Ἠλέκτρα
γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
845
τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορός
ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός
850
Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
855
αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
860
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
865
κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Ἄγγελος
ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
870
πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
875
Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
880
Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
885
κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταται
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
890
διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
895
τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ
πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
900
εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
905
θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί,
910
κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοι
πόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτην
ἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
915
βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
920
αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν —
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·
ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
925
κακὴν γυναῖκα κἄθεον κατακτανών,
ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
930
καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,
ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,
πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
935
ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς
940
τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ,
ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
945
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον
σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
950
Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ·
ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ
955
οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος
τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
Χορός
ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς
πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ,
ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
Tap any Greek word to look it up