Second Episode
§5.348–5.470
Χορός
καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
350 δῆλος ὁρᾶσθαι
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
χιλιόναυν στρατὸν ὁρμήσας
ἐς γῆν Ἀσίαν,
χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,
355 θεόθεν πράξας ἅπερ ηὔχου.
Μενέλαος
δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
360 Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
365 ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
370 ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
375 καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
380 ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
385 θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ὀρέστης
εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος
ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
οὐχ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
Μενέλαος
δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
390 τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
Μενέλαος
παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης
ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
φειδόμεθʼ· δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
395 τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
Ὀρέστης
σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος
πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
λύπη μάλιστά γʼ διαφθείρουσά με
Μενέλαος
δεινὴ γὰρ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης
400 μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
Μενέλαος
ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης
ἐν τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
Μενέλαος
πότερα κατʼ οἴκους προσεδρεύων πυρᾷ;
Ὀρέστης
νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
405 παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης
Πυλάδης, συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης
410 σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
Μενέλαος
αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
415 μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
δουλεύομεν θεοῖς, τι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος
κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
420 μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης
οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
Μενέλαος
425 πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;
Ὀρέστης
οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
Μενέλαος
τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης
μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος
οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης
430 ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενέλαος
τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης
Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος
συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης
οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
Μενέλαος
435 τίς δʼ ἄλλος; που τῶν ἀπʼ Αἰγίσθου φίλων;
Ὀρέστης
οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος
Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;
Ὀρέστης
πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;
Μενέλαος
τί δρῶντες τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ὀρέστης
440 ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ.
Μενέλαος
φεύγειν πόλιν τήνδʼ; θανεῖν μὴ θανεῖν;
Ὀρέστης
θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.
Μενέλαος
κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ὀρέστης
κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος
445 ἰδίᾳ πρὸς ἐχθρῶν πρὸς Ἀργείας χερός;
Ὀρέστης
πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος
μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης
ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
450 μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
455 οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορός
καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ὀρέστης
ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
460 στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
465 τιμῶντέ μʼ οὐδὲν ἧσσον Διοσκόρω·
οἷς, τάλαινα καρδία ψυχή τʼ ἐμή,
ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως
470 ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
§5.471–5.589
Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
475 στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενέλαος
πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως
χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
480 στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενέλαος
τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως
κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος
πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως
485 βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενέλαος
Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος
πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως
κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
Μενέλαος
490 ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδάρεως
πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
495 οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,
αἴσχιστον ἔργονοὐ γὰρ αἰνέσω ποτέ
500 χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.
505 κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
510 κἄπειθʼ κείνου γενόμενος φόνῳ φόνον
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,
515 φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρʼ, πόσιν κατέκτανεν·
520 Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω
οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς
γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
525 παύων, καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
ἐπεὶ τίνʼ εἶχες, τάλας, ψυχὴν τότε,
ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
530 ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μʼ, γʼ εἰσορᾶν πάρα;
ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
535 μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
540 ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,
πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
Χορός
ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης
γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
545 ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, μʼ ἐκπλήσσει λόγου,
550 καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
555 ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
σὴ δὲ θυγάτηρμητέρʼ αἰδοῦμαι λέγειν
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
560 κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
Αἴγισθος ἦν κρυπτὸς ἐν δόμοις πόσις.
τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
565 ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
570 ἐπίκλημʼ ἐχούσαις τι τύχοι. δράσας δʼ ἐγὼ
δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
575 προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·
ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
πρὸς θεῶνἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
580 φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ κατθανών;
οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
585 σύ τοι φυτεύσας θυγατέρʼ, γέρον, κακὴν
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
§5.590–5.706
590 μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
595 ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
οὐκ ἀξιόχρεως θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
600 ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
605 αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
610 καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
615 μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθʼ — μισήσειανΑἰγίσθου λέχος
620 οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
625 ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
630 στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
635 ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης
μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης
640 λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν
645 σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. —
ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν
650 τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.
ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
655 ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
660 δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
665 ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δʼ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ἀρκεῖ γὰρ αὐτὸς θεὸς ὠφελεῖν θέλων.
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
670 κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
ταύτης ἱκνοῦμαί σʼ — μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
675 θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἐγὼ λέγω,
ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
680 κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
685 ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
690 σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
695 πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
700 ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
705 πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
§5.707–5.806
ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
μισεῖ γὰρ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω
710 σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
ἀλκῇ δέ σʼ οὐκ ἄν, σὺ δοξάζεις ἴσως,
σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
στῆσαι τροπαῖα τῶν κακῶν σοι πάρα.
οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
715 προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει.
δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
τἄλλʼ οὐδέν, κάκιστε τιμωρεῖν φίλοις,
720 φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος
φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, πάτερ, πράσσων κακῶς.
οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
725 ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλάδης
θᾶσσον με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
730 σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς,
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης
οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
735 συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης
740 χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης
καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης
ποῦ ʼστιν πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
745 σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ὀρέστης
μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
εὐλαβεῖθʼ, τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
750 οὗτος ἦλθʼ, τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ πατρός.
Πυλάδης
κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
755 ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
θανεῖν ζῆν· μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
760 οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
765 Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης
ἴδιον κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης
τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης
οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
Ὀρέστης
770 οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;
Πυλάδης
οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ὀρέστης
δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης
ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
Ὀρέστης
εἶἑν. ἐς κοινὸν λέγειν χρή.
τίνος ἀναγκαίου πέρι;
775 εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν
775 ὡς ἔδρασας ἔνδικα;
πατρὶ τιμωρῶν ἐμαυτοῦ;
μὴ λάβωσί σʼ ἄσμενοι.
ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
δειλὸν τόδε.
πῶς ἂν οὖν δρῴην;
ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
οὐκ ἔχω.
μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
780 εἰ τύχοι, γένοιτʼ ἄν.
780 οὐκοῦν τοῦτο κρεῖσσον μένειν.
ἀλλὰ δῆτʼ ἔλθω.
θανὼν γοῦν ὧδε κάλλιον θανῇ.
καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
τῷ Δοκεῖν εὔχου μόνον.
εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
μᾶλλον μένων.
καί τις ἄν γέ μʼ οἰκτίσειε
μέγα γὰρ εὐγένειά σου.
785 θάνατον ἀσχάλλων πατρῷον.
785 πάντα ταῦτʼ ἐν ὄμμασιν.
ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
αἰνῶ τάδε.
λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
μὴ πρὸς θεῶν.
δάκρυα γοῦν γένοιτʼ ἄν.
οὐκοῦν οὗτος οἰωνὸς μέγας.
δηλαδὴ σιγᾶν ἄμεινον.
τῷ χρόνῳ δὲ κερδανεῖς.
790 κεῖνό μοι μόνον πρόσαντες.
790 τί τόδε καινὸν αὖ λέγεις;
μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
ἀλλὰ κηδεύσω σʼ ἐγώ.
δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
οὐκ ἔμοιγε σοῦ.
εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
τόδʼ οὖν ἴτω.
οὐκ ἄρʼ ὀκνήσεις;
ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
795 ἕρπε νυν οἴαξ ποδός μοι.
795 φίλα γʼ ἔχων κηδεύματα.
καί με πρὸς τύμβον πόρευσον πατρός.
ὡς τί δὴ τόδε;
ὥς νιν ἱκετεύσω με σῶσαι.
τό γε δίκαιον ὧδʼ ἔχει.
μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
πολεμία γὰρ ἦν.
Πυλάδης
ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
800 περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·
ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·
805 ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up