι φοβερὸς πλὴν αὐτοῖς ἐκείνοις καὶ ἑνὶ τῶν οἰκετῶν τῷ τρέφοντι. καθʼ ὃν οὖν ἔμελλε καιρὸν ἐπιχειρεῖν ἡ Θήβη, τοὺς μὲν ἀδελφοὺς ἀφʼ ἡμέρας εἶχε πλησίον ἐν οἴκῳ τινὶ κεκρυμμένους,
§5
εἰσελθοῦσα δέ, ὥσπερ εἰώθει, μόνη πρὸς τὸν Ἀλέξανδρον ἤδη καθεύδοντα καὶ μετὰ μικρὸν πάλιν προελθοῦσα, τῷ μὲν οἰκέτῃ προσέταξεν ἀπάγειν ἔξω τὸν κύνα· βούλεσθαι γὰρ ἀναπαύεσθαι μεθʼ ἡσυχίας ἐκεῖνον· αὐτὴ δὲ τὴν κλίμακα φοβουμένη μὴ κτύπον παράσχῃ τῶν νεανίσκων ἀναβαινόντων ἐρίοις κατεστόρεσεν·
§6
εἶτα οὕτως ἀναγαγοῦσα τοὺς ἀδελφοὺς ξιφήρεις καὶ στήσασα πρὸ τῶν θυρῶν εἰσῆλθεν αὐτή, καὶ καθελοῦσα τὸ ξίφος ὑπὲρ τῆς κεφαλῆς κρεμάμενον σημεῖον εἶναι τοῦ κατέχεσθαι τὸν ἄνδρα καὶ καθεύδειν ἔδειξεν. ἐκπεπληγμένων δὲ τῶν νεανίσκων καὶ κατοκνούντων, κακίζουσα καὶ διομνυμένη μετʼ ὀργῆς αὐτὴ τὸν Ἀλέξανδρον ἐξεγείρασα μηνύσειν τὴν πρᾶξιν, αἰσχυνθέντας αὐτοὺς ἅμα καὶ φοβηθέντας εἰσήγαγε καὶ περιέστησε τῇ κλίνῃ, προσφέρουσα τὸν λύχνον.
§7
τῶν δὲ ὁ μὲν τοὺς πόδας κατεῖχε πιέσας, ὁ δὲ τὴν κεφαλὴν λαβόμενος τῶν τριχῶν ἀνέκλασεν, ὁ δὲ τρίτος τῷ ξίφει τύπτων αὐτὸν διεχρήσατο, τῷ μὲν τάχει τῆς τελευτῆς πρᾳότερον ἴσως ἢ προσῆκον ἦν ἀποθανόντα, τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ τοῦ σώματος ῥιφέντος καὶ πατηθέντος ὑπὸ τῶν Φεραίων, ἄξια πεπονθέναι δόξαντα τῶν παρανομημάτων.
Tap any Greek word to look it up