Prologue
Ἠλέκτρα
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
γὰρ μακάριοςκοὐκ ὀνειδίζω τύχας
5 Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,
10 ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,
στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;
15 ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δʼ μὲν δὴ τὴν θεοῖς στυγουμένην
20 Μενέλαος Ἑλένην, δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,
ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
25 πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι
ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δʼ Ὀρέστην μητέρʼ σφʼ ἐγείνατο
30 κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ·
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.
ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
35 τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ.
ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς
40 θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
45 πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις,
μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα,
ἐν διοίσει ψῆφον Ἀργείων πόλις,
50 εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.
φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν.
ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
55 ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
60 προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.
ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
65 Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
70 σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
Ἑλένη
παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
75 προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
80 οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
Ἠλέκτρα
Ἑλένη, τί σοι λέγοιμʼ ἂν γε παροῦσʼ ὁρᾷς;
ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς
85 θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
σὺ δʼ εἶ μακαρία μακάριός θʼ σὸς πόσις.
ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας
Ἑλένη
πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
Ἠλέκτρα
ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη
90 μέλεος· τεκοῦσά θʼ, ὡς διώλετο.
Ἠλέκτρα
οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
Ἑλένη
πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ἑλένη
βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ἠλέκτρα
95 μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ἑλένη
κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
Ἠλέκτρα
σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη
δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
Ἠλέκτρα
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
Ἑλένη
100 ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
Ἠλέκτρα
αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
Ἑλένη
δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
Ἠλέκτρα
δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
Ἑλένη
σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα
105 οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη
αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα
τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη
ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα
καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
Ἑλένη
110 ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.
τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·
ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
115 μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν
120 ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
ἴθʼ, τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
125 δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
Ἠλέκτρα
φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; ἔστι δʼ πάλαι γυνή.
130 θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. τάλαινʼ ἐγώ·
αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
135 δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.
φιλία γὰρ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ
τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up